§8.54.1ταῦτʼ εἰποῦσα ἔρριψεν ἑαυτὴν χαμαὶ καὶ περιπλέξασα ταῖς χερσὶν ἀμφοτέραις τοὺς πόδας τοῦ Μαρκίου κατεφίλησε.
Saying this, she threw herself on the ground, and clasping Marcius' feet with both hands, kissed them.
πεσούσης δʼ αὐτῆς αἱ μὲν γυναῖκες ἀνεβόησαν ἅμα πᾶσαι κωκυτὸν ὀξὺν καὶ μακρόν, οἱ δʼ ἐν τῷ συνεδρίῳ παρόντες Οὐολούσκων οὐκ ἠνέσχοντο τὴν ἀήθειαν τῆς ὄψεως, ἀλλʼ ἀπεστράφησαν.
When she fell, the women all at once set up a sharp and long wailing, while the Volscians present in the council could not bear the unusual sight, but turned away.
αὐτὸς δʼ ὁ Μάρκιος ἀναλόμενος ἐκ τοῦ δίφρου καὶ περιπεσὼν τῇ μητρὶ ἀνίστησιν αὐτὴν ἀπὸ τῆς γῆς ὀλίγον ἐμπνέουσαν, καὶ περιβαλὼν καὶ πολλὰ ἐκχέας δάκρυα εἶπε· νικᾷς, ὦ μῆτερ, οὐκ εὐτυχῆ νίκην οὔτε σεαυτῇ οὔτʼ ἐμοί· τὴν μὲν γὰρ πατρίδα σέσωκας, ἐμὲ δὲ τὸν εὐσεβῆ καὶ φιλόστοργον υἱὸν ἀπολώλεκας. §8.54.2ταῦτʼ εἰπὼν ἐπὶ τὴν σκηνὴν ἀπῄει κελεύσας ἀκολουθεῖν τήν τε μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, ἔνθα τὸν λοιπὸν τῆς ἡμέρας χρόνον σκοπούμενος σὺν αὐταῖς, ὅ τι χρὴ πράττειν, διετέλεσεν.
Marcius himself, leaping up from his chair and rushing to his mother, raised her from the ground, breathing but little, and embracing her and shedding many tears, said: "You conquer, O mother, a victory not fortunate either for yourself or for me; for you have saved your fatherland, but you have destroyed me, your pious and affectionate son." Saying this, he departed to his tent, ordering his mother, his wife, and his children to follow him, where he spent the rest of the day considering with them what ought to be done.
ἦν δὲ τὰ δόξαντα αὐτοῖς τοιάδε· περὶ μὲν τῆς καθόδου μήτε τὴν βουλὴν τέλος μηθὲν ἐκφέρειν εἰς τὸν δῆμον μήτʼ ἐκεῖνον ἐπιψηφίζειν, πρὶν ἂν τοῖς Οὐολούσκοις εὐτρεπῆ γένηται τὰ περὶ φιλίας καὶ καταλύσεως τοῦ πολέμου· αὐτὸν δὲ τὴν στρατιὰν ἀναστήσαντα ὡς διὰ φιλίας γῆς ἀπάγειν· ὑποσχόντα δὲ τῆς ἀρχῆς λόγον καὶ τὰς εὐεργεσίας ἀποδειξάμενον ἀξιοῦν τοὺς ἐπιτρέψαντας αὐτῷ τὴν στρατιάν, μάλιστα μὲν φιλίᾳ δέχεσθαι τοὺς πολεμίους καὶ συνθήκας ποιήσασθαι δικαίας, αὐτῷ τὴν ἰσότητα καὶ τὸ μὴ σφαλῆναι περὶ τὰς ὁμολογίας ἐπιτρέψαντας.
And the things decided upon by them were as follows: regarding his return, neither the senate should bring any final proposal before the people, nor should the people vote upon it, until the matters concerning friendship and the termination of the war should be settled with the Volscians; and he himself, having broken camp, should lead the army away as through a friendly country; and having given an account of his command and demonstrated his services, he should request of those who had entrusted the army to him that they should especially receive the enemy in friendship and make a just treaty, having entrusted to him the maintenance of equality and the avoidance of deception concerning the agreements.
