§8.5.1ὑπὲρ δὲ τοῦ τίνα χρὴ πολεμεῖν αὐτοῖς τρόπον προθέντων σκοπεῖν τῶν ἐν τοῖς τέλεσι παρελθὼν ὁ Τύλλος συνεβούλευσεν αὐτοῖς καλεῖν τὸν Μάρκιον καὶ παρʼ ἐκείνου πυνθάνεσθαι, πῶς ἂν ἡ Ῥωμαίων καταλυθείη δύναμις·
ὑπὲρ δὲ τοῦ τίνα χρὴ πολεμεῖν αὐτοῖς τρόπον 公職にある者たちが検討課題として提出した時、トゥッルスが進み出て、マルキウスを招いて、どのようにすればローマ人の権力を打ち砕くことができるかを彼から聞き出すよう彼らに勧告した。
κράτιστα γὰρ ἁπάντων ἀνθρώπων εἰδέναι, πῇ τε κάμνει τὰ τῆς πόλεως πράγματα καὶ πῇ μάλιστα ἔρρωται.
なぜなら、マルキウスは全人類の中で、市の国政がどこで病んでおり、どこで最も強固であるかを最もよく知っているからである、と。
ἐδόκει ταῦτα, καὶ αὐτίκα πάντες ἐβόων καλεῖν τὸν ἄνδρα.
この提案は支持され、ただちに全員がその男を呼ぶよう叫び声を上げた。
καὶ ὁ Μάρκιος ἧς ἐβούλετο ἀφορμῆς λαβόμενος ἀνέστη κατηφὴς καὶ δεδακρυμένος καὶ μικρὸν ἐπισχὼν χρόνον τοιούτους διέθετο λόγους·
そしてマルキウスは、自分が望んでいたきっかけを得て、うつむき、涙を流しながら立ち上がり、少しの間を置いてから、次のような演説を行った。
§8.5.2εἰ μὲν ἡγούμην ὑμᾶς ἅπαντας ὅμοια γινώσκειν περὶ τῆς ἐμῆς συμφορᾶς, οὐκ ἂν ὑπελάμβανον ἀναγκαῖον εἶναι περὶ αὐτῆς ἀπολογεῖσθαι·
「もし私が、あなた方全員が私の不幸について同じように理解していると考えているならば、それについて弁明する必要があるとは想定しなかったでしょう。
ἐνθυμούμενος δʼ, ὡς ἐν πολλοῖς καὶ διαφόροις ἤθεσιν εἰκός, εἶναί τινας, οἷς παραστήσεται δόξα οὔτʼ ἀληθὴς οὔτε προσήκουσα περὶ ἐμοῦ, ὡς οὐκ ἂν ἄτερ αἰτίας ἀληθοῦς καὶ δικαίας ἐξήλασέ με ὁ δῆμος ἐκ τῆς πατρίδος, παντὸς μάλιστα οἴομαι δεῖν πρῶτον ὑπὲρ τῆς ἐμῆς φυγῆς ἐν κοινῷ §8.5.3πρὸς ἅπαντας ὑμᾶς ἀπολογήσασθαι.
しかし、多くの多様な性格の中ではありそうなことですが、私について、真実でもなく相応しくもない意見を持つ人々、すなわち、真実かつ正当な理由がなければ民衆が私を祖国から追放したはずがないという意見を抱く人々がいるであろうことを考慮すると、私は何よりもまず、私の追放について皆の前で、あなた方全員に対して弁明することが必要であると考えます。
ἀλλʼ ἀνάσχεσθέ μου, πρὸς θεῶν, καὶ οἱ κράτιστα ἐγνωκότες, ἃ πέπονθα ὑπὸ τῶν ἐχθρῶν καὶ ὡς οὐ προσῆκόν μοι ταύτης πεπείραμαι τῆς τύχης διεξιόντος, καὶ μὴ πρότερον ποθεῖτε, ὅ τι χρὴ πράττειν ἀκοῦσαι, πρίν, ὁποῖός τις εἰμὶ ὁ τὴν γνώμην ἀποδειξόμενος, ἐξετάσαι.
