Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.5.1-8.5.5

马尔基乌斯在沃尔斯奇集会上的演说

第 583 段,共 962 段 · 希腊语

内容简介

在沃尔斯奇人的集会上,根据图路斯的建议,马尔基乌斯被召见,他开始发表演说,为自己的流亡进行辩护,并阐述罗马政体的历史及对贵族制的维护。

§8.5.1ὑπὲρ δὲ τοῦ τίνα χρὴ πολεμεῖν αὐτοῖς τρόπον προθέντων σκοπεῖν τῶν ἐν τοῖς τέλεσι παρελθὼν ὁ Τύλλος συνεβούλευσεν αὐτοῖς καλεῖν τὸν Μάρκιον καὶ παρʼ ἐκείνου πυνθάνεσθαι, πῶς ἂν ἡ Ῥωμαίων καταλυθείη δύναμις· κράτιστα γὰρ ἁπάντων ἀνθρώπων εἰδέναι, πῇ τε κάμνει τὰ τῆς πόλεως πράγματα καὶ πῇ μάλιστα ἔρρωται.
当官员们提出应当如何与他们作战以供讨论时,图路斯挺身而出,建议他们召见马尔基乌斯,并从他那里探听如何才能摧毁罗马人的力量;因为他说,马尔基乌斯比任何人都要清楚,罗马城邦的事务在何处衰弱,又在何处最为强盛。
ἐδόκει ταῦτα, καὶ αὐτίκα πάντες ἐβόων καλεῖν τὸν ἄνδρα.
这一提议获得赞同,众人立即大声呼喊召见他。
καὶ ὁ Μάρκιος ἧς ἐβούλετο ἀφορμῆς λαβόμενος ἀνέστη κατηφὴς καὶ δεδακρυμένος καὶ μικρὸν ἐπισχὼν χρόνον τοιούτους διέθετο λόγους· §8.5.2εἰ μὲν ἡγούμην ὑμᾶς ἅπαντας ὅμοια γινώσκειν περὶ τῆς ἐμῆς συμφορᾶς, οὐκ ἂν ὑπελάμβανον ἀναγκαῖον εἶναι περὶ αὐτῆς ἀπολογεῖσθαι·
马尔基乌斯得到了他所期望的契机,站起身来,面容沮丧,满眼泪水,稍作停顿后,发表了如下演说: “如果我认为你们所有人对我的遭遇有着相同的看法,我就不会觉得有必要为此进行辩解。
ἐνθυμούμενος δʼ, ὡς ἐν πολλοῖς καὶ διαφόροις ἤθεσιν εἰκός, εἶναί τινας, οἷς παραστήσεται δόξα οὔτʼ ἀληθὴς οὔτε προσήκουσα περὶ ἐμοῦ, ὡς οὐκ ἂν ἄτερ αἰτίας ἀληθοῦς καὶ δικαίας ἐξήλασέ με ὁ δῆμος ἐκ τῆς πατρίδος, παντὸς μάλιστα οἴομαι δεῖν πρῶτον ὑπὲρ τῆς ἐμῆς φυγῆς ἐν κοινῷ
但是考虑到,正如在众多且不同的性格中很自然的那样,总会有一些人,对我产生既不真实也不恰当的看法,认为如果不是因为真实而正当的原因,民众是绝不会把我从祖国驱逐出去的。
§8.5.3πρὸς ἅπαντας ὑμᾶς ἀπολογήσασθαι.
因此,我最认为有必要首先就我的流亡在公共场合向你们所有人进行辩解。
ἀλλʼ ἀνάσχεσθέ μου, πρὸς θεῶν, καὶ οἱ κράτιστα ἐγνωκότες, ἃ πέπονθα ὑπὸ τῶν ἐχθρῶν καὶ ὡς οὐ προσῆκόν μοι ταύτης πεπείραμαι τῆς τύχης διεξιόντος, καὶ μὴ πρότερον ποθεῖτε, ὅ τι χρὴ πράττειν ἀκοῦσαι, πρίν, ὁποῖός τις εἰμὶ ὁ τὴν γνώμην ἀποδειξόμενος, ἐξετάσαι.
但是,看在神明的份上,请耐心地听我说,即使是那些最了解我遭遇的人,也请听我讲述我从仇敌那里所遭受的痛苦,以及我是如何不配地经历这种命运的;并且在你们审视我这个将要发表意见的人是怎样的人之前,不要急于听取应当做什么。
ἔσται δὲ βραχὺς ὁ περὶ αὐτῶν, κἂν πρόσωθεν ἄρξωμαι, λόγος.
关于这些事情,即使我从很久以前说起,我的话也将是简短的。
§8.5.4Ῥωμαίοις τὸ μὲν ἐξ ἀρχῆς πολίτευμα ἦν μικτὸν ἔκ τε βασιλείας καὶ ἀριστοκρατίας·
对罗马人来说,最初的政体是君主制和贵族制的混合体。
ἔπειτα ὁ τελευταῖος βασιλεὺς Ταρκύνιος τυραννίδα τὴν ἀρχὴν ἠξίου ποιεῖν.
后来,最后一位国王塔克文企图将统治变为僭主统治。
συστάντες οὖν ἐπʼ αὐτὸν οἱ τῆς ἀριστοκρατίας ἡγεμόνες ἐκεῖνον μὲν ἐξέβαλον ἐκ τῆς πόλεως, αὐτοὶ δὲ τὰ κοινὰ κατέσχον ἀρίστην καὶ σωφρονεστάτην, ὡς ἅπαντες ὁμολογοῦσι, καταστησάμενοι πολιτείαν.
因此,贵族制的领袖们联合起来反对他,将他驱逐出城,并由他们自己接管了公共事务,建立起一个众人皆承认的最优秀、最明智的政体。
χρόνοις δʼ οὐ πολλοῖς τῶν νῦν πρότερον, ἀλλὰ τρίτον ἢ τέταρτον τοῦτʼ ἔτος οἱ πενέστατοί τε καὶ ἀργότατοι τῶν πολιτῶν πονηροῖς χρησάμενοι προστάταις ἄλλα τε πολλὰ ἐξύβρισαν, καὶ τελευτῶντες καταλύειν τὴν ἀριστοκρατίαν ἐπεχείρουν.
然而,在离现在不很久以前,也就是今年第三年或第四年,市民中最贫穷和最慵懒的人,在邪恶的领袖引导下,犯下了许多其他不逊的行为,最终企图颠覆贵族制。
ἐφʼ οἷς ἅπαντες μὲν οἱ τῆς βουλῆς προεστηκότες ἤχθοντο καί, ὅπως παύσωνται τῆς ὕβρεως οἱ §8.5.5κινοῦντες τὴν πολιτείαν, σκοπεῖν ἠξίουν.
对此,元老院的所有首领都感到愤怒,并认为应当考虑如何让那些动摇政体的人停止他们的横暴。
ὑπὲρ ἅπαντας δὲ τοὺς ἀριστοκρατικοὺς ἐκ μὲν τῶν πρεσβυτέρων Ἄππιος ἀνὴρ πολλῶν ἄξιος ἕνεκεν ἐπαινεῖσθαι, ἐκ δὲ τῶν νεωτέρων ἐγώ·
在所有的贵族派中,长者中有因诸多原因值得赞扬的阿庇乌斯,年轻一代中则有我,比任何人都更强烈地要求这一点。
καὶ λόγους ἐποιούμεθα διὰ παντὸς ἐπὶ τῆς βουλῆς ἐλευθέρους οὐ δήμῳ πολεμοῦντες, ἀλλὰ πονηροκρατίαν ὑφορώμενοι, οὐδὲ καταδουλώσασθαί τινα βουλόμενοι Ῥωμαίων, ἀλλὰ τὸ μὲν ἐλεύθερον ἅπασιν ἀξιοῦντες ὑπάρχειν, τὴν δὲ προστασίαν τῶν κοινῶν ἀποδεδόσθαι τοῖς κρείττοσι.
我们经常在元老院中坦诚地发表意见,并非要与民众为敌,而是对恶人统治保持警惕,也并非想要奴役罗马人的任何一个,而是认为自由应当属于所有人,但国家公共事务的领导权应当交予更优秀的人。 ”