§8.54.3εἰ δʼ ἐπὶ τοῖς κατωρθωμένοις σφίσιν αὐθαδείας ἀναπιμπλάμενοι μὴ δέχοιντο τὰς διαλλαγάς, ἀφίστασθαι τῆς ἀρχῆς αὐτοῖς.
But if, filled with arrogance because of their successes, they should not accept the reconciliation, he should resign his command to them.
ἢ γὰρ οὐχ ὑπομενεῖν αὐτοὺς ἄλλον τινὰ αἱρεῖσθαι στρατηγὸν διʼ ἀπορίαν ἀγαθοῦ ἡγεμόνος, ἢ παρακινδυνεύσαντας ὁτῳδήτινι παραδοῦναι τὰς δυνάμεις σὺν μεγάλῃ διδαχθήσεσθαι βλάβῃ τὴν τοῦ συμφέροντος αἵρεσιν.
For either they would not tolerate choosing any other general due to the lack of a good leader, or, if they ran the risk of handing over the forces to just anyone, they would be taught, to their great harm, the choice of what was advantageous.
τὰ μὲν δὴ βουλευθέντα αὐτοῖς καὶ δόξαντα δίκαιά τε καὶ ὅσια εἶναι, φήμης τʼ ἀγαθῆς ἐφʼ ᾗ μάλιστα ὁ ἀνὴρ ἐσπούδαζε παρὰ πᾶσι τευξόμενα, τοιάδε ἦν.
These, indeed, were the decisions and plans resolved upon by them, which seemed to be both just and holy, and destined to win among all men that good reputation which the man especially strived for.
§8.54.4ἐτάραττε δέ τις αὐτ ὑποψία δέος ἔχουσα, μή ποτε ἀλόγιστος ὄχλος ἐν ἐλπίδι τοῦ καταπεπολεμηκέναι τὸ ἀντίπαλον ἤδη ὢν δι’ ὀργῆς ἀκράτου λάβῃ τὴν ἀποτυχίαν κἄπειτα ὡς προδότην αὐτὸν οὐδὲ λόγου μεταδοὺς αὐτοχειρίᾳ φθάσῃ διολέσας.
But a certain suspicion, carrying fear, disturbed him, lest an unthinking multitude, already in expectation of having subdued their opponents, should take this failure with unmitigated anger, and then, regarding him as a traitor without even giving him a hearing, should anticipate him by destroying him with their own hands.
ἐδόκει οὖν αὐτοῖς καὶ τοῦτο καὶ εἴ τι ἄλλο δεινότερον εἴη κινδύνευμα σὺν ἀρετῇ σώζουσι τὴν πίστιν ὑπομένειν.
Therefore, it seemed best to them to endure both this and any other more terrible danger that might arise, while preserving their good faith along with virtue.
ἐπεὶ δὲ περὶ δύσιν ἡλίου ἦν ἤδη, ἀσπασάμενοι ἀλλήλους ἐξῄεσαν ἐκ τῆς σκηνῆς· ἔπειθʼ §8.54.5αἱ μὲν γυναῖκες εἰς τὴν πόλιν ἀπῄεσαν, ὁ δὲ Μάρκιος ἐν ἐκκλησίᾳ τὰς αἰτίας ἀποδοὺς τοῖς παροῦσι, διʼ ἃς ἔμελλε λύειν τὸν πόλεμον, καὶ πολλὰ τῶν στρατιωτῶν δεηθεὶς συγγνῶναί τʼ αὐτῷ καί, ἐπειδὰν οἴκαδε ἀφίκωνται, μεμνημένους ὧν ἔπαθον εὖ τοῦ μηθὲν ὑπὸ τῶν ἄλλων ἀνήκεστον παθεῖν συναγωνιστὰς γενέσθαι, καὶ ἄλλα πολλὰ καὶ ἐπαγωγὰ διαλεχθεὶς παρασκευάζεσθαι ἐκέλευσεν ὡς τῇ ἐπιούσῃ νυκτὶ ἀναστρατοπεδεύσοντας.
And when it was already about sunset, they embraced one another and went out of the tent; then the women went back to the city, while Marcius, in an assembly, gave to those present the reasons for which he was about to dissolve the war, and begged of the soldiers many times to pardon him and, when they arrived home, remembering the benefits they had received, to become his fellow-combatants to prevent his suffering anything irremediable at the hands of the others; and after speaking many other persuasive words, he ordered them to make preparations to break camp on the following night.