§8.51.1εἰ δʼ ἄρα πρὸς ἐκείνην ἀδιαλλάκτως ἔχεις, ἐμοὶ ταύτην δός, ὦ τέκνον, τὴν τιμὴν καὶ χάριν, παρʼ ἧς οὐ τὰ ἐλαχίστου ἄξια ἔχεις οὐδʼ ὧν ἀντιποιήσαιτʼ ἄν τις καὶ ἕτερος, ἀλλὰ τὰ μέγιστα καὶ τιμιώτατα καὶ οἷς ἅπαντα τὰ λοιπὰ κέκτησαι, τὸ σῶμα καὶ τὴν ψυχήν.
もしあなたが彼女に対して絶対に和解できないというなら、わが子よ、この名誉と恩恵を私に与えなさい。 この母親である私から、あなたは最も価値の低いものや、他の誰かが自分のものであると主張できるようなものを得ているのではなく、最大で最も尊いもの、そしてそれらによって他のすべてを所有しているもの、すなわち身体と魂を得ているのだから。
δανείσματα γὰρ ἔχεις ταῦτʼ ἐμά, καὶ οὐκ ἀφαιρήσεταί με ταῦτʼ οὐθεὶς οὔτε τόπος οὔτε καιρός, οὐδέ γʼ αἱ Οὐολούσκων οὐδὲ τῶν ἄλλων ἀνθρώπων εὐεργεσίαι συμπάντων καὶ χάριτες τοσοῦτον ἰσχύουσιν οὐδʼ ἂν οὐρανομήκεις γένωνται, ὥστε τὰ τῆς φύσεως ἐξαλεῖψαι καὶ παρελθεῖν δίκαια·
なぜなら、これらは私からあなたへの貸し出し物であり、いかなる場所も時期もこれらを私から奪い取ることはなく、ウォルスキ人や他のすべての人間たちの恩義や好意が、たとえ天に届くほど大きくなろうとも、自然の正義を消し去り、踏みにじるほどの力を持つことは決してないからだ。
ἀλλʼ ἐμὸς ἅπαντα τὸν χρόνον ἔσῃ καὶ πρώτῃ πάντων τὰς τοῦ βίου χάριτας ὀφειλήσεις ἐμοί, καὶ ὧν ἂν δέωμαι δίχα προφάσεως ὑπουργήσεις.
むしろ、あなたはすべての時間において私のものであり、誰よりもまず生命の恩を私に負うことになり、私が求めることを、言い訳なしに果たすべきなのだ。
§8.51.2τοῦτο γὰρ ὁ τῆς φύσεως νόμος ὥρισεν ἅπασι τοῖς αἰσθήσεως καὶ λόγου μετειληφόσι τὸ δίκαιον, ᾧ πιστεύουσα, Μάρκιε τέκνον, κἀγὼ δέομαί σου μὴ ἐπάγειν πόλεμον τῇ πατρίδι, καὶ ἐμποδὼν ἵσταμαί σοι βιαζομένῳ.
なぜなら、感覚と理性を分かち持っているすべての人々に対して、自然の法はこの正義を規定したからであり、マルキウス、わが子よ、私もこの法を信じて、あなたに祖国に対して戦争を仕掛けないよう求め、力ずくで進もうとするあなたの行く手を遮るのである。
ἢ προτέραν οὖν ἐμὲ τὴν ἐναντιουμένην σοι μητέρα ταῖς ἐρινύσι προθυσάμενος αὐτοχειρίᾳ τότε τοῦ κατὰ τῆς πατρίδος ἅπτου πολέμου, ἢ τὸ μητροκτόνον ἄγος αἰδούμενος εἶξον τῇ σεαυτοῦ §8.51.3μητρὶ καὶ δός, ὦ τέκνον, τὴν χάριν ἑκών.
