§8.50.1ἔστω δʼ οὖν ὅμως, καὶ δεδόσθω τοῖς τὰ δεινὰ παθοῦσι μὴ διακρίνειν εἴτε φίλιον εἴη τὸ κακῶς δεδρακὸς εἴτʼ ἀλλότριον, ἀλλʼ ἴσην πρὸς ἅπαντας ὀργὴν ἔχειν·
但是,就让它这样吧,并且让那些遭受了可怕灾难的人,不去区分作恶者是朋友还是外人,而是对所有人怀有同样的愤怒,这也是可以被允许的。
ἔπειτʼ οὐχ ἱκανὰς εἰσπέπραξαι παρὰ τῶν ὑβρισάντων σε δίκας γῆν τʼ αὐτῶν τὴν ἀρίστην πεποιηκὼς μηλόβοτον καὶ πόλεις διαπεπορθηκὼς συμμαχίδας, ἃς πολλοῖς πόνοις κτησαμένη κατέσχε, καὶ τρίτον ἤδη ταῦτʼ ἔτος εἰς πολλὴν τῶν ἀναγκαίων κατακεκλεικὼς αὐτοὺς ἀπορίαν;
那么,难道你还没有向那些侮辱你的人征收足够的惩罚吗? 你已经将他们最好的土地变成了羊群的放漠地,掠夺了该城市付出诸多辛劳才获得并保持的盟友城市,并且在这第三个年头里,已经将他们困于生活必需品的极大匮乏之中。
ἀλλὰ καὶ πόρρω ἀνδραποδισμοῦ τῆς πόλεως αὐτῶν καὶ κατασκαφῆς τὴν ἀγριαίνουσαν καὶ §8.50.2μαινομένην ὀργὴν προάγεις·
但是,甚至远在将他们的城市奴役和彻底摧毁之外,你还在推进你那野蛮而狂暴的愤怒。
καὶ οὐδὲ τοὺς πεμφθέντας ὑπὸ τῆς βουλῆς πρέσβεις φέροντάς σοι τῶν τε ἐγκλημάτων ἄφεσιν καὶ κάθοδον ἐπὶ τὰ οἰκεῖα φίλους καὶ ἀγαθοὺς ἄνδρας ἐλθόντας ἐνετράπης, οὐδὲ τοὺς ἱερεῖς, οὓς τὸ τελευταῖον ἔπεμψεν ἡ πόλις, ἱερὰ στέμματα θεῶν ἔχοντας καὶ προτείνοντας ἀλλὰ καὶ τούτους ἀπήλασας, αὐθάδεις καὶ δεσποτικὰς ὡς κεκρατημένοις ἀποκρίσεις δούς.
你既不尊重元老院派来的、为你带来免除控诉和重返家园之恩的使节们——尽管他们作为朋友和优秀的人到来;也不尊重该城市最后派出的、手持并呈上神明神圣花冠的祭司们,反而将他们也赶了出去,给出了如同对待被征服者一般傲慢和专横的回复。
§8.50.3ἐγὼ μὲν οὐκ ἔχω, πῶς ἐπαινέσω ταῦτα τὰ σκληρὰ καὶ ὑπέραυχα καὶ τὴν θνητὴν φύσιν ἐκβεβηκότα δικαιώματα ὁρῶσα καταφυγὰς εὑρημένας ἅπασιν ἀνθρώποις καὶ παραιτήσεις, ὧν ἂν ἐξαμαρτάνωσι περὶ ἀλλήλους, ἱκετηρίας καὶ λιτὰς ὑφʼ ὧν μαραίνεται πᾶσα ὀργὴ καὶ ἀντὶ τοῦ μισεῖν τὸν ἐχθρὸν ἐλεεῖ· τοὺς δʼ αὐθαδείᾳ χρησαμένους καὶ λιτὰς ἱκετῶν ὑβρίσαντας, ἅπαντας νεμεσωμένους ὑπὸ θεῶν καὶ εἰς συμφορὰς καταστρέφοντας οὐκ εὐτυχεῖς.
我个人不知道该如何赞美这些超越了人类本性的、苛刻且极其傲慢的要求。 因为我看到,对于人类彼此之间所犯下的过错,已经为所有人找到了避难所和恳求之方,即求告与祈祷,通过这些,所有的愤怒都会消解,人们会转而怜悯敌人而不是憎恨他们;而那些采取傲慢态度、侮辱求告者祈祷的人,我看到他们都受到神明的惩罚,并落入不幸的灾难中。
§8.50.4αὐτοὶ γὰρ δὴ πρῶτον οἱ ταῦτα καταστησάμενοι καὶ παραδόντες ἡμῖν θεοὶ συγγνώμονες τοῖς ἀνθρωπίνοις εἰσὶν ἁμαρτήμασι καὶ εὐδιάλλακτοι, καὶ πολλοὶ ἤδη μεγάλα εἰς αὐτοὺς ἐξαμαρτόντες εὐχαῖς καὶ θυσίαις τὸν χόλον ἐξιλάσαντο· εἰ μὴ σύ, ὦ Μάρκιε, ἀξιοῖς τὰς μὲν τῶν θεῶν ὀργὰς θνητὰς εἶναι, τὰς δὲ τῶν ἀνθρώπων ἀθανάτους.
因为正是最初制定这些并传授给我们的神明自身,对人类的过错也是宽大且易于和解的,而且许多对他们犯下大罪的人,已经通过祈祷和祭祀平息了他们的怒火——除非你,马尔基乌斯,认为神明的愤怒是终将消亡的,而人类的愤怒却是永恒不灭的。
δίκαια μὲν οὖν ποιήσεις καὶ σεαυτῷ πρέποντα καὶ τῇ πατρίδι αὐτῇ, ἀφεὶς τὰ ἐγκλήματα μετανοούσῃ γε καὶ διαλλαττομένῃ καὶ ὅσα πρότερον ἀφείλετο σοὶ νῦν ἀποδιδούσῃ.
因此,你若对那确已悔改、寻求和解并正在归还以前夺走你的一切的祖国放弃控诉,你将做出正义的、既适合你自己也适合祖国自身的事。