词汇与语法注释

  1. §8.5.1κράτιστα γὰρ ἁπάντων ἀνθρώπων εἰδέναι — 不定式 εἰδέναι 用于间接引语中,依赖于前文的 συνεβούλευσεν 或暗示的说动词(ἔλεγε)。其主语为马尔基乌斯,省略了宾格主语 αὐτόν。
  2. 1513εἶναί τινας, οἷς παραστήσεται δόξα — 不定式 εἶναι 作为分词 ἐνθυμούμενος 的宾语,由 ὡς 引导。将来中动词 παραστήσεται 在此处与与格 οἷς 连用,表示“(某种想法)将产生”或“将呈现给他们”。
  3. §8.5.3ἀνάσχεσθέ μου ... διεξιόντος — 动词 ἀνέχομαι(容忍、耐心听)要求属格,μου 既作为其直接宾语,又作为属格分词 διεξιόντος 的逻辑主语,构成“在我叙述……时请耐心地听我说”的句式。
  4. §8.5.5ὑπὲρ ἅπαντας δὲ τοὺς ἀριστοκρατικοὺς ... ἐγώ — 此句中省略了主要动词;根据前文 σκοπεῖν ἠξίουν 的语境,需要补出一个表示强烈主张或努力的动词(如“极力主张”或“尽力”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.5.1-8.5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.5.1-8.5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。