§8.20.1ἀπὸ δὲ ταύτης ἀναστήσας τῆς πόλεως ἤλαυνε τὸν στρατὸν ἐπὶ Βοίλλας, ἐπιφανῆ τότε οὖσαν καὶ ἐν ὀλίγαις πάνυ ταῖς ἡγουμέναις τοῦ Λατίνων γένους πόλεσιν ἐξεταζομένην.
他从这座城市拔营,率军向博维拉进发。 当时该城声名显赫,被列为极少数拉丁部族的首要城市之一。
οὐ προσδεξαμένων δʼ αὐτὸν τῶν ἔνδον, ἀλλὰ τῷ τʼ ἐρύματι πιστευόντων ἐχυρῷ γε σφόδρα ὄντι καὶ τῷ πλήθει τῶν ἀπʼ αὐτοῦ μαχησομένων παρακαλέσας τὴν δύναμιν ἀγωνίζεσθαι προθύμως καὶ τοῖς πρώτοις ἐπιβᾶσι τοῦ τείχους μεγάλας δωρεὰς ὑποσχόμενος ἔργου εἴχετο· καὶ γίνεται μάχη περὶ τῇ πόλει ταύτῃ καρτερά.
城内的人不愿接纳他,而是依靠极为坚固的防御工事以及将在其上作战的众多守军。 于是,他激励军队奋勇作战,并向首批登上城墙的人许以重赏,随即投入战斗;于是在这座城市周围展开了一场激烈的战斗。
§8.20.2οὐ γὰρ μόνον ἀπὸ τοῦ τείχους ἠμύνοντο τοὺς προσιόντας οἱ Βοιλλανοί, ἀλλὰ καὶ τὰς πύλας ἀνοίξαντες ἐξέθεον ἀθρόοι καὶ κατὰ τοῦ πρανοῦς ἐώθουν βίᾳ τοὺς ὑφισταμένους· φόνος τε πλεῖστος αὐτόθι τῶν Οὐολούσκων ἐγένετο καὶ χρόνος τῆς τειχομαχίας πολὺς τοῦ τε κρατήσειν τῆς πόλεως ἄπορος ἅπασιν ἡ ἐλπίς.
因为博维拉人不仅从城墙上御击来犯之敌,而且还打开城门,成群结队地冲杀出来,全力将抵挡他们的敌军推下斜坡;那里造成了沃尔斯奇人极大的伤亡,围攻城墙的时间拖得很长,所有人对于能否夺取这座城市的希望都变得茫然。
ἀλλὰ τῶν ἀπολλυμένων ἄδηλον ἐποίει τὴν ἀπουσίαν ὁ στρατηγὸς ἀντικαθιστὰς ἑτέρους, τῶν δὲ καμνόντων παρεθάρρυνε τὴν ἀθυμίαν ἐπὶ τὸ πονοῦν μέρος τῆς στρατιᾶς αὐτὸς ὠθούμενος.
然而,将军通过用其他人替换,使阵亡者的空缺不露痕迹,并且他亲自冲向军队陷入苦战的部分,以此鼓舞那些疲惫不堪之人的斗志。
ἦν δʼ οὐχ ὁ λόγος αὐτοῦ μόνον ἐπαγωγὸς εἰς τὸ εὔψυχον, ἀλλὰ καὶ τὰ ἔργα.
不仅他的言语能够激发勇气,他的行动也是如此。
πάντα γὰρ ὑφίστατο κίνδυνον καὶ οὐδεμιᾶς πείρας ἀπελείφθη, τέως ἑάλω τὸ §8.20.3τεῖχος.
因为他承担了所有的危险,没有在任何尝试中退缩,直到那城墙被攻陷。
κρατήσας δὲ καὶ ταύτης σὺν χρόνῳ τῆς πόλεως καὶ τῶν ἁλόντων τοὺς μὲν ἐν χειρῶν νόμῳ διαφθείρας, τοὺς δʼ αἰχμαλώτους λαβὼν ἀπῆγε τὴν δύναμιν ἐπιφανεστάτην νίκην ἐξενεγκάμενος καὶ λάφυρα κάλλιστα καὶ πλεῖστα ἄγων, χρήμασί τε παμπόλλοις, ὧν ἐγκρατὴς ἐγένετο· ἦν δʼ αὐτόθι ὅσα ἐν οὐδενὶ τῶν ἁλόντων χωρίων· πλουτίσας τὴν στρατιάν.
随着时间的推移,他也攻占了这座城市,在被俘的人中,他按战争惯例处死了部分人,将其余人收作俘虏,随后撤走军队。 他赢得了一场极为辉煌的胜利,带走了最精美、数量最多的战利品,并用他所掌控的巨额钱财使军队富裕起来;那里的财富是此前任何被占领的地方都无法比拟的。