Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.59.1-8.59.4

马尔基乌斯遇害与民众举行的隆重葬礼

第 637 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯在登上讲坛辩护时被图路斯的同党袭击杀害,悲痛的人们为他举行了盛大而隆重的葬礼。

§8.59.1ἀναβάντος δὲ τοῦ ἀνδρὸς ἐπὶ τὴν ἀπολογίαν βοή τε πολλὴ κωλύουσα τοὺς λόγους ἐκ τῆς ἑταιρίας τῆς περὶ τὸν Τύλλον ἐγίνετο·
但是,当那个人登上讲坛进行辩护时,图路斯周围的同党中传来了巨大的喧嚣,阻碍了他的发言。
καὶ μετὰ ταῦτα “παῖε” καὶ “βάλλε” φωνοῦντες περιίστανται αὐτὸν οἱ θρασύτατοι καὶ συναράττοντες τοῖς λίθοις ἀποκτιννύουσιν.
随后,那些最胆大妄为的人高喊着“打! ”和“砸! ”,将他包围起来,并用石头乱砸,将他杀死。
ἐρριμμένου δʼ αὐτοῦ χαμαὶ κατὰ τὴν ἀγορὰν οἵ τε παραγενόμενοι τῷ πάθει καὶ οἱ μετὰ ταῦτʼ ἤδη νεκροῦ ὄντος ἀφικόμενοι τόν τʼ ἄνδρα τῆς τύχης ὠδύροντο ὡς οὐ καλὰς εἰληφότα παρὰ σφῶν ἀμοιβάς, ἐπιλεγόμενοι πάντα ὅσα τὸ κοινὸν ὠφέλησε, καὶ τοὺς δράσαντας τὸν φόνον ἐπόθουν λαβεῖν ὡς ἀνόμου ἔργου καὶ ἀσυμφόρου ταῖς πόλεσιν ἄρξαντας, ἄνευ δίκης ἐν χειρῶν νόμῳ §8.59.2τινὰ ἀποκτεῖναι καὶ ταῦθʼ ἡγεμόνα.
当他被弃尸于广场的地上时,无论是目睹这一惨剧的人,还是在事后他已成为尸体时才赶到的人,都为他的命运哀悼,认为他从他们那里没有得到应有的回报,并历数他为城邦所做的一切有益之事。 他们渴望捉拿那些行凶杀人的人,认为他们通过在没有审判的情况下以暴力手段杀死一个人,而且还是他们的统帅,开启了违法且对城邦有害的恶行。
μάλιστα δʼ ἠγανάκτουν οἱ ταῖς στρατείαις αὐτοῦ παραγενόμενοι, καὶ ἐπειδὴ ζῶντι αὐτῷ οὐχ ἱκανοὶ ἐγένοντο κωλυταὶ τῆς συμφορᾶς, τὰς μετὰ τὸν θάνατον ὀφειλομένας ἔγνωσαν ἀποδιδόναι χάριτας, συμφέροντες εἰς τὴν ἀγοράν, ὅσων ἔδει τοῖς ἀγαθοῖς ἀνδράσιν εἰς τὴν ἀναγκαίαν τιμήν.
尤其是那些曾随他出征的人感到无比愤慨,既然在他活着的时候他们未能阻止这场灾难,他们便决定在死后献上应有的感激之情。 他们将优秀者获得必要荣誉所需的一切,纷纷带到了广场。
§8.59.3ἐπειδὴ δὲ πάντʼ εὐτρέπιστο, θέντες ἐπὶ στρωμνῆς ἐκπρεπεστάτῳ ἠσκημένης κόσμῳ τὴν αὐτοκρατορικὴν ἔχοντα ἐσθῆτα, καὶ πρὸ τῆς κλίνης αὐτοῦ φέρεσθαι κελεύσαντες λάφυρά τε καὶ σκῦλα καὶ στεφάνους καὶ μνήμας ὧν εἷλε πόλεων, ἤραντο τὴν κλίνην οἱ λαμπρότατοι τῶν νέων ἐν τοῖς κατὰ πολέμους ἔργοις·
当一切准备就绪后,他们将身着统帅华服的他安放在一张装饰极其华丽的灵床上,并命令在灵柩前展示战利品、缴获的兵器、花冠以及他所攻占的城邦的纪念物。 接着,在战争中功勋最为卓著的青年们抬起了灵床。
καὶ κομίσαντες εἰς τὸ προάστειον, ὃ μάλιστα ἦν ἐπιφανές, ἔθεσαν ἐπὶ τὴν παρεσκευασμένην πυράν, συμπροπεμπούσης τὸ σῶμα τῆς πόλεως ὅλης μετʼ οἰμωγῆς τε καὶ §8.59.4δακρύων.
他们将遗体护送到最为瞩目的郊外,放置在已准备好的火葬柴堆上,全城的人都在哀嚎与泪水中护送着遗体。
ἔπειτα κατασφάξαντές τʼ αὐτῷ πολλὰ βοσκήματα καὶ τῶν ἄλλων ἀπαρξάμενοι πάντων, ὅσων ἄνθρωποι βασιλεῦσιν ἢ στρατιᾶς ἡγεμόσιν ἐπὶ πυραῖς ἀπάρχονται, παρέμειναν οἱ μάλιστα τὸν ἄνδρα ἀσπαζόμενοι μέχρι τοῦ μαρανθῆναι τὴν φλόγα, κἄπειτα συναγαγόντες τὰ λείψανα ἔθαψαν ἐν τῷ αὐτῷ χωρίῳ χώματι ὑψηλῷ διὰ πολυχειρίας ἐργασθέντι μνῆμα ἐπίσημον ἐργασάμενοι.
随后,他们为他宰杀了许多牲畜,并奉献了其他所有祭品的初物,如同人们在火葬柴堆上向国王或军队统帅奉献初物一般。 最敬重他的人一直守候在旁,直到火焰熄灭,然后收集了他的遗骸,并在同一地点予以安葬,用许多人手筑起高耸的土丘,为他建造了一座显赫的纪念墓。

词汇与语法注释

  1. 8.59.1ἐν χειρῶν νόμῳ — 字面意思是“以手之法”,引申为“诉诸武力”、“通过暴力”或“凭借实力”的习语。在此处与“审判”(δίκης)这一合法程序形成对比。
  2. 8.59.2τινὰ ἀποκτεῖναι καὶ ταῦθʼ ἡγεμόνα — 此不定式短语作为同位语(或解释性不定式),具体说明前一节末尾“作为开启了违法且对城邦有害之行的人”(ὡς ἀνόμου ἔργου καὶ ἀσυμφόρου ταῖς πόλεσιν ἄρξαντας)的内容。`καὶ ταῦτα` 是一个惯用表达,意为“而且还是、尤其是”,在此处用以强调死者作为“统帅”(ἡγεμόνα)的身份。
  3. 8.59.4τῶν ἄλλων ἀπαρξάμενοι πάντων — 动词 `ἀπάρχομαι`(奉献初物、献祭)要求用属格表示所献祭的物品(此处为 `τῶν 极 ἄλλων... πάντων`),并用与格表示接受祭祀的对象(承接前句的 `αὐτῷ`)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.59.1-8.59.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.59.1-8.59.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。