Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.3.1-8.3.3

虚假告密与沃尔斯奇人被逐出罗马

第 581 段,共 962 段 · 希腊语

内容简介

按照图路斯和马尔基乌斯的计策,在聚集于罗马的沃尔斯奇青年形迹可疑的背景下,预先安排的告密者指控他们企图进行夜袭。信以为真的罗马元老院随即决定立即驱逐所有沃尔斯奇人。

§8.3.1ὡς δʼ ἤκουσε ταῦθʼ ὁ Τύλλος, ὑπερηγάσθη τε καὶ τὸν παρόντα καιρὸν τῆς στρατείας ἀναβαλόμενος περὶ τὴν παρασκευὴν ἐγίνετο τοῦ πολέμου.
图路斯听了这话,大为赞叹,于是推迟了眼前的出征时机,着手进行战争的准备。
ἐπεὶ δὲ καθῆκεν ὁ τῆς ἀρχῆς καιρός, Ἰουλίου τε καὶ Πιναρίου τὴν ὑπατείαν ἤδη παρειληφότων, ἡ κρατίστη τῶν Οὐολούσκων νεότης ἐξ ἁπάσης πόλεως, ὡς ὁ Τύλλος ἠξίου, παρῆν ἐπὶ τὴν τῶν ἀγώνων θέαν·
当活动开始的时机到来,尤利乌斯和皮纳利乌斯已经接任执政官职务时,正如图路斯所要求的那样,来自各个城市的沃尔斯奇人中最优秀的青年都前来观看竞技会。
καὶ κατεσκήνουν οἱ πλείους ἐν ἱεροῖς τε καὶ δημοσίοις τόποις οὐκ ἔχοντες καταγωγὰς ἐν οἰκίαις τε καὶ παρὰ ξένοις, καὶ ὁπότε διὰ τῶν στενωπῶν πορεύοιντο κατὰ συστροφὰς καὶ ἑταιρίας ἀθρόοι διεξῄεσαν, ὥστε καὶ λόγον ἤδη γίνεσθαι περὶ αὐτῶν ἀνὰ τὴν πόλιν καὶ ὑποψίας ἀτόπους.
他们中的大多数人因在民房或盟友家中无处落脚,便在神庙和公共场所安营扎寨;每当他们穿过狭窄的街道时,都是成群结队、拉帮结伙地成群通过,以至于城里已经开始流传关于他们的议论和莫名的猜疑。
§8.3.2ἐν δὲ τούτῳ προσέρχεται τοῖς ὑπάτοις ὁ κατασκευασθεὶς ὑπὸ τοῦ Τύλλου μηνυτής, ὡς ὁ Μάρκιος ὑπέθετο, καὶ ὡς δὴ ἀπόρρητον πρᾶξιν κατὰ τῶν ἑαυτοῦ φίλων ἐχθροῖς μέλλων ἐκφέρειν ὅρκοις καταλαμβάνεται τοὺς ὑπάτους ὑπὲρ ἀσφαλείας τε τῆς αὐτὸς αὐτοῦ καὶ τοῦ μηδένα Οὐολούσκων μαθεῖν, ὅστις ἦν ὁ τὴν μήνυσιν κατʼ αὐτῶν πεποιημένος.
在此期间,正如马尔基乌斯所建议的那样,由图路斯安排的告密者来到执政官们面前。 他假装是要向敌人透露针对自己朋友的秘密阴谋,为了自身的安全,以及为了不让任何一个沃尔斯奇人知道是谁对他们进行了告密,他让执政官们宣誓作保。
καὶ μετὰ τοῦτʼ ἐκφέρει τὴν περὶ τῆς ἐπιθέσεως τῆς κατεψευσμένης μήνυσιν.
在此之后,他便吐露了关于虚假袭击的告密。
§8.3.3ἐδόκει τοῖς ἀνδράσιν ἀληθὴς εἶναι ὁ λόγος, καὶ αὐτίκα ἡ βουλὴ κατʼ ἄνδρα ὑπὸ τῶν ὑπάτων κληθεῖσα συνῆκτο, καὶ παραχθεὶς ὁ μηνυτὴς τοὺς αὐτοὺς εἶπε καὶ πρὸς ἐκείνην τὰ πιστὰ λαβὼν λόγους.
执政官们认为他的话是真实的,元老院立即由执政官们逐一召集并聚集起来。 告密者被带上前来,在向元老院也获得了保证后,说出了同样的话。
τοῖς δὲ καὶ πάλαι μὲν εἶναι τὸ πρᾶγμα ἐδόκει μεστὸν ὑποψίας τοσαύτην νεότητα ἐξ ἑνὸς ἔθνους διαφόρου σφίσιν ἐπὶ τὴν θέαν παρελθεῖν, προσελθούσης δὲ μηνύσεως, ἧς τὴν ἀπάτην ἠγνόουν, ἰσχὺν βεβαίαν ἡ δόξα ἔλαβεν, ἐδόκει θʼ ἅπασιν ἀπαλλάττειν τοὺς ἄνδρας ἐκ τῆς πόλεως πρὶν ἥλιον δῦναι, τοῖς δὲ μὴ πεισθεῖσιν ἐπικηρύξαι θάνατον, ἐπιμεληθῆναι δὲ τῆς ἀπαλλαγῆς αὐτῶν, ἵνα χωρὶς ὕβρεως καὶ μετʼ ἀσφαλείας γένοιτο, τοὺς ὑπάτους.
对议员们来说,来自一个与他们敌对的国家如此多的青年为了观看活动而前来,这件事本身早就显得充满可疑;而在他们对其欺骗性毫无所知的告密传来之后,这种看法便获得了确凿的印证。 于是全体一致决定,在日落前将这些人驱逐出城,对不服从者宣告死刑,并由执政官负责他们的撤离,以便在没有粗暴行为且确保安全的情况下进行。

