§8.2.1ἔτι δʼ αὐτοῦ ταῦτα λέγοντος ἐμβαλὼν τὴν δεξιὰν ὁ Τύλλος καὶ ἀπὸ τῆς ἑστίας ἀναστήσας θαρρεῖν τʼ αὐτὸν ἐκέλευσεν, ὡς μηδὲν ἀνάξιον τῆς ἰδίας ἀρετῆς πεισόμενον καὶ πολλὰς αὐτῷ χάριτας εἰδέναι τῆς πρὸς ἑαυτὸν ἀφίξεως ἔφη, τιμήν τινα οὐ μικρὰν εἶναι καὶ ταύτην ἀποφαινόμενος·
彼がまだこれらのことを語っているうちに、トゥッルスは彼の右手を取り、炉端から立たせると、自らの徳にそぐわないような不当な扱いを受けることは決してないだろうと言って彼を元気づけ、また彼の来訪に深く感謝していると述べ、これもまた少なからぬ名誉であると表明した。
Οὐολούσκους τʼ αὐτῷ πάντας ὑπισχνεῖτο ποιήσειν φίλους ἀρξάμενος ἀπὸ τῆς ἑαυτοῦ πατρίδος·
そして、自らの祖国をはじめとして、ウォルスキ人全員を彼の味方にすると約束した。
καὶ οὐδεμίαν ἐψεύσατο τῶν ὑποσχέσεων.
そして、その約束を何一つ違えなかった。
§8.2.2χρόνου δέ τινος οὐ πολλοῦ διελθόντος βουλευομένοις τοῖς ἀνδράσι κατὰ σφᾶς, Μαρκίῳ τε καὶ Τύλλῳ, κινεῖν ἐδόκει τὸν πόλεμον.
それからあまり時を経ずして、二人の男、すなわちマルキウスとトゥッルスが内々に協議した際、戦争を起こすことが決定された。
ὁ μὲν οὖν Τύλλος αὐτίκα μάλα ἐβούλετο πᾶσαν τὴν Οὐολούσκων δύναμιν παραλαβὼν ἐπὶ τὴν Ῥώμην χωρεῖν, ἕως ἐστασίαζέ τε καὶ ἡγεμόνας ἀπολέμους εἶχεν, ὁ δὲ Μάρκιος αἰτίαν πρῶτον ᾤετο δεῖν εὐσεβῆ καὶ δικαίαν ἐνστήσασθαι τοῦ πολέμου διδάσκων, ὡς ἁπάσαις μὲν πράξεσι θεοὶ συλλαμβάνουσι, μάλιστα δὲ ταῖς κατὰ πολέμους, ὅσῳ μείζους τέ εἰσι τῶν ἄλλων καὶ εἰς ἀδήλους φιλοῦσι κατασκήπτειν τύχας.
トゥッルスは、ローマが内紛に揺れ、軍事に不慣れな指導者たちを擁しているうちに、ただちにウォルスキ人の全軍を率いてローマへ進軍することを望んだが、マルキウスは、まず戦争の敬虔で正当な大義名分を立てるべきだと考え、神々はすべての行為、とりわけ戦争における行為を助けてくださるものであり、それは戦争における行為が他の行為よりも大きく、予測しがたい運命に陥りやすいからであると説いた。
ἐτύγχανον δὲ τότε Ῥωμαίοις καὶ Οὐολούσκοις ἐκεχειρίαι τοῦ πολέμου καὶ ἀνοχαὶ πρὸς ἀλλήλους οὖσαι σπονδαί τε διετεῖς ὀλίγῳ πρότερον χρόνῳ γενόμεναι.
ちょうどそのとき、ローマ人とウォルスキ人の間には、休戦と相互の戦闘停止、およびその少し前に結ばれた二年の条約が存続していた。
§8.2.3ἐὰν μὲν οὖν ἀπερισκέπτως, ἔφη, καὶ διὰ τάχους τὸν πόλεμον ἐπιφέρῃς, τοῦ λελύσθαι τὰς σπονδὰς αἴτιος ἔσῃ καὶ τὸ δαιμόνιον οὐχ ἕξεις εὐμενές·
「それゆえ、もしあなたが熟慮もせず急いで戦争を仕掛けるなら、条約を破棄した原因はあなたにあることになり、神の好意を得ることはできないでしょう」と彼は言った。
ἐὰν δὲ περιμείνῃς, ἕως ἐκεῖνοι τοῦτο ποιήσωσιν, ἀμύνεσθαι δόξεις καὶ λελυμέναις σπονδαῖς βοηθεῖν.
