Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.1.1-8.1.6

コリオラヌスのウォルスキ人への亡命

579 / 962 箇所 · ギリシア語

要旨

ローマで新たな執政官が就任する中、追放されたマルキウス・コリオラヌスは復讐のために敵国ウォルスキ人の有力者トゥッルス・アッティウスの家を訪れ、哀訴者として身を委ねる。

§8.1.1οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι κατὰ τὴν ἑβδομηκοστὴν καὶ τρίτην ὀλυμπιάδα, ἣν ἐνίκα στάδιον Ἀστύλος Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἀγχίσου, Γάιος Ἰούλιος Ἰοῦλος καὶ Πόπλιος Πινάριος Ῥοῦφος, ἄνδρες ἥκιστα πολεμικοὶ καὶ διὰ τοῦτο μάλιστα τῆς ἀρχῆς ταύτης παρὰ τοῦ δήμου τυχόντες, εἰς πολλοὺς καὶ μεγάλους ἠναγκάσθησαν κινδύνους καταστῆναι πολέμου καταρραγέντος ἐκ τῆς ἐκείνων ἀρχῆς, διʼ ὧν ἡ πόλις ὀλίγου ἐδέησεν ἐκ βάθρων ἀναιρεθῆναι.
これらの者たちの後に、第七十三オリンピア期――このときアテナイではアンキソスが執政官であり、クロトンのアステュロスがスタディオン競走で優勝した――に任命された執政官、ガイウス・ユリウス・ユルスとプブリウス・ピナリウス・ルフスは、きわめて非軍事的な人物であり、それゆえにこそ民衆からこの官職を与えられたのであるが、彼らの執政期の初めから勃発した戦争によって、多くの大きな危険に陥ることを余儀なくされた。 それらの危険によって、国家は根底から滅ぼされるまであとわずかというところであった。
§8.1.2ὁ γὰρ Μάρκιος ἐκεῖνος ὁ Κοριολάνος, ὁ τὴν ἐπὶ τῇ τυραννίδι αἰτίαν σχὼν καὶ φυγῇ ἀιδίῳ ἐλασθείς, ἀγανακτῶν τʼ ἐπὶ τῇ συμφορᾷ καὶ τιμωρίαν παρὰ τῶν ἐχθρῶν βουλόμενος λαβεῖν, διʼ οὗ δʼ ἂν αὕτη γένοιτο τρόπου καὶ διʼ οἵας δυνάμεως ἀνασκοπῶν μίαν εὕρισκε Ῥωμαίοις τότʼ ἀντίπαλον ἰσχὺν τὴν Οὐολούσκων, εἰ κοινῇ χρησάμενοι γνώμῃ καὶ τυχόντες ἡγεμόνος ἔμφρονος ἐνστήσονται πρὸς αὐτοὺς τὸν πόλεμον.
というのも、あのマルキウス・コリオラヌス、すなわち僭主政治を企てたという嫌疑をかけられて永久追放に処された男は、自らの災難に憤慨し、敵たちから復讐を遂げたいと望んでいたが、いかなる方法によって、またいかなる兵力によってこれが可能になるかを検討したところ、当時ローマ人に対抗しうる唯一の勢力はウォルスキ人のそれであり、もし彼らが一致団結した決意をもち、賢明な指導者を得て、彼らに対して戦争を始めるならば可能であるということを見出した。
§8.1.3ἐλογίζετο μὲν οὖν, ὡς εἰ πείσειε τοὺς Οὐολούσκους δέξασθαί τʼ αὐτὸν καὶ τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου, ῥᾳδίως αὐτῷ διαπεπράξεται τὸ ἔργον·
