§8.19.1ἐντεῦθεν δὲ τὴν δύναμιν ἀναλαβὼν ἦγεν ἐπὶ τοὺς καλουμένους Λαβικανούς.
そこから軍勢を率いてラビカニと呼ばれる人々のところへと進めた。
ἦν δὲ καὶ αὕτη τότε Λατίνων ἡ πόλις Ἀλβανῶν ὥσπερ καὶ ἄλλαι ἄποικος.
この都市もまた、他の都市と同様に、当時はアルバ人の植民都市であり、ラティウム人の都市であった。
καταπλήξασθαι δὲ βουλόμενος τοὺς ἔνδον ἔκαιεν αὐτῶν τὴν χώραν εὐθὺς ἐπιών, ὅθεν μάλιστα ἔμελλον ὄψεσθαι τὴν φλόγα.
彼は市内の人々を震え上がらせたいと思い、到着するとすぐに、彼らが最もよく炎を見ることができる場所から彼らの領有地を焼き払った。
οἱ δὲ Λαβικανοὶ τεῖχος εὖ κατεσκευασμένον ἔχοντες οὔτε κατεπλάγησαν αὐτοῦ τὴν ἔφοδον οὔτε μαλακὸν ἐνέδοσαν οὐδέν, ἀλλʼ ἀντεῖχον ἀπομαχόμενοι γενναίως καὶ πολλάκις ἐπιβαίνοντας τοῦ §8.19.2τείχους τοὺς πολεμίους ἀπήραξαν.
しかしラビカニ人は、よく築かれた城壁を持っていたため、彼の襲撃に怯えることもなく、少しの弱気も見せなかった。 それどころか、勇敢に戦って対抗し、壁に登ってくる敵の兵士たちを何度も打ち落とした。
οὐ μὴν εἰς τέλος γʼ ἀντέσχον ὀλίγοι πρὸς πολλοὺς ἀγωνιζόμενοι καὶ χρόνον οὐδὲ τὸν ἐλάχιστον ἀναπαυόμενοι.
しかしながら、彼らは少数で多数を相手に戦い、ほんの少しの時間も休むことができなかったため、最後まで持ちこたえることはできなかった。
πολλαὶ γὰρ προσβολαὶ καὶ καθʼ ὅλην τὴν πόλιν ἐγίνοντο ὑπὸ τῶν Οὐολούσκων ἐκ διαδοχῆς ὑποχωρούντων μὲν αἰεὶ τῶν κεκμηκότων, ἑτέρων δὲ προσιόντων νεαρῶν·
というのも、ウォルスキ人によって都市全体にわたって多くの攻撃が仕掛けられており、疲弊した者が常に交代で退き、別の新たな者たちが進み出てきたからである。
πρὸς οὓς ἀγωνιζόμενοι διʼ ὅλης ἡμέρας, καὶ οὐδὲ τὸν τῆς νυκτὸς ἀναπαυσάμενοι χρόνον ἐκλιπεῖν ἠναγκάσθησαν τὸ τεῖχος ὑπὸ κόπου.
彼らと一日中戦い、夜間も休むことができなかったため、疲労によって城壁を放棄せざるを得なくなった。
παραλαβὼν δὲ καὶ ταύτην ὁ Μάρκιος τὴν πόλιν ἐξηνδραποδίσατο καὶ τοῖς στρατιώταις ἐφῆκε μερίσασθαι τὰς ὠφελείας.
マルキオスはこの都市をも占領すると、住民を奴隷にし、兵士たちに戦利品を分配することを許した。
§8.19.3ἀναστήσας δὲ τὴν δύναμιν ἐκεῖθεν ἐπὶ τὴν Πεδανῶν πόλιν·
そして、そこから軍勢を撤収させてペドゥムの人々の都市へと向かった。
ἦν δὲ καὶ αὕτη τοῦ Λατίνων γένους·
この都市もまたラティウム系であった。
συντεταγμένην ἔχων τὴν στρατιὰν ἀφικνεῖται καὶ αὐτὴν ἅμα τῷ πλησιάσαι τοῖς τείχεσιν αἱρεῖ κατὰ κράτος.