しかし、神々の名において、私が敵から被ったこと、そして私がこのような運命を経験したのがいかに不当であるかを詳しく語る際、私の状況を最もよく理解している方々も、どうか耐えて私の話を聞いてください。 そして、私の意見を表明しようとしている私がどのような人間であるかを吟味する前に、何をなすべきかを聞くことを急がないでください。
ἔσται δὲ βραχὺς ὁ περὶ αὐτῶν, κἂν πρόσωθεν ἄρξωμαι, λόγος.
たとえ過去に遡って話し始めるとしても、それらに関する私の話は短いものになるでしょう。
§8.5.4Ῥωμαίοις τὸ μὲν ἐξ ἀρχῆς πολίτευμα ἦν μικτὸν ἔκ τε βασιλείας καὶ ἀριστοκρατίας·
ローマ人にとって、当初の政体は王政と貴族政の混合したものでした。
ἔπειτα ὁ τελευταῖος βασιλεὺς Ταρκύνιος τυραννίδα τὴν ἀρχὴν ἠξίου ποιεῖν.
その後、最後の王タルクィニウスが、その支配を僭主政治にしようと望みました。
συστάντες οὖν ἐπʼ αὐτὸν οἱ τῆς ἀριστοκρατίας ἡγεμόνες ἐκεῖνον μὲν ἐξέβαλον ἐκ τῆς πόλεως, αὐτοὶ δὲ τὰ κοινὰ κατέσχον ἀρίστην καὶ σωφρονεστάτην, ὡς ἅπαντες ὁμολογοῦσι, καταστησάμενοι πολιτείαν.
そこで、貴族政の指導者たちが彼に対して結束し、彼を市から追放して、自らが国政を掌握し、全員が認めるように、最も優れ、最も思慮深い政体を樹立したのです。
χρόνοις δʼ οὐ πολλοῖς τῶν νῦν πρότερον, ἀλλὰ τρίτον ἢ τέταρτον τοῦτʼ ἔτος οἱ πενέστατοί τε καὶ ἀργότατοι τῶν πολιτῶν πονηροῖς χρησάμενοι προστάταις ἄλλα τε πολλὰ ἐξύβρισαν, καὶ τελευτῶντες καταλύειν τὴν ἀριστοκρατίαν ἐπεχείρουν.
しかし、現在よりそれほど昔ではない時期、すなわち今年で三年目か四年目になりますが、市民の中で最も貧しく最も怠惰な者たちが、悪質な指導者たちに率いられて、他の多くのことでも不遜な振る舞いをし、最終的には貴族政を覆そうと試みました。
ἐφʼ οἷς ἅπαντες μὲν οἱ τῆς βουλῆς προεστηκότες ἤχθοντο καί, ὅπως παύσωνται τῆς ὕβρεως οἱ §8.5.5κινοῦντες τὴν πολιτείαν, σκοπεῖν ἠξίουν.
これに対して、元老院を代表する者たちは全員憤慨し、政体を揺るがしている者たちがその横暴をやめるように対策を検討することを求めました。
ὑπὲρ ἅπαντας δὲ τοὺς ἀριστοκρατικοὺς ἐκ μὲν τῶν πρεσβυτέρων Ἄππιος ἀνὴρ πολλῶν ἄξιος ἕνεκεν ἐπαινεῖσθαι, ἐκ δὲ τῶν νεωτέρων ἐγώ·
そして、すべての貴族派の中で、年長者からは多くのアスペクトで称賛に値する男アッピウスが、若者からは私が、誰よりも強くこれを求めました。
καὶ λόγους ἐποιούμεθα διὰ παντὸς ἐπὶ τῆς βουλῆς ἐλευθέρους οὐ δήμῳ πολεμοῦντες, ἀλλὰ πονηροκρατίαν ὑφορώμενοι, οὐδὲ καταδουλώσασθαί τινα βουλόμενοι Ῥωμαίων, ἀλλὰ τὸ μὲν ἐλεύθερον ἅπασιν ἀξιοῦντες ὑπάρχειν, τὴν δὲ προστασίαν τῶν κοινῶν ἀποδεδόσθαι τοῖς κρείττοσι.
私たちは常に元老院において自由な発言を行いましたが、それは民衆に敵対するためではなく、悪人による支配を警戒したためであり、またローマ人の誰かを奴隷にしようと望んだからでもなく、自由はすべての人に存在すべきだが、国政の指導権はより優れた者たちに与えられるべきだと考えたからなのです。 」