「しかし、もし彼らがそれを行うまで待つならば、あなたは自衛しているように見え、破棄された条約を助けることになります。
ὅπως δʼ ἂν τοῦτο γένοιτο, καὶ ὅπως ἂν ἐκεῖνοι μὲν ἄρξειαν παρασπονδεῖν, ἡμεῖς δὲ δόξαιμεν ὅσιον καὶ δίκαιον ἐπιφέρειν τὸν πόλεμον, ἐγὼ σὺν πολλῇ φροντίδι ἀνεύρηκα.
どうすればこれが可能になり、どうすれば彼らが先に条約を破り、私たちが神聖で正当な戦争を仕掛けているように見えるか、私は深く熟考して見出しました。
δεῖ δʼ ὑφʼ ἡμῶν αὐτοὺς ἐξαπατηθέντας ἄρξαι τῆς παρανομίας.
彼らが我々に欺かれて、不法の口火を切るようにせねばなりません。
§8.2.4ὁ δὲ τρόπος τῆς ἐξαπάτης, ὃν ἐγὼ τέως μὲν ἀπόρρητον ἐφύλαττον ἀναμένων τὸν οἰκεῖον αὐτοῦ καιρόν, νῦν δὲ σοῦ σπουδάζοντος ἔργου ἔχεσθαι θᾶττον ἐκφέρειν εἰς μέσον ἀναγκάζομαι, τοιόσδε ἐστίν·
」「私がこれまでその好機を待って秘密にしていた、しかし今、あなたが事に取りかかるのを急いでおられるために、早くも公にせざるを得なくなった欺計の方法は、次のようなものです。
θυσίας ἐπιτελεῖν Ῥωμαῖοι μέλλουσι καὶ ἀγῶνας ἄγειν ἀπὸ πολλῶν χρημάτων σφόδρα λαμπρούς, ἀφίξονταί τε κατὰ θέαν ἐπὶ τούτους πολλοὶ τῶν ξένων.
ローマ人は多額の資金を投じて、非常に華麗な犠牲式を執り行い、競技会を催そうとしており、これらを見物するために多くの異邦人がやって来るでしょう。
§8.2.5τοῦτον ἀναμείνας τὸν χρόνον ἴθι καὶ σὺ καὶ Οὐολούσκων ὅσους δύνασαι πλείστους παρασκεύασον ἐλθεῖν ἐπὶ τὴν θέαν·
」「この時期を待って、あなたも行き、できるだけ多くのウォルスキ人を見物に行かせるよう手配してください。
ὅταν δʼ ἐν τῇ πόλει γένῃ, τῶν ἀναγκαιοτάτων τινά σοι φίλων κέλευσον ἐλθεῖν ὡς τοὺς ὑπάτους καὶ διʼ ἀπορρήτων εἰπεῖν, ὅτι μέλλουσιν ἐπιτίθεσθαι τῇ πόλει Οὐολοῦσκοι νύκτωρ, καὶ ἐπὶ τοῦθʼ ἥκουσι τὸ ἔργον ἀθρόοι.
そして、あなたが市内に着いたなら、ごく親しい友人の何人かに執政官たちのもとへ行かせ、ウォルスキ人が夜間に市を襲撃しようとしており、そのために大挙してやって来ているのだと、秘密裏に告げさせてください。
εὖ γὰρ ἴσθι, ὡς εἰ τοῦτʼ ἀκούσειαν οὐδὲν ἔτι ἐνδοιάσαντες ἐκβαλοῦσιν ὑμᾶς ἐκ τῆς πόλεως καὶ παρέξουσιν ἀφορμὴν δικαίας ὀργῆς.
よく知っておくべきですが、もし彼らがこれを聞けば、もはや一瞬の疑いも抱くことなく、あなたがたを市内から追放し、正当な怒りの口実を与えてくれるでしょう。 」