词汇与语法注释

  1. 8.3.2ὡς δὴ ἀπόρρητον πρᾶξιν κατὰ τῶν ἑαυτοῦ φίλων ἐχθροῖς μέλλων ἐκφέρειν — 连词组合 ὡς δή 结合分词(此处为 μέλλων)表示主观的借口或伪装,意为“假装想要……”。这突显了告密者在扮演一个被迫背叛朋友的角色。
  2. 8.3.2τοῦ μηδένα Οὐολούσκων μαθεῖν — 由属格冠词 τοῦ 引导的不定式短语(其逻辑主语为宾格 μηδένα)表示目的(“为了不让任何人……”)或执政官所立誓言的具体内容。
  3. 8.3.3τοῖς δὲ καὶ πάλαι μὲν εἶναι τὸ πρᾶγμα ἐδόκει μεστὸν ὑποψίας τοσαύτην νεότητα ἐξ ἑνὸς ἔθνους διαφόρου σφίσιν ἐπὶ τὴν θέαν παρελθεῖν — 无人称动词用法的 ἐδόκει(“似乎/被认为”)的主语是宾格不定式短语 τοσαύτην νεότητα ... παρελθεῖν(“如此多的青年来到”)。τοῖς δὲ(对他们,即元老院议员而言)是与格,作为判断的主体。
  4. 1510ἐπιμεληθῆναι δὲ τῆς ἀπαλλαγῆς αὐτῶν, ἵνα χωρὶς ὕβρεως καὶ μετʼ ἀσφαλείας γένοιτο, τοὺς ὑπάτους — 这是受句首 ἐδόκει θʼ ἅπασιν(“全体一致决定”)支配的一系列不定式短语(ἀπαλλάττειν、ἐπικηρύξαι、ἐπιμεληθῆναι)中的最后一个。前两个不定式的主语在上下文中被省略,而最后一个 ἐπιμεληθῆναι 的逻辑主语 τοὺς ὑπάτους 则以宾格形式明确置于句末。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.3.1-8.3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.3.1-8.3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。