§8.55.1Ῥωμαῖοι δʼ ὡς ἔμαθον, ὅτι λέλυται σφῶν ὁ κίνδυνος· ἔφθασε γὰρ τῶν γυναικῶν τὴν παρουσίαν προλαβοῦσα ἡ φήμη·
ローマ人たちは、自分たちの危機が去ったことを知ると(というのも、噂が女たちの到着に先んじて届いていたからである)、大いなる喜びとともに市を離れて外へと走り、女たちを出迎えた。
σὺν πολλῇ χαρᾷ καταλιπόντες τὴν πόλιν ἔθεον ἔξω καὶ ὑπήντων ταῖς γυναιξὶν ἀσπασμοὺς καὶ παιᾶνας καὶ πάνθʼ ὅσα ἐκ μεγάλων κινδύνων εἰς ἀδόκητον εὐτυχίαν ἄνθρωποι καταστάντες πράττουσί τε καὶ λέγουσιν ὑπὸ χαρᾶς, τὰ μὲν ἀθρόοι, §8.55.2τὰ δε καθʼ ἕνα ἕκαστον ἀποδεικνύμενοι.
そして、大いなる危機から予期せぬ幸運へと移行した人々が喜びから行い語るすべてのこと、すなわち挨拶や賛歌を、あるものは集団で、またあるものは一人一人が示しつつ行った。
ἐκείνην μὲν οὖν τὴν νύκτα ἐν θαλείαις τε καὶ εὐπαθείαις διετέλεσαν, τῇ δʼ ἑξῆς ἡμέρᾳ συναχθεῖσα ὑπὸ τῶν ὑπάτων ἡ βουλὴ περὶ μὲν τοῦ Μαρκίου γνώμην ἀπεδείξαντο εἰς ἑτέρους ἀναβάλλεσθαι καιροὺς ἐπιτηδειοτέρους τὰς δοθησομένας αὐτῷ τιμάς·
その夜、彼らは祝宴と歓楽のうちに過ごしたが、翌日、執政官たちによって招集された元老院は、マルキウスに関しては、彼に与えられるべき名誉の決定をより適切な別の機会に延期するという意見を表明した。
ταῖς δὲ γυναιξὶν ἔπαινόν τʼ ἀποδεδόσθαι τῆς προθυμίας παλαιᾷ δημοσίᾳ γραφῇ μνήμην οἴσοντα ἐκ τῶν ἐπιγινομένων αἰώνιον, καὶ γέρας, ὅ τι ἂν αὐταῖς λαβούσαις ἥδιστόν τε καὶ τιμιώτατον ἔσεσθαι μέλλῃ· καὶ ὁ δῆμος ἐπεκύρωσε ταῦτα.
一方で女たちに対しては、その献身に対して、後世に永遠の記憶を伝えることになる古い公的な記録において賛辞が捧げられるべきこと、また、彼女たちが受け取る上で最も喜ばしく、最も名誉となるような、いかなる恩賞をも授与することを決定し、民衆もこれらを承認した。
§8.55.3ταῖς δὲ γυναιξὶ βουλευσαμέναις εἰσῆλθεν ἐπιφθόνου μὲν δωρεᾶς μηδεμιᾶς δεῖσθαι, ἀξιοῦν δʼ ἐπιτρέψαι σφίσι τὴν βουλὴν ἐπὶ τύχης γυναικῶν ἱδρύσασθαι ἱερόν, ἐν ᾧ τὰς περὶ τῆς πόλεως ἐποιήσαντο λιτὰς χωρίῳ, θυσίας τε καθʼ ἕκαστον ἔτος αὐτῇ συνιούσας ἐπιτελεῖν ἐν ᾗ τὸν πόλεμον ἔλυσαν ἡμέρᾳ.
