§8.39.1αἱ δὲ γυναῖκες αὐτῶν, ὡς ἐγγὺς ὄντος ἤδη τοῦ δεινοῦ, καταλιποῦσαι τῆς οἴκοι μονῆς τὸ εὐπρεπὲς ἔθεον ἐπὶ τὰ τεμένη τῶν θεῶν ὀλοφυρόμεναί τε καὶ προκυλιόμεναι τῶν ξοάνων· καὶ ἦν ἅπας μὲν ἱερὸς τόπος οἰμωγῆς τε καὶ ἱκετείας γυναικῶν ἀνάπλεως, μάλιστα δὲ τὸ τοῦ Καπετωλίου Διὸς ἱερόν.
而他们的妻子们,因危险已近在咫尺,便抛弃了居家妇德的端庄,哭着奔向诸神的圣地,在木雕神像前顶礼膜拜;每一个神圣的地方都充满了妇女们的哀号与哀求,尤其是卡皮托林朱庇特的神殿。
§8.39.2ἔνθα δή τις αὐτῶν γένει τε καὶ ἀξιώματι προὔχουσα καὶ ἡλικίας ἐν τῷ κρατίστῳ τότʼ οὖσα καὶ φρονῆσαι τὰ δέοντα ἱκανωτάτη, Οὐαλερία μὲν ὄνομα, Ποπλικόλα δὲ τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν ἀδελφή, θείῳ τινὶ παραστήματι κινηθεῖσα ἐπὶ τῆς ἀνωτάτω κρηπῖδος ἔστη τοῦ νεὼ καὶ προσκαλεσαμένη τὰς ἄλλας γυναῖκας πρῶτον μὲν παρεμυθήσατο καὶ παρεθάρρυνεν ἀξιοῦσα μὴ καταπεπλῆχθαι τὸ δεινόν·
就在那时,她们中有一位在门第和地位上都非常出众、正值盛年、且最善于思考权宜之计的妇女,名叫瓦莱里娅,她是曾共同将城市从君主统治中解放出来的普布利科拉的姐妹。
ἔπειτα ὑπέσχετο μίαν εἶναι σωτηρίας ἐλπίδα τῇ πόλει, ταύτην δʼ ἐν αὐταῖς εἶναι μόναις καταλειπομένην, ἐὰν §8.39.3ἐθελήσωσι πράττειν, ἃ δεῖ.
她受到某种神圣启示的驱使,站在神殿最高的基座上,召集起其余的妇女,首先安慰并鼓励她们,要求她们不要被危险吓倒;接着她保证,城市得救的希望只有一条,并且这希望仅留在她们自己身上,如果她们愿意做该做的事。
καί τις εἶπεν ἐξ αὐτῶν· καὶ τί πράττουσαι ἂν ἡμεῖς αἱ γυναῖκες διασῶσαι δυνηθείημεν τὴν πατρίδα τῶν ἀνδρῶν ἀπειρηκότων;
她们中有人说:“可是,在男人们都放弃的情况下,我们女人做些什么才能挽救祖国呢?
τίς ἡ τοσαύτη περὶ ἡμᾶς τὰς ἀσθενεῖς καὶ ταλαιπώρους ἐστὶν ἰσχύς;
在我们这些软弱可怜的人身上,能有什么如此强大的力量呢?
οὐχὶ ὅπλων, ἔφησεν ἡ Οὐαλερία, καὶ χειρῶν δεομένη· τούτων μὲν γὰρ ἀπολέλυκεν ἡμᾶς ἡ φύσις· ἀλλʼ εὐνοίας καὶ λόγου.
”瓦莱里娅说:“这并不需要武器和双手——因为自然已将我们免除于这些——而是需要善意与言辞。
βοῆς δὲ μετὰ τοῦτο γενομένης καὶ δεομένων ἁπασῶν φανερὸν ποιεῖν, ἥτις ἐστὶν ἡ ἐπικουρία, λέγει πρὸς αὐτάς· §8.39.4ταύτην ἔχουσαι τὴν πιναράν τε καὶ ἄκοσμον ἐσθῆτα καὶ τὰς ἄλλας παραλαβοῦσαι γυναῖκας καὶ τὰ τέκνα ἐπαγόμεναι βαδίζωμεν ἐπὶ τὴν Οὐετουρίας τῆς Μαρκίου μητρὸς οἰκίαν· καὶ πρὸ τῶν γονάτων αὐτῆς τὰ τέκνα θεῖσαι, δεώμεθα μετὰ δακρύων ἡμᾶς τʼ οἰκτείρασαν τὰς μηθενὸς κακοῦ αἰτίας καὶ τὴν ἐν ἐσχάτοις κινδύνοις οὖσαν πατρίδα προελθεῖν ἐπὶ τὸν χάρακα τῶν πολεμίων, ἄγουσαν τούς θʼ υἱωνοὺς καὶ τὴν μητέρα αὐτῶν καὶ ἡμᾶς ἁπάσας· ἀκολουθῶμεν γὰρ αὐτῇ τὰ παιδία ἐπαγόμεναι· ἔπειτα ἱκέτιν γενομένην τοῦ τέκνου, ἀξιοῦν καὶ δεῖσθαι μηδὲν
”此后,妇人们发出一阵呼喊,一致请求她说明那救助之道是什么,于是她对她们说: “让我们身着这身肮脏而不加修饰的衣裳,带领其他妇女,携带着孩子们,一同前往马尔基乌斯的母亲维图里娅的家;把孩子们放在她的膝前,流着泪恳求她——哀怜我们这些无罪之人和处于极度危险中的祖国——带着她的孙子们、他们的母亲以及我们所有人,前往敌人的军营;因为我们要带着孩子紧紧追随她;然后,让她作为她儿子的恳求者,要求并哀求他不要对祖国做出任何不可挽回的毁灭性举动。
§8.39.5ἀνήκεστον κατὰ τῆς πατρίδος ἐξεργάσασθαι. ὀλοφυρομένης γὰρ αὐτῆς καὶ ἀντιβολούσης οἶκτός τις εἰσελεύσεται τὸν ἄνδρα καὶ λογισμὸς ἥμερος.
因为如果她痛哭并哀求,某种怜悯和温和的理智就会进入那个男人的心。
οὐχ οὕτω στερρὰν καὶ ἄτρωτον ἔχει καρδίαν, ὥστʼ ἀνασχέσθαι μητέρα πρὸς τοῖς ἑαυτοῦ γόνασι κυλιομένην.
他并没有一颗坚硬和刀枪不入到能忍受母亲跪倒在自己膝前的铁石之心的。 ”