§8.3.1ὡς δʼ ἤκουσε ταῦθʼ ὁ Τύλλος, ὑπερηγάσθη τε καὶ τὸν παρόντα καιρὸν τῆς στρατείας ἀναβαλόμενος περὶ τὴν παρασκευὴν ἐγίνετο τοῦ πολέμου.
トゥッルスはこれを聞くと、大いに感嘆し、遠征の当面の機会を延期して、戦争の準備に取りかかった。
ἐπεὶ δὲ καθῆκεν ὁ τῆς ἀρχῆς καιρός, Ἰουλίου τε καὶ Πιναρίου τὴν ὑπατείαν ἤδη παρειληφότων, ἡ κρατίστη τῶν Οὐολούσκων νεότης ἐξ ἁπάσης πόλεως, ὡς ὁ Τύλλος ἠξίου, παρῆν ἐπὶ τὴν τῶν ἀγώνων θέαν·
そして、競技の開始の時期が到来し、すでにユリウスとピナリウスが執政官職を引き継いでいたとき、トゥッルスが求めた通り、あらゆる都市からウォルスキ人の最も優れた青年たちが競技会の見物のためにやって来た。
καὶ κατεσκήνουν οἱ πλείους ἐν ἱεροῖς τε καὶ δημοσίοις τόποις οὐκ ἔχοντες καταγωγὰς ἐν οἰκίαις τε καὶ παρὰ ξένοις, καὶ ὁπότε διὰ τῶν στενωπῶν πορεύοιντο κατὰ συστροφὰς καὶ ἑταιρίας ἀθρόοι διεξῄεσαν, ὥστε καὶ λόγον ἤδη γίνεσθαι περὶ αὐτῶν ἀνὰ τὴν πόλιν καὶ ὑποψίας ἀτόπους.
彼らの大部分は、民家や知人の家に宿を確保できず、神殿や公共の場所に野営した。 そして彼らが路地を通る時には、集団や徒党を組んで大挙して行き来したため、市内ではすでに彼らについての噂や、不気味な疑念が持ち上がるほどであった。
§8.3.2ἐν δὲ τούτῳ προσέρχεται τοῖς ὑπάτοις ὁ κατασκευασθεὶς ὑπὸ τοῦ Τύλλου μηνυτής, ὡς ὁ Μάρκιος ὑπέθετο, καὶ ὡς δὴ ἀπόρρητον πρᾶξιν κατὰ τῶν ἑαυτοῦ φίλων ἐχθροῖς μέλλων ἐκφέρειν ὅρκοις καταλαμβάνεται τοὺς ὑπάτους ὑπὲρ ἀσφαλείας τε τῆς αὐτὸς αὐτοῦ καὶ τοῦ μηδένα Οὐολούσκων μαθεῖν, ὅστις ἦν ὁ τὴν μήνυσιν κατʼ αὐτῶν πεποιημένος.
そうしているうちに、マルキウスが提案した通り、トゥッルスによって仕立てられた密告者が執政官たちのもとにやって来る。 そして彼は、自分の友人たちに対する秘密の企てを敵に明かそうとする者であるかのように装い、自分自身の安全のため、またウォルスキ人の誰も彼らに対する密告を行ったのが誰であるかを知らないようにするために、執政官たちに誓いによって確約させた。
καὶ μετὰ τοῦτʼ ἐκφέρει τὴν περὶ τῆς ἐπιθέσεως τῆς κατεψευσμένης μήνυσιν.
そしてその後、あの虚偽の襲撃に関する密告を伝える。
§8.3.3ἐδόκει τοῖς ἀνδράσιν ἀληθὴς εἶναι ὁ λόγος, καὶ αὐτίκα ἡ βουλὴ κατʼ ἄνδρα ὑπὸ τῶν ὑπάτων κληθεῖσα συνῆκτο, καὶ παραχθεὶς ὁ μηνυτὴς τοὺς αὐτοὺς εἶπε καὶ πρὸς ἐκείνην τὰ πιστὰ λαβὼν λόγους.
その男たちにはその話が真実であると思われ、ただちに元老院が執政官たちによって一人ずつ招集されて集まった。 そして密告者が引き出され、元老院に対しても確証を得た上で、同じ内容を語った。
τοῖς δὲ καὶ πάλαι μὲν εἶναι τὸ πρᾶγμα ἐδόκει μεστὸν ὑποψίας τοσαύτην νεότητα ἐξ ἑνὸς ἔθνους διαφόρου σφίσιν ἐπὶ τὴν θέαν παρελθεῖν, προσελθούσης δὲ μηνύσεως, ἧς τὴν ἀπάτην ἠγνόουν, ἰσχὺν βεβαίαν ἡ δόξα ἔλαβεν, ἐδόκει θʼ ἅπασιν ἀπαλλάττειν τοὺς ἄνδρας ἐκ τῆς πόλεως πρὶν ἥλιον δῦναι, τοῖς δὲ μὴ πεισθεῖσιν ἐπικηρύξαι θάνατον, ἐπιμεληθῆναι δὲ τῆς ἀπαλλαγῆς αὐτῶν, ἵνα χωρὶς ὕβρεως καὶ μετʼ ἀσφαλείας γένοιτο, τοὺς ὑπάτους.
元老院議員たちにとっても、自分たちと対立する一つの国からこれほど多くの青年が見物のためにやって来たことは、以前から疑念に満ちたことであると思われていたが、彼らがその欺瞞を知らない密告が加わったことで、その疑念は確実なものとなり、全員の一致で、日没前にその男たちを市内から退去させ、従わない者たちには死刑を宣告すること、そして、この退去が乱暴を伴わず安全に行われるように執政官たちが手配にあたることが決議された。