したがって、あなたに反対する母親である私を、まず復讐の女神たちへの生贄として自らの手で捧げてから、その時に祖国に対する戦争に着手するか、あるいは、母親殺しの汚れを恐れて、あなた自身の母親に譲歩し、わが子よ、自発的にこの恩恵を与えなさい。
νόμον μὲν οὖν τόνδε, ὃν οὐθεὶς πώποτε ἀνελεῖ χρόνος, τιμωρὸν καὶ σύμμαχον ἔχουσα οὐκ ἀξιῶ, Μάρκιε, μόνη τιμῶν, ἃς οὗτός μοι δίδωσιν, ἄμοιρος ἐκ σοῦ γενέσθαι·
それゆえ、いかなる時間も決して滅ぼすことのないこの法を、擁護者また同盟者として持ちながら、マルキウスよ、この法が私に与える名誉を、私だけがあなたから与えられずに奪われたままでいることは容認できない。
ἔργων δὲ χρηστῶν ὑπομνήσεις, ἵνʼ ἀφῶ τὸν νόμον, σκόπει πάλιν ὡς πολλὰς καὶ μεγάλας·
しかし、法はさておき、良い行いの記憶が、いかに多く、また大きいかを再び見てみなさい。
ἥτις ὀρφανὸν ὑπὸ τοῦ πατρὸς καταλειφθέντα σε παραλαβοῦσα νήπιον διέμεινα ἐπὶ σοὶ χήρα καὶ τοὺς ἐπὶ τῆς παιδοτροφίας ἀνήντλησα πόνους, οὐ μήτηρ μόνον, ἀλλὰ καὶ πατὴρ καὶ τροφὸς καὶ ἀδελφὴ καὶ πάντα τὰ φίλτατά σοι γενομένη.
父親によって孤児として残された幼いあなたを引き受け、私はあなたのために未亡人のままで通し、育児に伴う労苦を耐え忍び、母親としてだけでなく、父親、養育者、姉妹、そしてあなたにとって最も愛すべきすべてのものとなったのだ。
§8.51.4ἐπειδὴ δʼ εἰς ἄνδρας ἦλθες, ἐξόν μοι τότε ἀπηλλάχθαι τῶν φροντίδων ἑτέρῳ γημαμένην καὶ ἕτερα τέκνα ἐπιθρέψαι καὶ πολλὰς γηροβοσκοὺς ἐλπίδας ἐμαυτῇ καταλιπεῖν, οὐκ ἠβουλήθην, ἀλλʼ ἔμεινα ἐπὶ τῆς αὐτῆς ἑστίας καὶ τὸν αὐτὸν ἔστερξα βίον, ἐν σοὶ μόνῳ πάσας τιθεῖσα τὰς ἐμαυτῆς ἡδονάς τε καὶ ὠφελείας·
そして、あなたが成人したとき、他国に嫁いで心配事から解放され、他の子供たちを育て、自分のために老後を養ってくれる多くの希望を自分に残すことができたにもかかわらず、私はそう望まず、同じ炉に留まり、同じ生活を愛し、あなた一人に私自身のすべての喜びと利益を置いていた。
ὧν ἔψευσάς με τὰ μὲν ἄκων, τὰ δʼ ἑκών, καὶ πασῶν ἀτυχεστάτην ἐποίησας μητέρων.
しかしあなたは、あるものは意図せず、あるものは意図的に、私からそれらの期待を裏切り、私をすべての母親の中で最も不幸せな者にした。
ποῖον γὰρ χρόνον, ἀφʼ οὗ σε εἰς ἄνδρας ἤγαγον, ἄνευ λύπης ἢ φόβου διετέλεσα, ἢ πότε ἱλαρὰν ἔσχον ἐπὶ σοὶ τὴν ψυχὴν πολέμους ἐπὶ πολέμοις στέλλοντα ὁρῶσά σε καὶ μάχας ἐπὶ μάχαις ἀναιρούμενον καὶ τραύματʼ ἐπὶ τραύμασι λαμβάνοντα;
というのも、あなたを成人へと導いてからというもの、私が苦痛や恐怖なしに過ごした時間がいつあっただろうか。 あるいは、あなたが戦争に次ぐ戦争を仕掛け、戦いに次ぐ戦いを引き起こし、傷に次ぐ傷を負うのを見ていて、私がいつあなたに対して安らかな心を持てただろうか。