§8.50.1ἔστω δʼ οὖν ὅμως, καὶ δεδόσθω τοῖς τὰ δεινὰ παθοῦσι μὴ διακρίνειν εἴτε φίλιον εἴη τὸ κακῶς δεδρακὸς εἴτʼ ἀλλότριον, ἀλλʼ ἴσην πρὸς ἅπαντας ὀργὴν ἔχειν·
だが、それはそれとして、ひどい目に遭った人々が、悪事を働いた者が味方なのか他人なのかを区別せず、すべての人に対して等しい怒りを抱くことは認められているとしよう。
ἔπειτʼ οὐχ ἱκανὰς εἰσπέπραξαι παρὰ τῶν ὑβρισάντων σε δίκας γῆν τʼ αὐτῶν τὴν ἀρίστην πεποιηκὼς μηλόβοτον καὶ πόλεις διαπεπορθηκὼς συμμαχίδας, ἃς πολλοῖς πόνοις κτησαμένη κατέσχε, καὶ τρίτον ἤδη ταῦτʼ ἔτος εἰς πολλὴν τῶν ἀναγκαίων κατακεκλεικὼς αὐτοὺς ἀπορίαν;
それなら、あなたを侮辱した者たちから、彼らの最良の土地を羊の放牧地とし、都市が多くの苦労の末に獲得し維持してきた同盟都市を略奪し、すでにこれで三年目、彼らを生活必需品の多大なる窮乏の中に閉じ込めることによって、あなたは十分にその罰を取り立てたのではないか。
ἀλλὰ καὶ πόρρω ἀνδραποδισμοῦ τῆς πόλεως αὐτῶν καὶ κατασκαφῆς τὴν ἀγριαίνουσαν καὶ §8.50.2μαινομένην ὀργὴν προάγεις·
しかし、彼らの都市の奴隷化と完全な破壊をはるかに越えて、あなたは自らの荒れ狂う、狂おしい怒りを進めている。
καὶ οὐδὲ τοὺς πεμφθέντας ὑπὸ τῆς βουλῆς πρέσβεις φέροντάς σοι τῶν τε ἐγκλημάτων ἄφεσιν καὶ κάθοδον ἐπὶ τὰ οἰκεῖα φίλους καὶ ἀγαθοὺς ἄνδρας ἐλθόντας ἐνετράπης, οὐδὲ τοὺς ἱερεῖς, οὓς τὸ τελευταῖον ἔπεμψεν ἡ πόλις, ἱερὰ στέμματα θεῶν ἔχοντας καὶ προτείνοντας ἀλλὰ καὶ τούτους ἀπήλασας, αὐθάδεις καὶ δεσποτικὰς ὡς κεκρατημένοις ἀποκρίσεις δούς.
また、元老院から派遣され、あなたに対する告発の免除と自らの家への帰還をもたらした、友人であり優れた人々である使節たちがやって来たのに、あなたは彼らを重んじることすらなく、都市が最後に派遣した、神々の神聖な冠を携えて差し出している神官たちをも重んじなかった。 むしろこれらをも追い払い、征服された者たちに対するかのような、尊大で独裁者的な返答を与えたのだ。
§8.50.3ἐγὼ μὲν οὐκ ἔχω, πῶς ἐπαινέσω ταῦτα τὰ σκληρὰ καὶ ὑπέραυχα καὶ τὴν θνητὴν φύσιν ἐκβεβηκότα δικαιώματα ὁρῶσα καταφυγὰς εὑρημένας ἅπασιν ἀνθρώποις καὶ παραιτήσεις, ὧν ἂν ἐξαμαρτάνωσι περὶ ἀλλήλους, ἱκετηρίας καὶ λιτὰς ὑφʼ ὧν μαραίνεται πᾶσα ὀργὴ καὶ ἀντὶ τοῦ μισεῖν τὸν ἐχθρὸν ἐλεεῖ· τοὺς δʼ αὐθαδείᾳ χρησαμένους καὶ λιτὰς ἱκετῶν ὑβρίσαντας, ἅπαντας νεμεσωμένους ὑπὸ θεῶν καὶ εἰς συμφορὰς καταστρέφοντας οὐκ εὐτυχεῖς.
私自身は、これらの過酷で極めて傲慢な、人間の本性を逸脱した権利要求をどのように称賛すべきか分からない。 というのも、人間が互いに対して犯す過ちについて、すべての人類のために避難所と嘆願、すなわち嘆願の儀礼と祈りが見出されており、これらによってすべての怒りは和らぎ、敵を憎む代わりに憐れむようになるのを私は見ているからであり、他方で、尊大さを弄び、嘆願者の祈りを侮辱する者たちは皆、神々から怒りを買い、不幸せな災難へと行き着くのを見ているからである。
§8.50.4αὐτοὶ γὰρ δὴ πρῶτον οἱ ταῦτα καταστησάμενοι καὶ παραδόντες ἡμῖν θεοὶ συγγνώμονες τοῖς ἀνθρωπίνοις εἰσὶν ἁμαρτήμασι καὶ εὐδιάλλακτοι, καὶ πολλοὶ ἤδη μεγάλα εἰς αὐτοὺς ἐξαμαρτόντες εὐχαῖς καὶ θυσίαις τὸν χόλον ἐξιλάσαντο·
なぜなら、まさにこれらを制定し我々に伝えた神々自身が、人間の過ちに対して寛大であり、和解しやすいお方だからであり、すでに、神々に対して大いに罪を犯した多くの人々が、祈りと犠牲によってその怒りを宥めてきたからだ。
εἰ μὴ σύ, ὦ Μάρκιε, ἀξιοῖς τὰς μὲν τῶν θεῶν ὀργὰς θνητὰς εἶναι, τὰς δὲ τῶν ἀνθρώπων ἀθανάτους.
マルキウスよ、あなたが神々の怒りは死すべきものであり、人間の怒りは不滅のものであると主張するのでない限りは。
δίκαια μὲν οὖν ποιήσεις καὶ σεαυτῷ πρέποντα καὶ τῇ πατρίδι αὐτῇ, ἀφεὶς τὰ ἐγκλήματα μετανοούσῃ γε καὶ διαλλαττομένῃ καὶ ὅσα πρότερον ἀφείλετο σοὶ νῦν ἀποδιδούσῃ.
それゆえ、後悔し、和解を求め、以前にあなたから奪ったすべてのものを今や返そうとしている祖国に対して、その告発を手放すことによって、あなたは正しく、かつあなた自身にも、そして祖国自身にもふさわしいことを行うことになるだろう。