§8.54.1ταῦτʼ εἰποῦσα ἔρριψεν ἑαυτὴν χαμαὶ καὶ περιπλέξασα ταῖς χερσὶν ἀμφοτέραις τοὺς πόδας τοῦ Μαρκίου κατεφίλησε.
こう言って、彼女は自らを地面に投げ出し、両手でマルキウスの足にすがりついて、口づけした。
πεσούσης δʼ αὐτῆς αἱ μὲν γυναῖκες ἀνεβόησαν ἅμα πᾶσαι κωκυτὸν ὀξὺν καὶ μακρόν, οἱ δʼ ἐν τῷ συνεδρίῳ παρόντες Οὐολούσκων οὐκ ἠνέσχοντο τὴν ἀήθειαν τῆς ὄψεως, ἀλλʼ ἀπεστράφησαν.
彼女が倒れ伏すと、女たちは皆一斉に、鋭く長い泣き声を上げた。 一方で会議に居合わせたウォルスキ人たちは、その異様な光景に耐えられず、目を背けた。
αὐτὸς δʼ ὁ Μάρκιος ἀναλόμενος ἐκ τοῦ δίφρου καὶ περιπεσὼν τῇ μητρὶ ἀνίστησιν αὐτὴν ἀπὸ τῆς γῆς ὀλίγον ἐμπνέουσαν, καὶ περιβαλὼν καὶ πολλὰ ἐκχέας δάκρυα εἶπε·
マルキウス自身は椅子から飛び上がり、母親に駆け寄って、かろうじて息をしている彼女を地面から抱き起こし、彼女を抱きしめて多くの涙を流しながらこう言った。
νικᾷς, ὦ μῆτερ, οὐκ εὐτυχῆ νίκην οὔτε σεαυτῇ οὔτʼ ἐμοί·
「勝ちましたね、母上。 あなたにとっても私にとっても、決して幸運ではない勝利を。
τὴν μὲν γὰρ πατρίδα σέσωκας, ἐμὲ δὲ τὸν εὐσεβῆ καὶ φιλόστοργον υἱὸν ἀπολώλεκας. §8.54.2ταῦτʼ εἰπὼν ἐπὶ τὴν σκηνὴν ἀπῄει κελεύσας ἀκολουθεῖν τήν τε μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, ἔνθα τὸν λοιπὸν τῆς ἡμέρας χρόνον σκοπούμενος σὺν αὐταῖς, ὅ τι χρὴ πράττειν, διετέλεσεν.
というのも、あなたは祖国を救いましたが、敬虔で親愛な息子である私を破滅させたからです」こう語ると、彼は母親、妻、子供たちに従うよう命じて幕舎へと戻り、そこでその日の残りの時間を彼女たちとともに、何をなすべきかを検討して過ごした。
ἦν δὲ τὰ δόξαντα αὐτοῖς τοιάδε·
彼らが決定したことは次のようであった。
περὶ μὲν τῆς καθόδου μήτε τὴν βουλὴν τέλος μηθὲν ἐκφέρειν εἰς τὸν δῆμον μήτʼ ἐκεῖνον ἐπιψηφίζειν, πρὶν ἂν τοῖς Οὐολούσκοις εὐτρεπῆ γένηται τὰ περὶ φιλίας καὶ καταλύσεως τοῦ πολέμου·
帰還については、ウォルスキ人との間で和平と戦争の終結に関する事柄が整うまでは、元老院も民衆に対して何の決議も上程せず、民衆もそれについて採決を行わないこと。
αὐτὸν δὲ τὴν στρατιὰν ἀναστήσαντα ὡς διὰ φιλίας γῆς ἀπάγειν·
また、彼自身は軍を撤収させ、友好的な土地を通過するかのように退去させること。
ὑποσχόντα δὲ τῆς ἀρχῆς λόγον καὶ τὰς εὐεργεσίας ἀποδειξάμενον ἀξιοῦν τοὺς ἐπιτρέψαντας αὐτῷ τὴν στρατιάν, μάλιστα μὲν φιλίᾳ δέχεσθαι τοὺς πολεμίους καὶ συνθήκας ποιήσασθαι δικαίας, αὐτῷ τὴν ἰσότητα καὶ τὸ μὴ σφαλῆναι περὶ τὰς ὁμολογίας ἐπιτρέψαντας.
そして、指揮権の弁明を行い、自身の功績を示した上で、自分に軍の指揮を委ねた人々に対して、極力、敵を友好的に受け入れ、公正な条約を結ぶよう要求すること。 その際、公平さを維持し、合意事項において騙されないようにする責任を彼に委ねるべきであるということ。
§8.54.3εἰ δʼ ἐπὶ τοῖς κατωρθωμένοις σφίσιν αὐθαδείας ἀναπιμπλάμενοι μὴ δέχοιντο τὰς διαλλαγάς, ἀφίστασθαι τῆς ἀρχῆς αὐτοῖς.
