§8.6.1ταῦθʼ ὁρῶντες οἱ πονηρότατοι τοῦ πλήθους ἐκεῖνοι προστάται πρώτους ἔγνωσαν ἡμᾶς τοὺς φανερώτατα ἐναντιουμένους σφίσιν ἐκποδὼν ποιήσασθαι, οὐχ ἅμʼ ἀμʼ ἀμφοτέροις ἐπιχειρήσαντες, ἵνα μὴ ἐπίφθονόν τε καὶ βαρὺ τὸ πρᾶγμα γένηται, ἀλλʼ ἀπʼ ἐμοῦ τοῦ νεωτέρου τε καὶ εὐμεταχειριστοτέρου ἀρξάμενοι.
「これらを見て、民衆の最も邪悪なあの指導者たちは、自分たちに最も公然と反対している私たちを真っ先に排除することを決定しました。 ただし、その件が反感を買い厄介なものにならないよう、両者に同時に手を出すのではなく、より若く対処しやすい私から始めたのです。
τὸ μὲν οὖν πρῶτον ἄκριτόν με ἐπεχείρησαν ἀπολέσαι, ἔπειτʼ ἔκδοτον παρὰ τῆς βουλῆς ἠξίουν ἐπὶ θανάτῳ λαβεῖν·
そこで彼らは、最初は私を裁判なしで抹殺しようと試み、次には、死刑に処すために元老院から私を引き渡すよう要求しました。
ἀποτυχόντες δʼ ἀμφοτέρων προὐκαλέσαντο ἐπὶ δίκην, ἣν αὐτοὶ δικάσειν ἔμελλον, τυραννίδος ἐπιβαλόντες αἰτίαν.
しかし、両方に失敗すると、彼ら自身が裁判官となる裁判へと私を召喚し、僭主政治を企てたという罪を着せたのです。
§8.6.2καὶ οὐδὲ τοῦτʼ ἔμαθον, ὅτι δήμῳ τύραννος οὐδεὶς πολεμεῖ μετὰ τῶν ἀρίστων συστάς, ἀλλὰ τἀναντία μετὰ τοῦ δήμου τὸ κράτιστον ἐκ τῆς πόλεως ἀναιρεῖ μέρος·
また彼らは、僭主というものは最良の者たちと結束して民衆と戦うのではなく、それとは反対に、民衆と結束して市から最良の部分を排除するものなのだということさえ理解していませんでした。
δικαστήριόν τʼ οὐχ ὅπερ ἦν πάτριον ἀπέδωκάν μοι τὴν λοχῖτιν καλέσαντες ἐκκλησίαν, ἀλλʼ ὃ πάντες ὁμολογοῦσι πονηρότατον εἶναι καὶ ἐπʼ ἐμοῦ πρώτου καὶ μόνου γενόμενον, ἐν ᾧ πλέον ἔχειν ἔμελλον οἱ θῆτες καὶ ἀνέστιοι καὶ τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντες βίοις τῶν ἀγαθῶν καὶ δικαίων καὶ τὰ §8.6.3κοινὰ σώζεσθαι βουλομένων.
そして、祖伝の法であった百人組会を召集して裁判を私に委ねることをせず、誰もが最も不当であると認め、私に対して初めて、かつ私に対してのみ設けられた裁判を適用したのです。 そこでは、労働者や、家なき者、他人の財産を狙う者たちが、善良で正義を重んじ、公共の福祉が守られることを望む人々よりも優位に立つことになっていました。
τοσοῦτο δʼ ἄρα μοι περιῆν τοῦ μηδὲν ἀδικεῖν, ὥστʼ ἐν ὄχλῳ κρινόμενος, οὗ τὸ πλέον μισόχρηστον ἦν καὶ διὰ τοῦτʼ ἐχθρὸν ἐμοί, δυσὶ μόνον ἑάλων ψήφοις ἀποτιθεμένων τὴν ἐξουσίαν τῶν δημάρχων, εἰ μὴ καταδικασθείην ἐγώ, καὶ τὰ ἔσχατα πείσεσθαι πρὸς ἐμοῦ λεγόντων καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ παρὰ τὸν ἀγῶνα κατʼ ἐμοῦ χρησαμένων.
しかし、私の無実は実に圧倒的であったため、善を憎み、それゆえ私に敵対的な者たちが大半を占める群衆の中で裁判にかけられたにもかかわらず、わずか二票の差で有罪とされたにすぎませんでした。 しかもそれは、もし私が有罪にならなければ自分たちは職権を辞すと護民官たちが宣言し、私から最悪の報いを受けることになると主張して、裁判の間、あらゆる熱意と真剣さをもって私に敵対したにもかかわらずのことだったのです。
§8.6.4τοιαῦτα δὴ πεπονθὼς ἐγὼ πρὸς τῶν ἐμαυτοῦ πολιτῶν ἀβίωτον ἡγησάμην τὸν λοιπὸν ἔσεσθαί μοι βίον, εἰ μὴ λάβοιμι παρʼ αὐτῶν δίκας·
同胞の市民たちからこのような不当な扱いを受けた私は、彼らに復讐を遂げない限り、残りの人生は生きるに値しないものになると考えました。
καὶ διὰ τοῦτʼ ἐξόν μοι ζῆν ἀπραγμόνως, εἴτʼ ἐν ταῖς Λατίνων πόλεσιν ἠβουλόμην κατὰ τὸ συγγενές, εἴτʼ ἐν ταῖς νεοκτίστοις, ἅς οἱ πατέρες ἡμῶν ἀπῴκισαν, οὐκ ἠβουλήθην, ἐφʼ ὑμᾶς δὲ κατέφυγον, οὓς ἠπιστάμην πλεῖστά θʼ ὑπὸ Ῥωμαίων ἠδικημένους καὶ μάλιστʼ αὐτοῖς ἀπεχθομένους, ἵνα κοινῇ μεθʼ ὑμῶν τιμωρησαίμην αὐτούς, ὅση μοι δύναμις, λόγοις τʼ, ἔνθα δεῖ λόγων, καὶ ἔργοις, ὅταν ἔργων δέῃ.
そして、このために、私が望むなら血縁関係に基づいてラティウム人の諸都市で暮らすことも、あるいは私たちの先祖が入植した新興の植民都市で平穏に暮らすことも可能であったにもかかわらず、私はそうすることを望まず、あなた方のところに逃れてきました。 あなた方がローマ人から最も多くの不当な扱いを受け、彼らを最も憎んでいることを知っていたからです。 それは、私にできる限りの力をもって、言葉が必要なときには言葉で、行動が必要なときには行動で、あなた方と共に彼らに復讐するためです。
χάριν τε τὴν μεγάλην ὑμῖν οἶδα τῆς θʼ ὑποδοχῆς μου καὶ ἔτι μᾶλλον τῆς τιμῆς, ᾗ με τιμᾶτε οὐθὲν οὔτε μνησικακήσαντες οὔθʼ ὑπολογισάμενοι ὧν ὑπʼ ἐμοῦ πολεμίου ποτὲ ὄντος ἐπάθετε κατὰ τοὺς πολέμους.
そして、私を受け入れてくれたこと、さらには、かつて敵であった時に戦争中に私から被ったいかなることも恨みに思わず、考慮もせずに、私に与えてくれたこの大きな栄誉に対して、私は深く感謝しているのです。 」