§8.20.1ἀπὸ δὲ ταύτης ἀναστήσας τῆς πόλεως ἤλαυνε τὸν στρατὸν ἐπὶ Βοίλλας, ἐπιφανῆ τότε οὖσαν καὶ ἐν ὀλίγαις πάνυ ταῖς ἡγουμέναις τοῦ Λατίνων γένους πόλεσιν ἐξεταζομένην.
そこから、この都市から軍勢を撤収させると、ボウィッラエへと軍を進めた。 この都市は当時有名であり、ラティウム系の極めて少数の主要都市の一つに数えられていた。
οὐ προσδεξαμένων δʼ αὐτὸν τῶν ἔνδον, ἀλλὰ τῷ τʼ ἐρύματι πιστευόντων ἐχυρῷ γε σφόδρα ὄντι καὶ τῷ πλήθει τῶν ἀπʼ αὐτοῦ μαχησομένων παρακαλέσας τὴν δύναμιν ἀγωνίζεσθαι προθύμως καὶ τοῖς πρώτοις ἐπιβᾶσι τοῦ τείχους μεγάλας δωρεὰς ὑποσχόμενος ἔργου εἴχετο·
市内の人々は彼を受け入れず、非常に強固なその防壁と、そこから戦うことになる人々の多さを頼みとしていたので、彼は軍勢に対して勇敢に戦うよう激励し、最初に城壁に登った者たちに大きな褒賞を約束して、戦闘に取りかかった。
καὶ γίνεται μάχη περὶ τῇ πόλει ταύτῃ καρτερά.
こうして、この都市をめぐって激しい戦いが生じた。
§8.20.2οὐ γὰρ μόνον ἀπὸ τοῦ τείχους ἠμύνοντο τοὺς προσιόντας οἱ Βοιλλανοί, ἀλλὰ καὶ τὰς πύλας ἀνοίξαντες ἐξέθεον ἀθρόοι καὶ κατὰ τοῦ πρανοῦς ἐώθουν βίᾳ τοὺς ὑφισταμένους·
というのも、ボウィッラエの人々は単に城壁の上から接近してくる者たちを防いだだけでなく、門を開けて一斉に打って出て、立ちはだかる敵を坂の下へと力尽くで押し戻したからである。
φόνος τε πλεῖστος αὐτόθι τῶν Οὐολούσκων ἐγένετο καὶ χρόνος τῆς τειχομαχίας πολὺς τοῦ τε κρατήσειν τῆς πόλεως ἄπορος ἅπασιν ἡ ἐλπίς.
そこではウォルスキ人に極めて多くの死者が出て、城壁をめぐる戦いの時間は長引き、都市を占領できるという希望は誰もが危ぶむものとなった。
ἀλλὰ τῶν ἀπολλυμένων ἄδηλον ἐποίει τὴν ἀπουσίαν ὁ στρατηγὸς ἀντικαθιστὰς ἑτέρους, τῶν δὲ καμνόντων παρεθάρρυνε τὴν ἀθυμίαν ἐπὶ τὸ πονοῦν μέρος τῆς στρατιᾶς αὐτὸς ὠθούμενος.
しかし将軍は、死んでいく者たちの抜けた穴に別の者を補うことでその不在を目立たなくさせ、自ら軍勢の苦戦している箇所へ分け入ることで、疲弊した者たちの落胆を励ました。
ἦν δʼ οὐχ ὁ λόγος αὐτοῦ μόνον ἐπαγωγὸς εἰς τὸ εὔψυχον, ἀλλὰ καὶ τὰ ἔργα.
彼の言葉が勇敢さへと誘っただけでなく、その行動も同様であった。
πάντα γὰρ ὑφίστατο κίνδυνον καὶ οὐδεμιᾶς πείρας ἀπελείφθη, τέως ἑάλω τὸ §8.20.3τεῖχος.
なぜなら、彼はあらゆる危険を引き受け、いかなる試みからも退くことなく、ついにその城壁が占領されるまでであった。
κρατήσας δὲ καὶ ταύτης σὺν χρόνῳ τῆς πόλεως καὶ τῶν ἁλόντων τοὺς μὲν ἐν χειρῶν νόμῳ διαφθείρας, τοὺς δʼ αἰχμαλώτους λαβὼν ἀπῆγε τὴν δύναμιν ἐπιφανεστάτην νίκην ἐξενεγκάμενος καὶ λάφυρα κάλλιστα καὶ πλεῖστα ἄγων, χρήμασί τε παμπόλλοις, ὧν ἐγκρατὴς ἐγένετο·
やがてこの都市をも支配下に置くと、占領された者のうち一部を戦闘の中で殺害し、他の者たちを捕虜として捕らえ、極めて輝かしい勝利を収めて、最も美しく最も多くの戦利品を引率し、また手に入れた莫大な資金によって軍勢を富ませて、軍を撤収させた。
ἦν δʼ αὐτόθι ὅσα ἐν οὐδενὶ τῶν ἁλόντων χωρίων· πλουτίσας τὴν στρατιάν.
そこには、これまでに占領されたいかなる場所にもなかったほどの富があったのである。