§8.38.1ταῦτα δὲ πράττοντες καὶ παρασκευαζόμενοι τῆς τʼ ἐλπίδος οὔπω ἀφιστάμενοι ὡς δυνατὸν ὑπάρχον ἔτι μεταπεισθῆναι τὸν Μάρκιον, εἰ μείζονι καὶ τιμιωτέρᾳ πρεσβείᾳ δεηθεῖεν αὐτοῦ, ψηφίζονται τούς θʼ ἱεροφάντας καὶ τοὺς οἰωνοσκόπους καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι τιμήν τινα ἱερὰν ἢ λειτουργίαν περὶ τὰ θεῖα δημοτελῆ λαβόντες εἶχον· εἰσὶ δὲ παρʼ αὐτοῖς ἱερεῖς καὶ θεραπευταὶ θεῶν πάνυ πολλοὶ καὶ αὐτοὶ οὗτοι διαφανέστατοι τῶν ἄλλων κατά τʼ οἴκους πατέρων καὶ ἀρετῆς οἰκείας ἀξίωσιν· ἔχοντας ἅμʼ αὐτοῖς τῶν ὀργιαζομένων τε καὶ θεραπευομένων θεῶν τὰ σύμβολα καὶ τὰς ἱερὰς ἀμπεχομένους ἐσθῆτας ἀθρόους ἐπὶ τὸν χάρακα τῶν πολεμίων πορεύεσθαι τοὺς αὐτοὺς φέροντας τοῖς προτέροις λόγους.
彼らはこれらのことを実行し準備しながらも、もしより大規模でより格の高い使節団によって彼に懇請するならば、マルキウスがなおも説得されうることは可能であるという希望を未だ捨てずに、神官たち、鳥占官たち、その他、神事に関する何らかの神聖な名誉や公的な奉仕職を授かって保持している者たちすべてが――彼らの間には非常に多くの神々の神官や奉仕者がおり、彼ら自身もまた、家柄と自らの徳に対する評価の両面において他よりも極めて際立った人々であったが――、自分たちが儀式を執り行い奉仕している神々の象徴を携え、神聖な衣を身にまとって、前回の使節と同じ言葉を携え、一団となって敵の陣営へと赴くことを議決する。
§8.38.2ὡς δʼ ἀφίκοντο οἱ ἄνδρες καὶ ἔλεξαν, ὅσα ἡ βουλὴ αὐτοῖς ἐπέστελλεν, οὐδὲ τούτοις ἔδωκεν ὁ Μάρκιος ἀπόκρισιν ὑπὲρ ὧν ἠξίουν, ἀλλʼ ἢ τὰ κελευόμενα ποιεῖν συνεβούλευεν ἀπιόντας, εἰ θέλουσιν εἰρήνην ἄγειν, ἢ προσδέχεσθαι τὸν πόλεμον ἥξοντα πρὸς τὴν πόλιν, καὶ τὸ λοιπὸν ἀπεῖπε μὴ διαλέγεσθαι πρὸς αὐτόν.
これらの男たちが到着し、元老院が彼らに命じた限りのことを告げたが、マルキウスは彼らに対しても、彼らが求めた事柄について何ら回答を与えず、ただ、もし平和を保ちたいと望むのであれば、立ち去って命じられたことを実行するか、さもなければ市へと押し寄せるであろう戦争を覚悟するよう勧告し、今後は自分と交渉することを禁じた。
§8.38.3ὡς δὲ καὶ ταύτης ἀπέτυχον τῆς πείρας οἱ Ῥωμαῖοι, πᾶσαν ἐλπίδα διαλλαγῆς ἀπογνόντες ὡς πολιορκησόμενοι παρεσκευάζοντο τοὺς μὲν ἀκμαιοτάτους ὑπὸ τῇ τάφρῳ καὶ παρὰ ταῖς πύλαις %5τάξαντες, τοὺς δʼ ἀφειμένους ἤδη στρατείας, οἷς ἔτι τὰ σώματα ἱκανὰ ἦν κακοπαθεῖν, ἐπὶ τοῖς τείχεσιν.
ローマ人たちはこの試みにも失敗すると、和解のあらゆる希望を放棄し、包囲戦を受ける覚悟で準備を整えた。 最も血気盛んな者たちを濠の陰や門の傍らに配置し、すでに兵役を免除されていたものの、まだ肉体的に労苦に耐えうる者たちを城壁の上に配置した。