§8.53.1ἐὰν δὲ προπηλακίσῃς τὴν σεαυτοῦ μητέρα καὶ ἄτιμον ἀπολύσῃς, ὅ τι μὲν αὐτῷ σοι συμβήσεται διὰ ταῦτα παθεῖν, οὐκ ἔχω λέγειν, μαντεύομαι δʼ οὐδὲν εὐτυχές.
だが、もしあなたがあなた自身の母親を侮辱し、不名誉なまま去らせるなら、これら(の行為)のゆえにあなた自身にどのような目に遭うことが起こるか、私は言うことができないが、幸運なことは何一つ予言しない。
ὅτι δʼ ἐὰν καὶ τἆλλα πάντα εὐδαιμονῇς, ἔστω γάρ, ἡ διʼ ἐμὲ καὶ τὰς ἐμὰς συμφορὰς παρακολουθήσουσά σοι καὶ οὐδέποτε ἀνήσουσα τὴν ψυχὴν ὀδύνη πάντων ἀγαθῶν σοι ἀνόνητον ποιήσει τὸν βίον, εὖ οἶδα.
しかし、たとえ他のすべての点であなたが幸福であろうとも――そうであると仮定しよう――、私と私の不幸のゆえにあなたに付き従い、決してあなたの魂を離れることのない苦痛が、あらゆる善きものにおいてあなたの生を無益なものにするだろうということは、私はよく知っている。
§8.53.2οὐ γὰρ ἀνέξεται Οὐετουρία τὴν δεινὴν καὶ ἀνήκεστον ὕβριν ἐν τοσούτοις μάρτυσιν ὑβρισθεῖσα τὸν ἐλάχιστον βιῶναι χρόνον, ἀλλʼ ἐν τοῖς ἁπάντων ὑμῶν φίλων τε καὶ ἐχθρῶν ὄμμασιν ἐμαυτὴν διαχρήσομαι, βαρεῖαν ἀρὰν καὶ δεινὰς ἐρινύας ἀντʼ ἐμαυτῆς καταλιποῦσά σοι τιμωρούς.
なぜなら、ウェトゥリアは、これほど多くの証人の前で恐ろしく取り返しのつかない屈辱を受けた後、極めて短い時間であっても生き長らえることに耐えられないからである。 そうではなく、あなたたちの味方および敵のすべての目の前で、私は自らを殺し、私自身の代わりに、重い呪いと恐ろしい復讐の女神たちを、あなたに対する復讐者として残すであろう。
§8.53.3ὧν μὴ δεήσειεν, ὦ θεοὶ τῆς Ῥωμαίων φύλακες ἡγεμονίας, ἀλλʼ εὐσεβεῖς καὶ καλοὺς δοίητε Μαρκίῳ λογισμούς·
そのようなことが必要になりませんように、ローマの支配の守護神たる神々よ。 そうではなく、マルキウスに敬虔で美しい考えをお与えください。
καὶ ὥσπερ ἄρτι προσιούσῃ μοι τούς τε πελέκεις ἀπέθετο καὶ τὰς ῥάβδους ἔκλινε καὶ τὸν δίφρον ἀπὸ τοῦ βήματος ἔθηκε χαμαὶ δῆλον ἅπασι βουλόμενος ποιῆσαι, ὅτι τῶν μὲν ἄλλων ἄρχειν αὐτῷ προσῆκεν, ὑπὸ δὲ τῆς μητρὸς ἄρχεσθαι·
そして、先ほど、私が近づいたときに、彼が斧を脇に置き、束鞭を傾け、演壇から椅子を地面に下ろしたように――(それは)他の人々を支配することは彼にふさわしいが、母親に支配されることは彼にふさわしいということを、すべての人に明らかにすることを望んでのことであったが――、そのように、今もあなた方(神々)は私を名誉ある、誰もが仰ぎ見る存在にしてください。
οὕτω καὶ νῦν τιμίαν καὶ περίβλεπτόν με ποιήσετε, καὶ χαρισάμενος τὴν κοινὴν πατρίδα ἀντὶ κακοδαιμονεστάτης εὐδαιμονεστάτην ἀποδείξειέ με πασῶν γυναικῶν.
そして、彼が共通の祖国を恵むことによって、私を、すべての女性の中で最も不幸せな者の代わりに最も幸せな者にしてくれますように。
§8.53.4εἰ δὲ ὅσιόν ἐστι καὶ θεμιτὸν υἱοῦ γόνασι μητέρα προσκυλίεσθαι, καὶ τοῦτο καὶ πᾶν ἄλλο ταπεινὸν σχῆμα καὶ λειτούργημα ὑπομενῶ σωτηρίας ἕνεκα τῆς πατρίδος.
また、もし母親が息子の膝の元に身を投げ伏すことが、神聖で許されることであるならば、私は祖国の救いのために、この(姿勢)をも、また他のあらゆる卑下した姿勢や奉仕をも耐え忍ぶであろう。