§8.21.1μετὰ τοῦτο χώρα θʼ, ὅσην διαπορεύοιτο, ὑποχείριος ἦν καὶ πόλις οὐδεμία ἠναντιοῦτο ἔξω Λαουινίου, ἣν πρώτην τε πόλιν οἱ σὺν Αἰνείᾳ κατάραντες εἰς Ἰταλίαν Τρῶες ἔκτισαν, καὶ ἀφʼ ἧς τὸ Ῥωμαίων ἦν γένος, ὡς καὶ πρότερόν μοι δεδήλωται.
この後、彼が通過する限りの土地がすべて手中に収まり、ラウィニウムを除いては、いかなる都市も抵抗しなかった。 そのラウィニウムは、アイネイアスとともにイタリアに上陸したトロイア人が最初に建設した都市であり、また、以前にも私が明らかにしたように、ローマ人の血統がそこから生じた都市である。
οἱ δʼ ἐν ταύτῃ κατοικοῦντες πάντα πρότερον ᾤοντο δεῖν ὑπομένειν, ἢ τὸ πρὸς τοὺς ἀπογόνους σφῶν §8.21.2πιστὸν ἐγκαταλιπεῖν.
この都市の住民たちは、自分たちの子孫に対する忠義を捨てるよりは、その前にいかなる苦難をも耐え忍ぶべきだと考えていた。
ἐγένοντο μὲν οὖν καὶ τειχομαχίαι τινὲς αὐτόθι καρτεραὶ καὶ πρὸ τῶν ἐρυμάτων ὀξεῖαι μάχαι·
こうして、そこでもいくつかの激しい城壁をめぐる戦いや、防壁の前での鋭い戦闘が生じた。
οὐ μὴν ἑάλω γε τὸ τεῖχος ἀπὸ κράτους τῇ πρώτῃ ἐφόδῳ, ἀλλʼ ἐδόκει χρόνου δεῖν καὶ τριβῆς.
しかし、城壁は最初の突撃で強襲によって陥落することはなく、時間と引き延ばしが必要であると思われた。
ἀποστὰς οὖν τῆς πολιορκίας ὁ Μάρκιος περιετάφρευε κύκλῳ τὴν πόλιν καὶ ἀπεσταύρου, τὰς ὁδοὺς φυλάττων, ἵνα μήτʼ ἀγορὰ μήτʼ ἐπικουρία τις αὐτοῖς ἔξωθεν προσγένοιτο.
そこでマルキオスは包囲戦を断念し、都市の周囲に堀を巡らせ、杭を打って包囲し、街道を監視して、食糧もいかなる救援も外部から彼らに届かないようにした。
§8.21.3Ῥωμαῖοι δὲ τῶν τε κεκρατημένων ἤδη πόλεων τὸν ὄλεθρον ἀκούοντες καὶ τῶν προσθεμένων τῷ Μαρκίῳ τὴν ἀνάγκην, ταῖς τε πρεσβείαις ἐνοχλούμενοι ταῖς ἀφικνουμέναις ὡς αὐτοὺς ὁσημέραι παρὰ τῶν μενουσῶν ἐν τῇ φιλίᾳ καὶ δεομένων βοηθείας, τοῦ τε Λαουινίου τὸν περιτειχισμὸν ὀρρωδοῦντες ἐν χερσὶν ὄντα, καὶ εἰ τόδε τὸ φρούριον ἁλώσεται τὸν πόλεμον ἐπὶ σφᾶς ἥξειν εὐθὺς οἰόμενοι, μίαν ὑπέλαβον ἔσεσθαι πάντων τῶν κακῶν λύσιν, εἰ
一方ローマ人たちは、すでに征服された都市の破滅や、マルキオスに味方した者たちの余儀なき事情を聞き、また、友好関係を維持して救援を求めている人々から連日彼らのもとに到着する使節たちに悩まされ、さらに進行中であるラウィニウムの包囲を恐れ、もしこの砦が陥落すれば戦争は直ちに自分たちに及ぶだろうと考えて、マルキオスの帰還を決議することこそが、あらゆる災厄の唯一の解決策になるだろうと判断した。
§8.21.4ψηφίσαιντο τῷ Μαρκίῳ τὴν κάθοδον. καὶ ὅ τε δῆμος ἅπας ἐβόα τοῦτο, καὶ οἱ δήμαρχοι νόμον εἰσφέρειν ὑπὲρ ἀκυρώσεως τῆς καταδίκης ἐβούλοντο·
そして民衆全体がこれを叫び求め、護民官たちは有罪判決の取り消しに関する法案を提出しようとした。
ἀλλʼ οἱ πατρίκιοι ἠναντιώθησαν αὐτοῖς οὐκ ἀξιοῦντες τῶν δεδικασμένων λύειν οὐθέν.
しかしパトリキたちは、すでに下された裁判の判決をいかなるものも無効にすべきではないと主張して彼らに反対した。
μὴ γενομένου δὲ προβουλεύματος ὑπὸ τῆς βουλῆς οὐδὲ τοῖς δημάρχοις ἔτι προθεῖναι γνώμην εἰς τὸν δῆμον ἐδόκει.
元老院による事前決議が行われなかったため、護民官たちももはや民会に議案を提出することは適当ではないと考えた。
§8.21.5ὃ καὶ θαυμάζειν ἄξιον, ἀφʼ ἧς δήποτε αἰτίας ἡ βουλὴ σπουδάζουσα τὸν ἔμπροσθεν χρόνον ὑπὲρ τοῦ Μαρκίου τότε βουλομένῳ τῷ δήμῳ κατάγειν αὐτὸν ἠναντιώθη·
これこそ驚くべきことであるが、それ以前の時期にはマルキオスのために熱心に尽力していた元老院が、民衆が彼を帰還させようと望んでいるその時に、なぜ反対したのかということである。
πότερα πεῖραν αὐτοῦ ποιουμένη τῆς γνώμης καὶ τῷ μὴ συγχωρεῖν ἑτοίμως ἐπὶ τὸ μᾶλλον σπουδάζειν αὐτὸν παρορμῶσα, ἢ τὰς καθʼ ἑαυτῆς ἀπολύσασθαι βουλομένη διαβολὰς ὑπὲρ τοῦ μηθενὸς ὧν ἔπραττεν ὁ ἀνὴρ μήτε αἰτία μήτε συνεργὸς εἶναι.
彼らの真意を試そうとし、容易に同意しないことによって、民衆をよりいっそう熱心にさせようと駆り立てたのだろうか。 それとも、あの男が行っているいかなる行為に対しても、自分たちが原因でも協力者でもないことを示して、自分たちに対する嫌疑を晴らそうと望んだのだろうか。
χαλεπὸν γὰρ ἦν ἀπόρρητον γενόμενον αὐτῆς τὸ βούλευμα συμβαλεῖν.
なぜなら、彼らの意図は秘密にされていたため、それを推測することは困難だったからである。