そこで彼は次のように考えた。 すなわち、もしウォルスキ人を説得して自分を受け入れさせ、戦争の指揮権を委ねさせるならば、その企ては彼にとって容易に成し遂げられるであろうと。
ἐτάραττε δʼ αὐτὸν ἡ συνείδησις, ὅτι πλειστάκις κατὰ τὰς μάχας δεινὰ δεδρακὼς ἦν αὐτοὺς καὶ πόλεις συμμαχίδας ἀφῃρημένος.
しかし、かつて戦いにおいて何度も彼らに恐ろしい害悪をなし、その同盟都市を奪い取っていたという自覚が彼を不安にさせた。
οὐ μὴν ἀπέστη γε τῆς πείρας διὰ τὸ τοῦ κινδύνου μέγεθος, ἀλλʼ εἰς αὐτὰ τὰ δεινὰ χωρεῖν ἐβουλεύσατο καὶ πάσχειν ὑπʼ αὐτῶν ὁτιοῦν.
とはいえ、彼は危険の大きさのゆえに試みを断念することはせず、まさにその恐るべき状況へと進み、彼らからいかなる仕打ちをも受ける覚悟を決めた。
§8.1.4φυλάξας δὲ νύκτα καὶ ταύτην σκοταίαν ἧκεν εἰς Ἄντιον, τὴν ἐπιφανεστάτην τῶν ἐν Οὐολούσκοις πόλεων, ἡνίκα περὶ δεῖπνον ἦσαν οἱ κατὰ τὴν πόλιν, καὶ παρελθὼν εἰς οἰκίαν ἀνδρὸς δυνατοῦ, διʼ εὐγένειάν τε καὶ πλοῦτον καὶ τὰς ἐν τοῖς πολέμοις πράξεις μέγα ἐφʼ ἑαυτῷ φρονοῦντος καὶ τὸ ἔθνος ὅλον ἄγοντος ὡς τὰ πολλά, ᾧ Τύλλος Ἄττιος ὄνομα ἦν, ἱκέτης τοῦ ἀνδρὸς γίνεται καθεζόμενος ἐπὶ τῆς ἑστίας.
アンド夜、しかも暗闇の夜を見計らって、彼はウォルスキ人の都市の中で最も名高いアンティウムへとやって来た。 それは市内の人々が夕食をとっている時刻のことであった。 彼は、家柄の高貴さと富、そして戦争における手柄のゆえに大いに自負しており、部族全体をほとんど常に率いていた有力者の家に忍び込んだ。 その男の名はトゥッルス・アッティウスといった。 マルキウスはその男の炉端に座り込み、彼の哀訴者となった。
§8.1.5διηγησάμενος δʼ αὐτῷ τὰς κατασχούσας αὐτὸν ἀνάγκας, διʼ ἃς ὑπέμεινεν ἐπὶ τοὺς ἐχθροὺς καταφυγεῖν, μέτρια ἠξίου φρονῆσαι καὶ ἀνθρώπινα περὶ ἀνδρὸς ἱκέτου καὶ μηκέτι πολέμιον ἡγεῖσθαι τὸν ὑποχείριον μηδʼ εἰς τοὺς ἀτυχοῦντας καὶ τεταπεινωμένους ἀποδείκνυσθαι τὴν ἰσχὺν ἐνθυμούμενον, ὡς οὐ μένουσιν ἐπὶ τοῖς αὐτοῖς πράγμασιν αἱ τῶν ἀνθρώπων τύχαι.
そして、自らを圧倒したやむを得ぬ事情、すなわち敵のもとへと逃れてくることを耐え忍ぶに至った事情を彼に説明すると、哀訴者である男に対して節度ある人間味のある態度を示してくれるよう、また自らの手中に落ちた者をもはや敵とみなさないよう、さらに、人間の運命というものは決して同じ状態にとどまり続けるものではないということを心に留め、不運に見舞われ零落した者たちに対して力を誇示しないよう求めた。
§8.1.6δύναιο δʼ ἄν, ἔφη, τοῦτʼ ἐξ αὐτοῦ μάλιστα μαθεῖν ἐμοῦ, ