Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.51.1-8.51.4

维图里亚诉诸母恩与自然之法

第 629 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯的母亲根据自然法,以赋予他肉体与灵魂为由,恳求他放弃对祖国的攻击。她进一步诉说自己作为寡妇抚养他所付出的艰辛,以及因他连年征战而承受的焦虑,呼吁他报答母亲的恩情。

§8.51.1εἰ δʼ ἄρα πρὸς ἐκείνην ἀδιαλλάκτως ἔχεις, ἐμοὶ ταύτην δός, ὦ τέκνον, τὴν τιμὴν καὶ χάριν, παρʼ ἧς οὐ τὰ ἐλαχίστου ἄξια ἔχεις οὐδʼ ὧν ἀντιποιήσαιτʼ ἄν τις καὶ ἕτερος, ἀλλὰ τὰ μέγιστα καὶ τιμιώτατα καὶ οἷς ἅπαντα τὰ λοιπὰ κέκτησαι, τὸ σῶμα καὶ τὴν ψυχήν.
如果你真的对她无法和解,我的孩子,请把这份尊荣与恩惠给予我。 作为你的母亲,你从我这里得到的并非最无价值的东西,也不是别人也可以声称为其所有的东西,而是最大、最珍贵的东西,以及你凭以拥有其余一切的东西——即你的身体与灵魂。
δανείσματα γὰρ ἔχεις ταῦτʼ ἐμά, καὶ οὐκ ἀφαιρήσεταί με ταῦτʼ οὐθεὶς οὔτε τόπος οὔτε καιρός, οὐδέ γʼ αἱ Οὐολούσκων οὐδὲ τῶν ἄλλων ἀνθρώπων εὐεργεσίαι συμπάντων καὶ χάριτες τοσοῦτον ἰσχύουσιν οὐδʼ ἂν οὐρανομήκεις γένωνται, ὥστε τὰ τῆς φύσεως ἐξαλεῖψαι καὶ παρελθεῖν δίκαια·
因为这些是你从我这里得到的借贷,没有任何地方或时间能够夺走我的这些,即使沃尔斯基人或所有其他人类的恩惠与好意达到冲天之高,也决不具有消除和逾越自然正义的力量。
ἀλλʼ ἐμὸς ἅπαντα τὸν χρόνον ἔσῃ καὶ πρώτῃ πάντων τὰς τοῦ βίου χάριτας ὀφειλήσεις ἐμοί, καὶ ὧν ἂν δέωμαι δίχα προφάσεως ὑπουργήσεις.
相反,你将永远属于我,你将首先向我欠下生命的恩情,并且无论我要求什么,你都应当毫无借口地予以效劳。
§8.51.2τοῦτο γὰρ ὁ τῆς φύσεως νόμος ὥρισεν ἅπασι τοῖς αἰσθήσεως καὶ λόγου μετειληφόσι τὸ δίκαιον, ᾧ πιστεύουσα, Μάρκιε τέκνον, κἀγὼ δέομαί σου μὴ ἐπάγειν πόλεμον τῇ πατρίδι, καὶ ἐμποδὼν ἵσταμαί σοι βιαζομένῳ.
因为自然之法已将这一正义规定给所有分享感觉与理性的人。 信赖着这一法律,马尔基乌斯,我的孩子,我也恳求你不要对祖国发动战争,并在你强行推进时阻拦你。
ἢ προτέραν οὖν ἐμὲ τὴν ἐναντιουμένην σοι μητέρα ταῖς ἐρινύσι προθυσάμενος αὐτοχειρίᾳ τότε τοῦ κατὰ τῆς πατρίδος ἅπτου πολέμου, ἢ τὸ μητροκτόνον ἄγος αἰδούμενος εἶξον τῇ σεαυτοῦ §8.51.3μητρὶ καὶ δός, ὦ τέκνον, τὴν χάριν ἑκών.
因此,要么用你自己的手将我——这个反对你的母亲,先作为祭品献给复仇女神,然后去着手对祖国的战争;要么,敬畏弑母的污秽,向你自己的母亲妥协,我的孩子,自愿给予这份恩惠。
νόμον μὲν οὖν τόνδε, ὃν οὐθεὶς πώποτε ἀνελεῖ χρόνος, τιμωρὸν καὶ σύμμαχον ἔχουσα οὐκ ἀξιῶ, Μάρκιε, μόνη τιμῶν, ἃς οὗτός μοι δίδωσιν, ἄμοιρος ἐκ σοῦ γενέσθαι·
因此,拥有这一任何时间都无法消灭的法律作为我的复仇者与盟友,马尔基乌斯,我不认为唯独我应该被剥夺它所赋予我的、来自你的尊荣。
ἔργων δὲ χρηστῶν ὑπομνήσεις, ἵνʼ ἀφῶ τὸν νόμον, σκόπει πάλιν ὡς πολλὰς καὶ μεγάλας· ἥτις ὀρφανὸν ὑπὸ τοῦ πατρὸς καταλειφθέντα σε παραλαβοῦσα νήπιον διέμεινα ἐπὶ σοὶ χήρα καὶ τοὺς ἐπὶ τῆς παιδοτροφίας ἀνήντλησα πόνους, οὐ μήτηρ μόνον, ἀλλὰ καὶ πατὴρ καὶ τροφὸς καὶ ἀδελφὴ καὶ πάντα τὰ φίλτατά σοι γενομένη.
但是,且不管法律,再次看看善行的记忆是多么的多、多么的伟大:当年你被父亲留下成为孤儿,我把你接过来,在你是婴儿时,为了你而保持守寡,默默承受了抚养孩子的劳苦,不仅成为你的母亲,还成为了你的父亲、养育者、姐姐以及你最爱的一切。
§8.51.4ἐπειδὴ δʼ εἰς ἄνδρας ἦλθες, ἐξόν μοι τότε ἀπηλλάχθαι τῶν φροντίδων ἑτέρῳ γημαμένην καὶ ἕτερα τέκνα ἐπιθρέψαι καὶ πολλὰς γηροβοσκοὺς ἐλπίδας ἐμαυτῇ καταλιπεῖν, οὐκ ἠβουλήθην, ἀλλʼ ἔμεινα ἐπὶ τῆς αὐτῆς ἑστίας καὶ τὸν αὐτὸν ἔστερξα βίον, ἐν σοὶ μόνῳ πάσας τιθεῖσα τὰς ἐμαυτῆς ἡδονάς τε καὶ ὠφελείας·
当你成年时,虽然当时我本可以改嫁他人以摆脱这些忧虑,并养育其他的孩子,为自己留下许多养老的希望,但我并不愿意这样做,而是留在了同一个炉灶旁,固守着同样的生活,把你当作我唯一的快乐和利益。
ὧν ἔψευσάς με τὰ μὲν ἄκων, τὰ δʼ ἑκών, καὶ πασῶν ἀτυχεστάτην ἐποίησας μητέρων.
然而你却让我这些希望落空,部分是无意的,部分是有意的,并使我成为所有母亲中最不幸的一位。
ποῖον γὰρ χρόνον, ἀφʼ οὗ σε εἰς ἄνδρας ἤγαγον, ἄνευ λύπης ἢ φόβου διετέλεσα, ἢ πότε ἱλαρὰν ἔσχον ἐπὶ σοὶ τὴν ψυχὴν πολέμους ἐπὶ πολέμοις στέλλοντα ὁρῶσά σε καὶ μάχας ἐπὶ μάχαις ἀναιρούμενον καὶ τραύματʼ ἐπὶ τραύμασι λαμβάνοντα;
因为自从我把你抚养成人的时候起,我哪有一刻不是在悲伤与恐惧中度过的? 或者,当我看到你连年出征,转战于一场又一场战役,身上伤痕累累时,我什么时候能为你怀有一颗宽慰的心呢?

词汇与语法注释

  1. 8.51.1παρʼ ἧς — 关系代名词 ἧς 指代前句中的 ἐμοί(说话者,即母亲),与介词 παρά 连用,表示来源:“从我(母亲)这里,你得到了……”。
  2. 8.51.1ὧν ἀντιποιήσαιτʼ ἄν — ὧν 是关系代名词(先行词被省略或发生同化),受中动词 ἀντιποιέομαι(支配属格,“声称为己所有”)支配。ἄν 与祈愿式(ἀντιποιήσαιτ' ἄν)结合,表示潜在可能性(“别人可能也会声称拥有”)。
  3. 8.51.3ἥτις — 关系代名词 ἥτις 在此处具有因果语气(“因为我……”),用以解释母亲的行为以及她为何值得尊敬。
  4. 8.51.4ἐξόν — 非人称动词 ἔξεστι(“许可、能够”)的分词中性单数宾格形式,作宾格绝对(accusative absolute)使用,表示让步(“尽管对我而言是可能的/被允许的”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.51.1-8.51.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.51.1-8.51.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。