しかし、もし彼らが自分たちの成功に傲慢になり、和議を受け入れないならば、彼らのために指揮権を辞任すること。
ἢ γὰρ οὐχ ὑπομενεῖν αὐτοὺς ἄλλον τινὰ αἱρεῖσθαι στρατηγὸν διʼ ἀπορίαν ἀγαθοῦ ἡγεμόνος, ἢ παρακινδυνεύσαντας ὁτῳδήτινι παραδοῦναι τὰς δυνάμεις σὺν μεγάλῃ διδαχθήσεσθαι βλάβῃ τὴν τοῦ συμφέροντος αἵρεσιν.
というのも、優れた指導者の欠如のために彼らは他の誰かを将軍に選ぶことに耐えられないか、あるいは危険を冒して誰であれ適当な人物に軍勢を委ねたとしても、大きな損害を被ることで何が有益な選択であるかを身に染みて知るだろうからである。
τὰ μὲν δὴ βουλευθέντα αὐτοῖς καὶ δόξαντα δίκαιά τε καὶ ὅσια εἶναι, φήμης τʼ ἀγαθῆς ἐφʼ ᾗ μάλιστα ὁ ἀνὴρ ἐσπούδαζε παρὰ πᾶσι τευξόμενα, τοιάδε ἦν.
彼らが協議し、正しくかつ敬虔であると考え、またあの男が誰よりも重んじていた良き評判をすべての人々の間で勝ち取るであろうとみなした決定事項は、このようなものであった。
§8.54.4ἐτάραττε δέ τις αὐτ ὑποψία δέος ἔχουσα, μή ποτε ἀλόγιστος ὄχλος ἐν ἐλπίδι τοῦ καταπεπολεμηκέναι τὸ ἀντίπαλον ἤδη ὢν δι’ ὀργῆς ἀκράτου λάβῃ τὴν ἀποτυχίαν κἄπειτα ὡς προδότην αὐτὸν οὐδὲ λόγου μεταδοὺς αὐτοχειρίᾳ φθάσῃ διολέσας.
しかし、次のような恐怖を伴うある疑念が彼を動揺させていた。 すなわち、敵をすでに打ち負かしたという期待の中にいる無分別な群衆が、この失敗を抑えがたい怒りで受け止め、その結果、彼を裏切り者として弁明の機会も与えずに、自らの手で殺害してしまうのではないか、という疑念であった。
ἐδόκει οὖν αὐτοῖς καὶ τοῦτο καὶ εἴ τι ἄλλο δεινότερον εἴη κινδύνευμα σὺν ἀρετῇ σώζουσι τὴν πίστιν ὑπομένειν.
それゆえ、彼らは、この危険も、またこれよりさらに恐ろしい危険が他にあるとしても、徳とともに信義を守り抜きつつ、それを耐え忍ぶべきであると考えた。
ἐπεὶ δὲ περὶ δύσιν ἡλίου ἦν ἤδη, ἀσπασάμενοι ἀλλήλους ἐξῄεσαν ἐκ τῆς σκηνῆς· ἔπειθʼ
すでに日没の頃になったので、彼らは互いに挨拶を交わして幕舎から出て行った。
§8.54.5αἱ μὲν γυναῖκες εἰς τὴν πόλιν ἀπῄεσαν, ὁ δὲ Μάρκιος ἐν ἐκκλησίᾳ τὰς αἰτίας ἀποδοὺς τοῖς παροῦσι, διʼ ἃς ἔμελλε λύειν τὸν πόλεμον, καὶ πολλὰ τῶν στρατιωτῶν δεηθεὶς συγγνῶναί τʼ αὐτῷ καί, ἐπειδὰν οἴκαδε ἀφίκωνται, μεμνημένους ὧν ἔπαθον εὖ τοῦ μηθὲν ὑπὸ τῶν ἄλλων ἀνήκεστον παθεῖν συναγωνιστὰς γενέσθαι, καὶ ἄλλα πολλὰ καὶ ἐπαγωγὰ διαλεχθεὶς παρασκευάζεσθαι ἐκέλευσεν ὡς τῇ ἐπιούσῃ νυκτὶ ἀναστρατοπεδεύσοντας.
その後、女たちは市へと戻って行き、マルキウスは集会において、居合わせた人々に対して自分がなぜ戦争を終わらせるつもりなのかその理由を説明し、さらに兵士たちに、自分を許してくれること、また、家路に着いたときには、かつて受けた恩義を心に留めて、他の人々から何も取り返しのつかない不利益を被ることがないよう、ともに戦う仲間となってくれることを強く懇願した。 そしてその他多くの魅力的な言葉をかけた後、明くる夜に撤退できるよう準備を整えるよう命じた。