§8.55.1Ῥωμαῖοι δʼ ὡς ἔμαθον, ὅτι λέλυται σφῶν ὁ κίνδυνος· ἔφθασε γὰρ τῶν γυναικῶν τὴν παρουσίαν προλαβοῦσα ἡ φήμη· σὺν πολλῇ χαρᾷ καταλιπόντες τὴν πόλιν ἔθεον ἔξω καὶ ὑπήντων ταῖς γυναιξὶν ἀσπασμοὺς καὶ παιᾶνας καὶ πάνθʼ ὅσα ἐκ μεγάλων κινδύνων εἰς ἀδόκητον εὐτυχίαν ἄνθρωποι καταστάντες πράττουσί τε καὶ λέγουσιν ὑπὸ χαρᾶς, τὰ μὲν ἀθρόοι, §8.55.2τὰ δε καθʼ ἕνα ἕκαστον ἀποδεικνύμενοι.
罗马人一得知他们的危险已经解除——因为传言在妇女们到来之前就已经提前传到了——便怀着极大的喜悦离开城市,向外奔跑去迎接妇女们。 他们或成群结队,或单独一人,向她们致以问候、齐唱凯歌,并展现出人们在经历巨大危险而获得意外好运时因喜悦所做所说的一切。
ἐκείνην μὲν οὖν τὴν νύκτα ἐν θαλείαις τε καὶ εὐπαθείαις διετέλεσαν, τῇ δʼ ἑξῆς ἡμέρᾳ συναχθεῖσα ὑπὸ τῶν ὑπάτων ἡ βουλὴ περὶ μὲν τοῦ Μαρκίου γνώμην ἀπεδείξαντο εἰς ἑτέρους ἀναβάλλεσθαι καιροὺς ἐπιτηδειοτέρους τὰς δοθησομένας αὐτῷ τιμάς· ταῖς δὲ γυναιξὶν ἔπαινόν τʼ ἀποδεδόσθαι τῆς προθυμίας παλαιᾷ δημοσίᾳ γραφῇ μνήμην οἴσοντα ἐκ τῶν ἐπιγινομένων αἰώνιον, καὶ γέρας, ὅ τι ἂν αὐταῖς λαβούσαις ἥδιστόν τε καὶ τιμιώτατον ἔσεσθαι μέλλῃ· καὶ ὁ δῆμος ἐπεκύρωσε ταῦτα.
那一夜,他们便在宴乐和欢愉中度过;但在次日,由执政官召集的元老院发表意见,关于马尔基乌斯,将要给予他的荣誉推迟到其他更合适的时机;而对于妇女们,则决定用古老的官方记录来对她们的赤诚给予赞赏,以便为后世留下永久的纪念,并赐予一笔对她们而言最愉快、最体面的恩赏;民众也批准了这些决定。
§8.55.3ταῖς δὲ γυναιξὶ βουλευσαμέναις εἰσῆλθεν ἐπιφθόνου μὲν δωρεᾶς μηδεμιᾶς δεῖσθαι, ἀξιοῦν δʼ ἐπιτρέψαι σφίσι τὴν βουλὴν ἐπὶ τύχης γυναικῶν ἱδρύσασθαι ἱερόν, ἐν ᾧ τὰς περὶ τῆς πόλεως ἐποιήσαντο λιτὰς χωρίῳ, θυσίας τε καθʼ ἕκαστον ἔτος αὐτῇ συνιούσας ἐπιτελεῖν ἐν ᾗ τὸν πόλεμον ἔλυσαν ἡμέρᾳ.
妇女们经商议后,认为不应请求任何会招致嫉妒的礼物,而是请求元老院允许她们在为城邦进行祈祷的那个地方建立一座“妇女幸运”的神殿,并在每年她们结束战争的那一天聚集起来,向该女神奉献祭品。
ἡ μέντοι βουλὴ καὶ ὁ δῆμος ἀπὸ τῶν κοινῶν ἐψηφίσαντο χρημάτων τέμενός τʼ ὠνηθὲν καθιερωθῆναι τῇ θεῷ, καὶ ἐν αὐτῷ νεὼν καὶ βωμόν, ὡς ἂν οἱ ἱερομνήμονες ἐξηγῶνται, συντελεσθῆναι, θυσίας τε προσάγεσθαι δημοτελεῖς καταρχομένης τῶν ἱερῶν γυναικός, ἣν ἂν ἀποδείξωσιν αὐταὶ λειτουργὸν τῶν ἱερῶν.
然而,元老院和民众决议用公款购买一片圣地并奉献给女神,且在其中建造一座神殿和祭坛(正如祭司们所指导的那样),并举行由妇女主持祭礼的公共祭祀,而这名妇女由她们自己指定为祭礼的侍奉者。
§8.55.4ταῦτα τῆς βουλῆς ψηφισαμένης ἱέρεια μὲν ὑπὸ τῶν γυναικῶν ἀπεδείχθη τότε πρῶτον ἡ τὴν γνώμην αὐταῖς εἰσηγησαμένη περὶ τῆς πρεσβείας Οὐαλερία καὶ τὴν μητέρα τοῦ Μαρκίου πείσασα συλλαβέσθαι σφίσι τῆς ἐξόδου.
元老院作此决议后,当时首先向她们提出使团建议、并说服马尔基乌斯的母亲与她们一同出城的瓦莱里娅,被妇女们选为第一任女祭司。
θυσίαν δὲ πρώτην αἱ γυναῖκες ἔθυσαν ὑπὲρ τοῦ δήμου καταρχομένης τῶν ἱερῶν τῆς Οὐαλερίας ἐπὶ τοῦ κατασκευασθέντος ἐν τῷ τεμένει βωμοῦ, πρὶν ἢ τὸν νεὼν καὶ τὸ ξόανον ἀνασταθῆναι, μηνὶ Δεκεμβρίῳ τοῦ κατόπιν ἐνιαυτοῦ, τῇ νέᾳ σελήνῃ, ἣν Ἕλληνες μὲν νουμηνίαν, Ῥωμαῖοι δὲ καλάνδας καλοῦσιν· αὕτη γὰρ ἦν ἡ λύσασα τὸν πόλεμον ἡμέρα.
在神殿和木制神像落成之前,妇女们在圣地里建起的祭坛上,由瓦莱里娅主持祭礼,为民众献上了第一次祭祀,时间是在次年十二月的新月之日,希腊人称之为新月,而罗马人则称之为卡兰德(Kalends);因为这一天正是结束战争的日子。
ἐνιαυτῷ δʼ ὕστερον ἑτέρῳ μετὰ τὴν πρώτην θυσίαν ὁ κατασκευασθεὶς ἐκ τῶν δημοσίων χρημάτων νεὼς συνετελέσθη τε καὶ καθιερώθη Κοιντιλίου μηνὸς ἑβδόμῃ μάλιστα κατὰ σελήνην· §8.55.5αὕτη δὲ κατὰ Ῥωμαίους ἐστὶν ὁ προηγουμένη τῶν Κοιντιλίων νωνῶν ἡμέρα.
在第一次祭祀的一年之后,用公款建造的神殿宣告落成,并于昆蒂利斯月(七月)的第七日(主要依据月相)举行了奉献礼;按照罗马人的历法,这一天正是昆蒂利斯月诺奈(Nones)的前一天。
ὁ δὲ καθιερώσας αὐτὸν ἦν Πρόκλος Οὑεργίνιος ἅτερος τῶν ὑπάτων.
而主持奉献礼的是普罗库鲁斯·维尔吉尼乌斯,两位执政官之一。