§8.39.1αἱ δὲ γυναῖκες αὐτῶν, ὡς ἐγγὺς ὄντος ἤδη τοῦ δεινοῦ, καταλιποῦσαι τῆς οἴκοι μονῆς τὸ εὐπρεπὲς ἔθεον ἐπὶ τὰ τεμένη τῶν θεῶν ὀλοφυρόμεναί τε καὶ προκυλιόμεναι τῶν ξοάνων·
そして、彼女たち(ローマ人たち)の妻たちは、危難がすでに迫っているとして、家に留まることの淑やかさを捨て、哀哭し、神像の前に身を投げ伏しながら神々の境内へと走っていった。
καὶ ἦν ἅπας μὲν ἱερὸς τόπος οἰμωγῆς τε καὶ ἱκετείας γυναικῶν ἀνάπλεως, μάλιστα δὲ τὸ τοῦ Καπετωλίου Διὸς ἱερόν.
そしてあらゆる神聖な場所が女性たちの嘆きと哀願で満ちていたが、とりわけカピトリウムのジュピターの神殿はそうであった。
§8.39.2ἔνθα δή τις αὐτῶν γένει τε καὶ ἀξιώματι προὔχουσα καὶ ἡλικίας ἐν τῷ κρατίστῳ τότʼ οὖσα καὶ φρονῆσαι τὰ δέοντα ἱκανωτάτη, Οὐαλερία μὲν ὄνομα, Ποπλικόλα δὲ τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν ἀδελφή, θείῳ τινὶ παραστήματι κινηθεῖσα ἐπὶ τῆς ἀνωτάτω κρηπῖδος ἔστη τοῦ νεὼ καὶ προσκαλεσαμένη τὰς ἄλλας γυναῖκας πρῶτον μὲν παρεμυθήσατο καὶ παρεθάρρυνεν ἀξιοῦσα μὴ καταπεπλῆχθαι τὸ δεινόν·
そこでまさに、彼女たちの一人で家柄と品位において優れ、当時、年齢的にも最盛期にあり、なすべきことを考えるのに最も有能な、名はウァレリアと言い、王たちからこの市をともに解放したプブリコラの姉妹であった者が、ある神的な鼓舞に動かされて神殿の最も高い基壇の上に立ち、ほかの女性たちを呼び集めて、まず彼女たちを慰め元気づけ、危険に恐れおののかぬよう求めた。
ἔπειτα ὑπέσχετο μίαν εἶναι σωτηρίας ἐλπίδα τῇ πόλει, ταύτην δʼ ἐν αὐταῖς εἶναι μόναις καταλειπομένην, ἐὰν §8.39.3ἐθελήσωσι πράττειν, ἃ δεῖ.
次いで、市にとって救いの希望はただ一つしかなく、しかもそれは彼女たち自身の中にのみ残されていると請け合った、もし彼女たちがなすべきことを実行しようとするならば。
καί τις εἶπεν ἐξ αὐτῶν·
すると彼女たちの一人が言った。
καὶ τί πράττουσαι ἂν ἡμεῖς αἱ γυναῖκες διασῶσαι δυνηθείημεν τὴν πατρίδα τῶν ἀνδρῶν ἀπειρηκότων;
「しかし、男性たちが諦めてしまったというのに、私たち女性が何をすることによって祖国を救うことができるというのでしょうか。
τίς ἡ τοσαύτη περὶ ἡμᾶς τὰς ἀσθενεῖς καὶ ταλαιπώρους ἐστὶν ἰσχύς;
私たちのような弱く哀れな者たちに、それほどのどのような力があるというのでしょう。
οὐχὶ ὅπλων, ἔφησεν ἡ Οὐαλερία, καὶ χειρῶν δεομένη·
」ウァレリアは言った。 「(その力は)武器や武力を必要とするものではありません。
τούτων μὲν γὰρ ἀπολέλυκεν ἡμᾶς ἡ φύσις·
自然が私たちをそれらから免じさせたからです。
ἀλλʼ εὐνοίας καὶ λόγου.
そうではなく、好意と言葉による力なのです。
βοῆς δὲ μετὰ τοῦτο γενομένης καὶ δεομένων ἁπασῶν φανερὸν ποιεῖν, ἥτις ἐστὶν ἡ ἐπικουρία, λέγει πρὸς αὐτάς·
」この後、大声が起こり、皆がその救済策が何であるかを明らかにするよう求めたので、彼女は彼女たちに言う。
§8.39.4ταύτην ἔχουσαι τὴν πιναράν τε καὶ ἄκοσμον ἐσθῆτα καὶ τὰς ἄλλας παραλαβοῦσαι γυναῖκας καὶ τὰ τέκνα ἐπαγόμεναι βαδίζωμεν ἐπὶ τὴν Οὐετουρίας τῆς Μαρκίου μητρὸς οἰκίαν·
「このようにみすぼらしく飾りのない衣を身にまとい、他の女性たちを伴い、子供たちを連れて、マルキウスの母ウェトゥリアの家へ行こうではないですか。
καὶ πρὸ τῶν γονάτων αὐτῆς τὰ τέκνα θεῖσαι, δεώμεθα μετὰ δακρύων ἡμᾶς τʼ οἰκτείρασαν τὰς μηθενὸς κακοῦ αἰτίας καὶ τὴν ἐν ἐσχάτοις κινδύνοις οὖσαν πατρίδα προελθεῖν ἐπὶ τὸν χάρακα τῶν πολεμίων, ἄγουσαν τούς θʼ υἱωνοὺς καὶ τὴν μητέρα αὐτῶν καὶ ἡμᾶς ἁπάσας·
そして、彼女の膝の前に子供たちを置き、いかなる悪事の原因でもない私たちと、極限の危機にある祖国とを哀れんで、孫たちとその母親、そして私たち全員を伴って敵の陣営へと進み出てくれるよう、涙ながらに彼女に求めようではないですか。
ἀκολουθῶμεν γὰρ αὐτῇ τὰ παιδία ἐπαγόμεναι·
実際、私たちは子供たちを連れて彼女に付き従おうではありませんか。
ἔπειτα ἱκέτιν γενομένην τοῦ τέκνου, ἀξιοῦν καὶ δεῖσθαι μηδὲν §8.39.5ἀνήκεστον κατὰ τῆς πατρίδος ἐξεργάσασθαι.
そして彼女が自らの息子の嘆願者となって、何ら祖国に対して取り返しのつかないことを行わないよう(息子に)求め、懇願するように仕向けようではありませんか。
ὀλοφυρομένης γὰρ αὐτῆς καὶ ἀντιβολούσης οἶκτός τις εἰσελεύσεται τὸν ἄνδρα καὶ λογισμὸς ἥμερος.
なぜなら、彼女が哀哭し哀願するならば、何らかの哀憐と穏やかな理性がその男の心に入り込むであろうからです。
οὐχ οὕτω στερρὰν καὶ ἄτρωτον ἔχει καρδίαν, ὥστʼ ἀνασχέσθαι μητέρα πρὸς τοῖς ἑαυτοῦ γόνασι κυλιομένην.
彼は、自分の膝の元に身を投げ出している母親に耐えられるほど、頑なで傷つきようのない心を持っているわけではないのです。 」