§8.56.1εἴη δʼ ἂν ἁρμόττον ἱστορίας σχήματι καὶ ἐπανορθώσεως ἕνεκα τῶν οἰομένων μήτʼ ἐπὶ ταῖς τιμαῖς ταῖς παρʼ ἀνθρώπων χαίρειν τοὺς θεοὺς μήτʼ ἐπὶ ταῖς ἀνοσίοις καὶ ἀδίκοις πράξεσιν ἀγανακτεῖν, τὸ δηλῶσαι τὴν γενομένην ἐπιφάνειαν τῆς θεοῦ κατʼ ἐκεῖνον τὸν χρόνον οὐχ ἅπαξ, ἀλλὰ καὶ δίς, ὡς αἱ τῶν ἱεροφαντῶν περιέχουσι γραφαί, ἵνα τοῖς μὲν εὐλαβεστέροις περὶ τὸ συνέχειν, ἃς παρὰ τῶν προγόνων δόξας ὑπὲρ τοῦ δαιμονίου παρέλαβον, ἀμεταμέλητος ἡ τοιαύτη προαίρεσις καὶ βεβαία διαμένῃ, τοῖς δʼ ὑπερορῶσι τῶν πατρίων ἐθισμῶν καὶ μηθενὸς ποιοῦσι τὸ δαιμόνιον τῶν ἀνθρωπίνων λογισμῶν κύριον μάλιστα μὲν ἀναθέσθαι ταύτην τὴν δόξαν, εἰ δʼ ἀνιάτως ἔχουσιν ἔτι μᾶλλον αὐτοῖς ἀπεχθάνεσθαι καὶ κακοδαιμονεστέροις εἶναι.
歴史の叙述の形式に適しており、また、神々は人間からの名誉を喜ぶこともなければ、不敬で不義な行為に憤ることもないと考える者たちを正すためにも、あの時期に一度ならず二度までも神の顕現があったことを明らかにすることは適しているであろう。 これは神官たちの記録に記されている通りであり、これによって、より信心深い人々にとっては、神的なものについて先祖から受け継いだ考えを保持することに関して、そのような決意が後悔のない確固たるものとして留まり、一方で、先祖伝来の習わしを軽視し、神的なものを人間のいかなる思慮の支配者ともしない者たちにとっては、何よりもまずこの考えを捨てること、また、もし彼らが治療不可能であるならば、神々にいっそう憎まれ、より不運な者となることが適しているであろう。
§8.56.2ἱστορεῖται τοίνυν, ὅτι τῆς βουλῆς ψηφισαμένης ἐκ τοῦ δημοσίου πάσας ἐπιχορηγηθῆναι τὰς εἰς τὸν νεών τε καὶ τὸ ξόανον δαπάνας, ἕτερον δʼ ἄγαλμα κατασκευασαμένων τῶν γυναικῶν ἀφʼ ὧν αὐταὶ συνήνεγκαν χρημάτων, ἀνατεθέντων τʼ αὐτῶν ἀμφοτέρων ἅμα ἐν τῇ πρώτῃ τῆς ἀνιερώσεως ἡμέρᾳ, θάτερον τῶν ἀφιδρυμάτων, ὃ κατεσκευάσανθʼ αἱ γυναῖκες, ἐφθέγξατο πολλῶν παρουσῶν γλώττῃ Λατίνῃ φωνὴν εὐσύνετόν τε καὶ γεγωνόν·
そこで次のように伝えられている。 元老院が神殿と木像にかかるすべての費用を公費から賄うことを決議したのに対し、女たちは自分たちが持ち寄った資金でもう一つの像を製作し、奉献の最初の日にその両方が同時に安置されたとき、女たちが製作した方の像が、多くの人々が立ち会う中で、ラテン語の明瞭かつ大きな声で語りかけた。
ἧς ἐστι φωνῆς ἐξερμηνευόμενος ὁ νοῦς εἰς τὴν Ἑλλάδα διάλεκτον τοιόσδε·
その声の意味をギリシア語に訳せば、次のようなものである。
ὁσίῳ §8.56.3πόλεως νόμῳ γυναῖκες γαμεταὶ δεδώκατέ με.
