§8.29.1τοιαῦτα διεξελθόντος τοῦ Μηνυκίου μικρὸν ἐπισχὼν ὁ Μάρκιος εἶπε· σοὶ μέν, ὦ Μηνύκιε, καὶ ὑμῖν τοῖς ἅμα τούτῳ πεμφθεῖσιν ὑπὸ τῆς βουλῆς φίλος εἰμὶ καὶ πρόθυμος, εἴ τι δύναμαι, ποιεῖν ἀγαθόν, ὅτι μοι καὶ πρότερον, ὅτε πολίτης ὑμέτερος ἦν καὶ τὰ κοινὰ ἔπραττον, ἐν πολλοῖς καὶ ἀναγκαίοις ἐγένεσθε καιροῖς χρήσιμοι, καὶ μετὰ τὴν φυγὴν οὐκ ἀπεστράφητέ με καταφρονήσει τῆς τότε τύχης, ὡς οὔτε φίλους εὖ ποιεῖν δυνάμενον ἔτι οὔτʼ ἐχθροὺς κακῶς, ἀλλὰ χρηστοὶ καὶ βέβαιοι διεμείνατε φίλοι μητρός τε τῆς ἐμῆς κηδόμενοι καὶ γυναικὸς καὶ τέκνων, καὶ τὰς συμφορὰς αὐτοῖς κουφοτέρας ποιοῦντες ταῖς ἰδίαις ἐπιμελείαις.
在米努基乌斯如此详细地叙述完之后,马尔基乌斯稍微停顿了一下,说道:“米努基乌斯啊,对于你以及与你一同被元老院派遣来的人们,我是你们的朋友,并且只要我能做到,我很乐意为你们做些好事。 因为在以前,当我还是你们的公民、参与国政的时候,你们在许多紧要关头都曾给予我帮助;而且在我被流放之后,你们也没有因鄙视我当时的处境而背弃我,仿佛我是一个既不能给朋友带来好处、也不能给敌人带来伤害的人,相反,你们始终是友善而忠实的朋友,照顾我的母亲、妻子和孩子们,并用你们自己的关怀减轻了他们的不幸。
§8.29.2τοῖς δʼ ἄλλοις Ῥωμαίοις ἀπέχθομαί τʼ ὡς δύναμαι μάλιστα καὶ οὐδέποτε μισῶν αὐτοὺς παύσομαι·
但对于其他罗马人,我则是尽我所能地痛恨他们,而且绝不会停止对他们的仇恨。
οἵ με ἀντὶ πολλῶν καὶ καλῶν ἔργων, ἐφʼ οἱς τιμᾶσθαι προσῆκεν, ὡς τὰ μέγιστα ἐξημαρτηκότα περὶ τὸ κοινὸν αἰσχρῶς ἐξήλασαν ἐκ τῆς πατρίδος, οὔτε μητέρα αἰδεσθέντες τὴν ἐμὴν οὔτε παιδία ἐλεήσαντες οὔτʼ ἄλλο πάθος ἥμερον οὐδὲν ἐπὶ ταῖς ἐμαῖς λαβόντες τύχαις.
他们不仅没有因我那本该受到尊重的众多而卓越的功绩来回报我,反而将我视作对国家犯下滔天大罪的人,可耻地将我驱逐出祖国,既不尊重我的母亲,也不怜悯我的孩子们,对我所遭遇的厄运没有表现出任何其他的同情心。
§8.29.3μαθόντες δὲ τοῦτο, εἰ μὲν αὐτοὶ δεῖσθέ του παρʼ ἡμῶν, λέγετε μηθὲν ὀκνοῦντες, ὡς οὐθενὸς ἀτυχήσοντες τῶν δυνατῶν, περὶ δὲ φιλίας καὶ διαλλαγῶν, ἃς ἀξιοῦτέ με ποιήσασθαι πρὸς τὸν δῆμον ἐπὶ ταῖς ἐλπίσι τῆς καθόδου, παύσασθε διαλεγόμενοι.
得知这一点后,如果是你们自己对我们有什么要求,请毫不犹豫地开口,因为在可能的事情上你们绝不会一无所获;但是,关于你们要求我抱有归国希望而与民众达成的友好与和解,就请不要再谈了。
πάνυ γὰρ ἀγαπητῶς δεξαίμην ἂν εἰς τοιαύτην κατελθεῖν πόλιν, ἐν ᾗ τὰ μὲν τῆς ἀρετῆς ἆθλα ἡ κακία φέρεται, τὰς δὲ τῶν κακούργων τιμωρίας οἱ μηδὲν ἡμαρτηκότες ὑπομένουσιν.
难道我真的会非常乐意回到这样一个城市吗? 在那里,美德的奖赏被恶德所夺走,而毫无过错的人却要承受恶人的惩罚。
§8.29.4ἐπεί, φέρε, πρὸς θεῶν εἴπατέ μοι, τίνος ἀδικήματος αἰτίᾳ ταύτης ἐγὼ πεπείραμαι τῆς τύχης, ἢ ποῖον ἐπιτηδεύσας ἔργον ἀνάξιον τῶν ἐμαυτοῦ προγόνων;
因为,来吧,看在神明的份上告诉我,我究竟是因为犯了什么罪过才遭受了这种命运? 或者我做了什么配不上我自己先祖的事情?
πρώτην ἐστρατευσάμην ἔξοδον κομιδῇ νέος ὤν, ὅτε πρὸς τοὺς βασιλεῖς βίᾳ κατιόντας ἠγωνιζόμεθα.
我在极年轻的时候就参加了第一次军事远征,当时我们正与企图用武力复辟的国王们作战。
ἐκ ταύτης τῆς μάχης ἀριστείοις ἀνεδούμην ὑπὸ τοῦ στρατηγοῦ στεφάνοις πολίτην ὑπερασπίσας καὶ πολέμιον ἀποκτείνας.
在那场战斗中,我因为保护了一位公民并杀死了一名敌人,被将军授予了象征最高武勋的冠冕。
§8.29.5ἔπειθʼ ὅσας ἄλλας ἱππικὰς καὶ πεζικὰς ἠγωνισάμην μάχας, ἐπιφανὴς ἐν ἁπάσαις ἐγενόμην καὶ τἀριστεῖα ἐξ ἁπασῶν ἔλαβον·
此后,无论我参加了多少次其他的骑兵战和步兵战,我都在所有战斗中表现杰出,并从所有战斗中获得了武勋奖赏。
καὶ οὔτε πόλις ἐκ τειχομαχίας ἑάλω τις, ἧς οὐκ ἐγὼ πρῶτος ἐπέβην ἢ μόνος ἢ σὺν ὀλίγοις, οὔτε φυγὴ πολεμίων ἐκ παρατάξεως ἐγένετο, ἧς οὐκ ἐμὲ αἰτιώτατον γενέσθαι πάντες οἱ παρόντες ὡμολόγουν, οὔτʼ ἄλλο τῶν λαμπρῶν ἢ γενναίων ἐν πολέμοις ἔργων οὐθὲν ἄνευ τῆς ἐμῆς εἴτʼ εὐτολμίας εἴτʼ εὐτυχίας ἐπράχθη.
而且,没有任何一座通过攻城战攻下的城市,其城墙不是我第一个登上,或独自一人,或与少数人一起;也没有任何一次敌人在会战中的溃退,不是在场的所有人都公认我是首要功臣;更没有任何其他在战争中辉煌或高尚的功绩,是在没有我的英勇或幸运的情况下完成的。 ”