彼は軍隊を整然と編成したまま到着し、城壁に接近すると同時に、その都市をも強襲によって占領した。
καὶ ταὐτὰ διαθεὶς ὅσα τὰς πρότερον ἁλούσας ἕωθεν εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ Κορβιῶνα.
そして、以前に占領された都市に対して行ったのと全く同じ措置を施すと、翌朝早くに直ちに軍勢を撤収させてコルビオへと率いた。
§8.19.4ὄντι δʼ αὐτῷ πλησίον τοῦ τείχους τὰς πύλας ἀνοίξαντες οἱ ἔνδον ἀπαντῶσιν ἀντὶ τῶν ὅπλων προτείνοντες ἱκετηρίας καὶ παραδιδόντες ἀμαχητὶ τὸ τεῖχος.
彼が城壁の近くに達したとき、市内の人々は門を開けて彼を迎え、武器の代わりに嘆願の枝を差し出して、戦わずして城壁を明け渡した。
οὓς ἐπαινέσας ὡς τὰ κράτιστα περὶ σφῶν βεβουλευμένους, ἐκέλευσεν ὧν ἔδει τῇ στρατιᾷ φέροντας ἥκειν ἀργύριόν τε καὶ σῖτον, καὶ λαβὼν ὅσα προσέταξεν ἀπῆγε τὴν δύναμιν ἐπὶ τὴν Κοπιολανῶν πόλιν.
彼は彼らが自分たちにとって最善の決断を下したと称賛し、軍隊に必要な資金と食糧を持参して来るように命じ、命じたものをすべて受け取ると、コピオラの人々の都市へと軍勢を率いた。
παραδόντων δὲ κἀκείνην τῶν ἔνδον ἀμαχητὶ καὶ μετὰ πολλῆς προθυμίας ἀγοράς τε παρασχόντων τῇ δυνάμει καὶ χρήματα καὶ ὅσα ἄλλα ἐπετέτακτο αὐτοῖς ἀπῆγε τὴν στρατιὰν ὡς διὰ φιλίας γῆς.
その都市の住民もまた、戦わずに、かつ大いに自発的に降伏し、軍勢に食糧市場や資金、その他彼らに課されたすべてのものを提供したので、彼は友好国の領土を通るかのように軍隊を率いて去った。
πάνυ γὰρ δὴ
というのも、まことに彼は次のことを非常に心掛けていたからである。
§8.19.5καὶ τοῦτʼ ἐσπούδαζεν, ὡς μηδὲν οἱ παραδιδόντες αὐτοῖς τὰς πόλεις πάθοιεν, ὧν φιλεῖ δρᾶν ὁ πόλεμος, ἀλλὰ καὶ γῆν ἀδῄωτον ἀπολαμβάνοιεν καὶ βοσκήματα καὶ ἀνδράποδα, ὅσα κατέλιπον ἐπὶ τῶν κτήσεων, κομίζοιντο, αὐλίζεσθαί τʼ οὐκ εἴα τὴν δύναμιν ἐν ταῖς πόλεσιν, ἵνα μή τι γένηται διʼ ἁρπαγῆς πρὸς αὐτῶν ἢ κλοπῆς κακόν, ἀλλὰ παρὰ τοῖς τείχεσι κατεστρατοπέδευεν.
すなわち、自ら進んで都市を明け渡した人々が、戦争がもたらしがちな惨害を被ることのないようにすること、それどころか、荒らされていない土地を返してもらい、彼らが私有地に残してきたすべての家畜や奴隷を回収できるようにすることである。 また、略奪や盗難によって兵士たちが悪事を働かないよう、軍勢を都市の内部に宿営させることを許さず、城壁のすぐ近くに宿営させた。