女たちは相談した結果、嫉妬を買うような贈り物は一切求めず、彼女たちが市のために懇願を行ったその場所において、「女たちの幸運」の神殿を建立することを元老院が自分たちに許可すること、そして、彼女たちが戦争を終わらせたその日に、毎年彼女たちが集まってその女神への犠牲式を行うことを要求しようという考えに至った。
ἡ μέντοι βουλὴ καὶ ὁ δῆμος ἀπὸ τῶν κοινῶν ἐψηφίσαντο χρημάτων τέμενός τʼ ὠνηθὲν καθιερωθῆναι τῇ θεῷ, καὶ ἐν αὐτῷ νεὼν καὶ βωμόν, ὡς ἂν οἱ ἱερομνήμονες ἐξηγῶνται, συντελεσθῆναι, θυσίας τε προσάγεσθαι δημοτελεῖς καταρχομένης τῶν ἱερῶν γυναικός, ἣν ἂν ἀποδείξωσιν αὐταὶ λειτουργὸν τῶν ἱερῶν.
しかし、元老院と民衆は公費から、聖域が購入されてその女神に捧げられること、そしてその中に神殿と祭壇が、神事の解釈者たちの指導に従って完成されること、また、女たち自身が祭儀の奉仕者として任命する女性が儀式を先導して、公的な犠牲式が執り行われることを決議した。
§8.55.4ταῦτα τῆς βουλῆς ψηφισαμένης ἱέρεια μὲν ὑπὸ τῶν γυναικῶν ἀπεδείχθη τότε πρῶτον ἡ τὴν γνώμην αὐταῖς εἰσηγησαμένη περὶ τῆς πρεσβείας Οὐαλερία καὶ τὴν μητέρα τοῦ Μαρκίου πείσασα συλλαβέσθαι σφίσι τῆς ἐξόδου.
元老院がこれを決議すると、その際まず、使節に関する提案を彼女たちに行い、マルキウスの母親にその出発に協力するよう説得したウァレリアが、女たちによって最初の女祭司に任命された。
θυσίαν δὲ πρώτην αἱ γυναῖκες ἔθυσαν ὑπὲρ τοῦ δήμου καταρχομένης τῶν ἱερῶν τῆς Οὐαλερίας ἐπὶ τοῦ κατασκευασθέντος ἐν τῷ τεμένει βωμοῦ, πρὶν ἢ τὸν νεὼν καὶ τὸ ξόανον ἀνασταθῆναι, μηνὶ Δεκεμβρίῳ τοῦ κατόπιν ἐνιαυτοῦ, τῇ νέᾳ σελήνῃ, ἣν Ἕλληνες μὲν νουμηνίαν, Ῥωμαῖοι δὲ καλάνδας καλοῦσιν·
そして女たちは、神殿と木像が建立される前に、翌年の12月、新月――これをギリシア人はヌーメーニアー、ローマ人はカランダエと呼ぶ――の日に、その聖域に設置された祭壇の上で、ウァレリアが儀式を先導して、民衆のために最初の犠牲を捧げた。
αὕτη γὰρ ἦν ἡ λύσασα τὸν πόλεμον ἡμέρα.
なぜなら、この日こそが戦争を終わらせた日だったからである。
ἐνιαυτῷ δʼ ὕστερον ἑτέρῳ μετὰ τὴν πρώτην θυσίαν ὁ κατασκευασθεὶς ἐκ τῶν δημοσίων χρημάτων νεὼς συνετελέσθη τε καὶ καθιερώθη Κοιντιλίου μηνὸς ἑβδόμῃ μάλιστα κατὰ σελήνην·
最初の犠牲式のさらに1年後、公費で建設された神殿が完成し、コインティリス月の、月齢でおよそ7日に奉献された。
§8.55.5αὕτη δὲ κατὰ Ῥωμαίους ἐστὶν ὁ προηγουμένη τῶν Κοιντιλίων νωνῶν ἡμέρα.
この日はローマ人にとっては、コインティリス月のノナエの前日にあたる。
ὁ δὲ καθιερώσας αὐτὸν ἦν Πρόκλος Οὑεργίνιος ἅτερος τῶν ὑπάτων.
そしてこれを奉献したのは、二人の執政官のうちの一人、プロクルス・ウェルギニウスであった。