§8.4.1ταῦτα τῆς βουλῆς ψηφισαμένης οἱ μὲν ἐκήρυττον διὰ τῶν στενωπῶν διεξιόντες ἀπιέναι Οὐολούσκους ἐκ τῆς πόλεως αὐτίκα μάλα κατὰ μίαν ἅπαντας ἐξιόντας πύλην τὴν καλουμένην Καπυΐνην, ἕτεροι δὲ παρέπεμπον τοὺς ἀπαλλαττομένους ἅμα τοῖς ὑπάτοις·
元老院がこれらを決議すると、ある人々は路地を通りながら、ウォルスキ人は全員、カピュエナと呼ばれる一つの門を通ってただちに市から退去するようにと布告し、他の人々は執政官たちと共に退去する者たちを護送した。
ἔνθα μάλιστα ὤφθη, ὅσον αὐτῶν τὸ πλῆθος ἦν καὶ ὡς ἀκμαῖον ἅπαν ὑφʼ ἕνα καιρὸν καὶ κατὰ μίαν ἐξιόντων πύλην.
そこで、彼らが一時期に一つの門から出て行く時に、彼らの数がどれほど莫大であり、また全員がいかに壮健であるかがとりわけ明らかになった。
πρῶτος δʼ αὐτῶν ὁ Τύλλος ἐξῄει διὰ ταχέων καὶ καταλαβὼν οὐ πρόσω τῆς πόλεως τόπον ἐπιτήδειον ἐν τούτῳ τοὺς ὑστεροῦντας ἀνελάμβανεν.
彼らのうちトゥッルスが最初に急いで出て行き、市から遠くない適切な場所をあらかじめ占拠して、そこで遅れて来る者たちを呼び集めた。
§8.4.2ἐπειδὴ δὲ πάντες συνήχθησαν, ἐκκλησίαν ποιησάμενος πολλῇ καταβοῇ τῆς Ῥωμαίων πόλεως ἐχρήσατο, δεινὴν καὶ ἀφόρητον ἀποφαίνων τὴν ὕβριν, ἣν ὑβρισμένοι πρὸς αὐτῶν ἦσαν Οὐολοῦσκοι μόνοι τῶν ἄλλων ξένων ἐξελασθέντες ἐκ τῆς πόλεως·
全員が集まると、彼は民会を招集し、ローマの市に対して激しい非難を浴びせ、他の外国人たちの中でウォルスキ人だけが市から追い出されたことによって、彼ら(ローマ人)から受けた侮辱がいかに恐ろしく耐え難いものであるかを表明した。
καὶ λέγειν ἠξίου ταῦτα πρὸς τὴν ἑαυτοῦ πόλιν ἕκαστον καὶ πράττειν, ὅπως παύσωνται τῆς ὕβρεως Ῥωμαῖοι δίκας παρασχόντες τῆς παρανομίας.
そして、ローマ人がその不法行為に対する罰を支払って侮辱をやめるように、各自が自分の都市でこのことを語り、行動することを求めた。
ταῦτʼ εἰπὼν καὶ παραθήξας ἀνθρώπους ἀγανακτοῦντας ἐπὶ τῷ πάθει διέλυσε τὴν ἐκκλησίαν.
こう語り、この出来事に対して憤慨している人々をさらに煽り立てて、彼は民会を解散した。
§8.4.3ὡς δʼ ἀπαλλαγέντες εἰς τὰς ἑαυτῶν ἕκαστοι πατρίδας ἐδήλωσαν τοῖς ἄλλοις τὸν προπηλακισμὸν ἐπὶ μεῖζον ἐξαίροντες τὰ γενόμενα, ἠγανάκτει τε πᾶσα πόλις καὶ κατέχειν τὴν ὀργὴν οὐκ ἠδύνατο·
彼らは退去して、各自が自分の故郷に帰ると、起こった出来事をさらに誇張して、他の人々にその侮辱を明らかにした。 そのため、すべての都市が憤慨し、怒りを抑えることができなかった。
διαπρεσβευομένη δʼ ἄλλη πρὸς ἄλλην εἰς μίαν ἀγορὰν ἅπαντας ἠξίου Οὐολούσκους συνιέναι, ἵνα κοινῇ χρήσαιντο γνώμῃ περὶ τοῦ πολέμου.
そして、各都市が互いに使節を送り合い、戦争について共同の決議を採択するために、すべてのウォルスキ人が一つの集会に集まることを求めた。
§8.4.4ἐγίνετο δὲ ταῦτα τοῦ Τύλλου μάλιστʼ ἐνάγοντος, καὶ συνῄεσαν ἐξ ἁπάσης πόλεως οἵ τʼ ἐν τοῖς τέλεσι καὶ πολὺς ἄλλος ὄχλος εἰς τὴν Ἐχετρανῶν πόλιν·
これらのことは、とりわけトゥッルスが促したことによって行われ、あらゆる都市から公職にある者たちや、多くの他の群衆がエケトラ人の都市に集まった。
αὕτη γὰρ ἐδόκει ἐν καλλίστῃ κεῖσθαι συνόδῳ ταῖς ἄλλαις ἡ πόλις.
というのも、この都市は他の都市との会合に最も都合の良い位置にあると思われたからである。
ῥηθέντων δὲ πολλῶν λόγων, οὓς εἶπον οἱ δυναστεύοντες ἐν ἑκάστῃ πόλει, ψῆφος ἀνεδόθη τοῖς παροῦσι, καὶ ἦν ἡ νικῶσα γνώμη κινεῖν τὸν πόλεμον, ὡς Ῥωμαίων ἀρξάντων τῆς περὶ τὰς σπονδὰς παρανομίας.
各都市の有力者たちによって多くの演説がなされた後、出席者たちに投票が求められ、ローマ人が条約に関する不法行為を始めたのだからとして、戦争を起こすという意見が可決された。