§8.54.1ταῦτʼ εἰποῦσα ἔρριψεν ἑαυτὴν χαμαὶ καὶ περιπλέξασα ταῖς χερσὶν ἀμφοτέραις τοὺς πόδας τοῦ Μαρκίου κατεφίλησε.
说完这些话,她把自己投在地上,两手抱住马尔基乌斯的双脚,吻了它们。
πεσούσης δʼ αὐτῆς αἱ μὲν γυναῖκες ἀνεβόησαν ἅμα πᾶσαι κωκυτὸν ὀξὺν καὶ μακρόν, οἱ δʼ ἐν τῷ συνεδρίῳ παρόντες Οὐολούσκων οὐκ ἠνέσχοντο τὴν ἀήθειαν τῆς ὄψεως, ἀλλʼ ἀπεστράφησαν.
随着她倒下,妇女们同时发出一阵尖锐而漫长的哭号,而在会议中在场的沃尔斯奇人无法忍受这一不寻常的情景,转过脸去。
αὐτὸς δʼ ὁ Μάρκιος ἀναλόμενος ἐκ τοῦ δίφρου καὶ περιπεσὼν τῇ μητρὶ ἀνίστησιν αὐτὴν ἀπὸ τῆς γῆς ὀλίγον ἐμπνέουσαν, καὶ περιβαλὼν καὶ πολλὰ ἐκχέας δάκρυα εἶπε· νικᾷς, ὦ μῆτερ, οὐκ εὐτυχῆ νίκην οὔτε σεαυτῇ οὔτʼ ἐμοί· τὴν μὲν γὰρ πατρίδα σέσωκας, ἐμὲ δὲ τὸν εὐσεβῆ καὶ φιλόστοργον υἱὸν ἀπολώλεκας.
马尔基乌斯本人从椅子上跃起,扑到母亲身边,把微弱呼吸着的她从地上扶起来,并拥抱着她,流下许多眼泪说道:“你赢了,母亲,赢得了一场对你和对我都不幸的胜利;因为你救了祖国,却毁灭了我这个虔敬而挚爱你的儿子。
§8.54.2ταῦτʼ εἰπὼν ἐπὶ τὴν σκηνὴν ἀπῄει κελεύσας ἀκολουθεῖν τήν τε μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, ἔνθα τὸν λοιπὸν τῆς ἡμέρας χρόνον σκοπούμενος σὺν αὐταῖς, ὅ τι χρὴ πράττειν, διετέλεσεν.
” 说完这些话,他朝自己的帐篷走去,命令母亲、妻子和孩子们跟随他,在那里他与她们一起商量下一步该怎么做,度过了这一天剩下的时间。
ἦν δὲ τὰ δόξαντα αὐτοῖς τοιάδε· περὶ μὲν τῆς καθόδου μήτε τὴν βουλὴν τέλος μηθὲν ἐκφέρειν εἰς τὸν δῆμον μήτʼ ἐκεῖνον ἐπιψηφίζειν, πρὶν ἂν τοῖς Οὐολούσκοις εὐτρεπῆ γένηται τὰ περὶ φιλίας καὶ καταλύσεως τοῦ πολέμου· αὐτὸν δὲ τὴν στρατιὰν ἀναστήσαντα ὡς διὰ φιλίας γῆς ἀπάγειν· ὑποσχόντα δὲ τῆς ἀρχῆς λόγον καὶ τὰς εὐεργεσίας ἀποδειξάμενον ἀξιοῦν τοὺς ἐπιτρέψαντας αὐτῷ τὴν στρατιάν, μάλιστα μὲν φιλίᾳ δέχεσθαι τοὺς πολεμίους καὶ συνθήκας ποιήσασθαι δικαίας, αὐτῷ τὴν ἰσότητα καὶ τὸ μὴ σφαλῆναι περὶ τὰς ὁμολογίας ἐπιτρέψαντας.
他们所决定的事情如下:关于他的归国,在与沃尔斯奇人就友好及结束战争的事宜安排妥当之前,元老院不向民众提交任何最终决议,民众也不对此进行表决;他自己则在拔营后,如同通过友好的土地一样将军队撤走;在对他的指挥权作出交代并展示了他的功勋之后,他应该请求那些将军队托付给他的人,尽最大可能以友好的态度对待敌人并缔结公正的条约,同时将确保平等和在协定中不被欺骗的责任托付给他。
§8.54.3εἰ δʼ ἐπὶ τοῖς κατωρθωμένοις σφίσιν αὐθαδείας ἀναπιμπλάμενοι μὴ δέχοιντο τὰς διαλλαγάς, ἀφίστασθαι τῆς ἀρχῆς αὐτοῖς.
