§8.29.1τοιαῦτα διεξελθόντος τοῦ Μηνυκίου μικρὸν ἐπισχὼν ὁ Μάρκιος εἶπε·
ミヌキウスがこのように詳細に語り終えた後、マルキウスは少しの間を置いてこう言った。
σοὶ μέν, ὦ Μηνύκιε, καὶ ὑμῖν τοῖς ἅμα τούτῳ πεμφθεῖσιν ὑπὸ τῆς βουλῆς φίλος εἰμὶ καὶ πρόθυμος, εἴ τι δύναμαι, ποιεῖν ἀγαθόν, ὅτι μοι καὶ πρότερον, ὅτε πολίτης ὑμέτερος ἦν καὶ τὰ κοινὰ ἔπραττον, ἐν πολλοῖς καὶ ἀναγκαίοις ἐγένεσθε καιροῖς χρήσιμοι, καὶ μετὰ τὴν φυγὴν οὐκ ἀπεστράφητέ με καταφρονήσει τῆς τότε τύχης, ὡς οὔτε φίλους εὖ ποιεῖν δυνάμενον ἔτι οὔτʼ ἐχθροὺς κακῶς, ἀλλὰ χρηστοὶ καὶ βέβαιοι διεμείνατε φίλοι μητρός τε τῆς ἐμῆς κηδόμενοι καὶ γυναικὸς καὶ τέκνων, καὶ τὰς συμφορὰς αὐτοῖς κουφοτέρας ποιοῦντες ταῖς ἰδίαις ἐπιμελείαις.
「ミヌキウスよ、あなたに対して、またあなたと共に元老院から派遣された人々に対して、私は友であり、私に何かできることがあれば、喜んで善きことを行いたいと思っている。 なぜなら、かつて私があなた方の市民であり国政に携わっていた時にも、あなた方は多くの、かつ差し迫った状況において、私にとって有益な存在であり、また追放の後にも、当時の不運を侮蔑して、もはや友に善いことも敵に害をなすこともできなくなった者として私から背を向けることをせず、むしろ親切で忠実な友であり続け、私の母や妻や子供たちを気遣い、自らの格別な配慮によって、彼らにとっての災難をより軽いものにしてくれたからである。
§8.29.2τοῖς δʼ ἄλλοις Ῥωμαίοις ἀπέχθομαί τʼ ὡς δύναμαι μάλιστα καὶ οὐδέποτε μισῶν αὐτοὺς παύσομαι·
しかし、他のローマ人たちに対しては、私はできる限り激しく敵意を抱いており、決して彼らを憎むことをやめないであろう。
οἵ με ἀντὶ πολλῶν καὶ καλῶν ἔργων, ἐφʼ οἱς τιμᾶσθαι προσῆκεν, ὡς τὰ μέγιστα ἐξημαρτηκότα περὶ τὸ κοινὸν αἰσχρῶς ἐξήλασαν ἐκ τῆς πατρίδος, οὔτε μητέρα αἰδεσθέντες τὴν ἐμὴν οὔτε παιδία ἐλεήσαντες οὔτʼ ἄλλο πάθος ἥμερον οὐδὲν ἐπὶ ταῖς ἐμαῖς λαβόντες τύχαις.
彼らは、私が称えられて然るべきであった、多くの優れた功績の代わりに、私を国家に対して極めて重大な罪を犯した者として見苦しくも祖国から追い出し、私の母を敬うことも、子供たちを憐れむこともせず、また私の身に起こった不運に対して、他に何の人間的な情をも示さなかったのだ。
§8.29.3μαθόντες δὲ τοῦτο, εἰ μὲν αὐτοὶ δεῖσθέ του παρʼ ἡμῶν, λέγετε μηθὲν ὀκνοῦντες, ὡς οὐθενὸς ἀτυχήσοντες τῶν δυνατῶν, περὶ δὲ φιλίας καὶ διαλλαγῶν, ἃς ἀξιοῦτέ με ποιήσασθαι πρὸς τὸν δῆμον ἐπὶ ταῖς ἐλπίσι τῆς καθόδου, παύσασθε διαλεγόμενοι.