「都市の聖なる掟により、妻たる女たちよ、汝らは私を捧げた。
οἷα δὲ φιλεῖ γίνεσθαι περὶ τὰς παραδόξους φωνάς τε καὶ ὄψεις, πολλὴ ταῖς παρούσαις ἐνέπιπτεν ἀπιστία, μή ποτʼ οὐ τὸ ξόανον εἴη τὸ φθεγξάμενον, ἀνθρωπίνη δέ τις φωνή·
」しかし、不思議な声や光景についてよく起こることであるが、立ち会っていた女たちの間に、語りかけたのは木像ではなく、誰か人間の声ではないかという大きな不信が生じた。
μάλιστα δʼ ὅσαι πρὸς ἄλλῳ τινὶ τὸν νοῦν ἔχουσαι τηνικαῦτα ἔτυχον, οὐκ ἰδοῦσαι τὸ φθεγγόμενον, ὅ τι ποτʼ ἦν, ταύτην εἶχον τὴν πρὸς τὰς ἰδούσας ἀπιστίαν.
とりわけ、そのとき他のことに心を奪われており、語りかけているのが何であるかを目にしていなかった者たちは、それを目にした者たちに対してそのような不信を抱いた。
ἔπειτʼ αὖθις πληθύοντος τοῦ νεὼ καὶ σιωπῆς πλείστης κατὰ δαίμονα γενομένης ἐν μείζονι φωνῇ ταὐτὸ ξόανον ἐφθέγξατο τὴν αὐτὴν λέξιν, ὥστε μηδὲν ἔτι εἶναι τὸ ἀμφίλογον.
その後、再び神殿が人で満ち、神的な配慮によって深い静寂が訪れたとき、同じ木像がより大きな声で同じ言葉を語りかけたので、もはや疑う余地は全くなくなった。
ἡ μὲν οὖν βουλὴ ὡς. §8.56.4ταῦτʼ ἔμαθεν ἐψηφίσατο θυσίας ἄλλας καὶ σεβασμούς, οὓς ἂν οἱ τῶν ἱερῶν ἐξηγηταὶ παραδῶσι καθʼ ἕκαστον ἔτος ἐπιτελεῖν.
そこで元老院は、これを知ると、祭儀の解釈者たちが伝えるところに従って、毎年執り行うべき他の犠牲式や崇拝を議決した。
αἱ δὲ γυναῖκες ἐν ἔθει κατεστήσαντο τῇ τῆς ἱερείας χρησάμεναι γνώμῃ, τῷ ξοάνῳ τούτῳ μήτε στεφάνους ἐπιτιθέναι μήτε χεῖρας προσφέρειν γυναῖκας, ὅσαι δευτέρων ἐπειράθησαν γάμων, τὴν δὲ τιμὴν καὶ θεραπείαν αὐτοῦ πᾶσαν ἀποδεδόσθαι ταῖς νεογάμοις.
そして女たちは、女祭司の意見に従って、再婚を経験した女はこの木像に冠を捧げることも手を触れることもせず、そのすべての名誉と奉仕は新婚の女たちに委ねられるべきであることを慣行とした。
ἀλλὰ περὶ μὲν τούτων οὔτε παρελθεῖν τὴν ἐπιχώριον ἱστορίαν καλῶς εἶχεν, οὔτε πλείονα περὶ αὐτῆς ποιεῖσθαι λόγον.
しかし、これらのことについては、現地の歴史を素通りするのも良くないが、それについてこれ以上詳しく語るのも適切ではない。
ἐπάνειμι δʼ, ὅθεν εἰς τοῦτον ἐξέβην τὸν λόγον.
私は、この話へと逸れることになった元の箇所へと戻ることにする。