如果他们因自身的成功而变得骄横,不接受和解,那么他就向他们交还指挥权。
ἢ γὰρ οὐχ ὑπομενεῖν αὐτοὺς ἄλλον τινὰ αἱρεῖσθαι στρατηγὸν διʼ ἀπορίαν ἀγαθοῦ ἡγεμόνος, ἢ παρακινδυνεύσαντας ὁτῳδήτινι παραδοῦναι τὰς δυνάμεις σὺν μεγάλῃ διδαχθήσεσθαι βλάβῃ τὴν τοῦ συμφέροντος αἵρεσιν.
因为,由于缺乏优秀的领袖,他们要么无法容忍另选他人做将军,要么冒险将兵力交托给随随往往的什么人,从而在遭受巨大损失的过程中学会什么才是真正有利的选择。
τὰ μὲν δὴ βουλευθέντα αὐτοῖς καὶ δόξαντα δίκαιά τε καὶ ὅσια εἶναι, φήμης τʼ ἀγαθῆς ἐφʼ ᾗ μάλιστα ὁ ἀνὴρ ἐσπούδαζε παρὰ πᾶσι τευξόμενα, τοιάδε ἦν.
他们所协商并认为既公正又神圣、且将在所有人中赢得那个人最为追求的好名声的决定,便是如此。
§8.54.4ἐτάραττε δέ τις αὐτ ὑποψία δέος ἔχουσα, μή ποτε ἀλόγιστος ὄχλος ἐν ἐλπίδι τοῦ καταπεπολεμηκέναι τὸ ἀντίπαλον ἤδη ὢν δι’ ὀργῆς ἀκράτου λάβῃ τὴν ἀποτυχίαν κἄπειτα ὡς προδότην αὐτὸν οὐδὲ λόγου μεταδοὺς αὐτοχειρίᾳ φθάσῃ διολέσας.
然而,一种带着恐惧的猜疑使他心烦意乱,那就是:已经指望彻底战胜对手的盲目大众,会以极其愤怒的态度来对待这次失败,然后将他视为叛徒,连辩解的机会都不给,就先下手为强用自己的手将他除掉。
ἐδόκει οὖν αὐτοῖς καὶ τοῦτο καὶ εἴ τι ἄλλο δεινότερον εἴη κινδύνευμα σὺν ἀρετῇ σώζουσι τὴν πίστιν ὑπομένειν.
因此,他们认为,即使是这一危险,或者其他任何更可怕的危险,只要能以美德守住信义,就应该予以忍受。
ἐπεὶ δὲ περὶ δύσιν ἡλίου ἦν ἤδη, ἀσπασάμενοι ἀλλήλους ἐξῄεσαν ἐκ τῆς σκηνῆς·
到了将近落日时分,他们互相告别,走出了帐篷。
ἔπειθʼ §8.54.5αἱ μὲν γυναῖκες εἰς τὴν πόλιν ἀπῄεσαν, ὁ δὲ Μάρκιος ἐν ἐκκλησίᾳ τὰς αἰτίας ἀποδοὺς τοῖς παροῦσι, διʼ ἃς ἔμελλε λύειν τὸν πόλεμον, καὶ πολλὰ τῶν στρατιωτῶν δεηθεὶς συγγνῶναί τʼ αὐτῷ καί, ἐπειδὰν οἴκαδε ἀφίκωνται, μεμνημένους ὧν ἔπαθον εὖ τοῦ μηθὲν ὑπὸ τῶν ἄλλων ἀνήκεστον παθεῖν συναγωνιστὰς γενέσθαι, καὶ ἄλλα πολλὰ καὶ ἐπαγωγὰ διαλεχθεὶς παρασκευάζεσθαι ἐκέλευσεν ὡς τῇ ἐπιούσῃ νυκτὶ ἀναστρατοπεδεύσοντας.
随后,妇女们回到了城里,而马尔基乌斯在集会中向在场的人说明了他打算结束战争的原因,并多次请求士兵们宽恕他,且在回到家乡时,能记住他们曾得到的恩惠,成为他的共同奋斗者,使他免受其他人任何无可挽回的伤害;并在说了许多其他动人且有说服力的话之后,命令他们做好准备,以便在次日夜里拔营撤军。