このことを承知した上で、もしあなた方自身が私たちに何かを求めているなら、可能なことについては何一つ得られないことはないだろうと確信して、躊躇することなく言いなさい。 しかし、帰還の希望をかけて民衆と結ぶようあなた方が私に要求している、友好と和解については、語るのをやめなさい。
πάνυ γὰρ ἀγαπητῶς δεξαίμην ἂν εἰς τοιαύτην κατελθεῖν πόλιν, ἐν ᾗ τὰ μὲν τῆς ἀρετῆς ἆθλα ἡ κακία φέρεται, τὰς δὲ τῶν κακούργων τιμωρίας οἱ μηδὲν ἡμαρτηκότες ὑπομένουσιν.
徳の報いを悪徳がさらっていき、悪人の刑罰を、何も罪を犯していない者たちが耐え忍ぶような、そのような都市へ帰還することを、私が大いに喜んで受け入れるとでも思っているのか。
§8.29.4ἐπεί, φέρε, πρὸς θεῶν εἴπατέ μοι, τίνος ἀδικήματος αἰτίᾳ ταύτης ἐγὼ πεπείραμαι τῆς τύχης, ἢ ποῖον ἐπιτηδεύσας ἔργον ἀνάξιον τῶν ἐμαυτοῦ προγόνων;
それというのも、さあ、神々に誓って私に言ってほしい。 いかなる不義のゆえに、私がこのような不運を味わわねばならなかったのか、あるいは、私の先祖に値しないどのような行為を私が働いたというのか。
πρώτην ἐστρατευσάμην ἔξοδον κομιδῇ νέος ὤν, ὅτε πρὸς τοὺς βασιλεῖς βίᾳ κατιόντας ἠγωνιζόμεθα.
私はきわめて若かった時に、最初の遠征に従軍した。 それは、私たちが、武力によって帰還しようとする王たちと戦っていた時のことである。
ἐκ ταύτης τῆς μάχης ἀριστείοις ἀνεδούμην ὑπὸ τοῦ στρατηγοῦ στεφάνοις πολίτην ὑπερασπίσας καὶ πολέμιον ἀποκτείνας.
この戦いにおいて、私は市民を盾で保護し、敵を打ち倒したことによって、将軍から最も優秀な者に与えられる冠を授けられた。
§8.29.5ἔπειθʼ ὅσας ἄλλας ἱππικὰς καὶ πεζικὰς ἠγωνισάμην μάχας, ἐπιφανὴς ἐν ἁπάσαις ἐγενόμην καὶ τἀριστεῖα ἐξ ἁπασῶν ἔλαβον·
その後、私が戦った他のどれほどの騎兵戦や歩兵戦においても、私はそのすべてにおいて際立っており、すべてにおいて功労賞を得た。
καὶ οὔτε πόλις ἐκ τειχομαχίας ἑάλω τις, ἧς οὐκ ἐγὼ πρῶτος ἐπέβην ἢ μόνος ἢ σὺν ὀλίγοις, οὔτε φυγὴ πολεμίων ἐκ παρατάξεως ἐγένετο, ἧς οὐκ ἐμὲ αἰτιώτατον γενέσθαι πάντες οἱ παρόντες ὡμολόγουν, οὔτʼ ἄλλο τῶν λαμπρῶν ἢ γενναίων ἐν πολέμοις ἔργων οὐθὲν ἄνευ τῆς ἐμῆς εἴτʼ εὐτολμίας εἴτʼ εὐτυχίας ἐπράχθη.
また、攻城戦によって陥落した都市で、私が最初にあるいは単独で、もしくは少数の者たちと共に城壁に登らなかったようなものは一つもなく、会戦において敵が退却したことで、そこにいたすべての者が、私がその最大の原因であったと認めなかったものはなく、戦争における他の輝かしくあるいは高潔な行いで、私の勇気か、あるいは幸運なしに遂行されたものは何一つなかった。 」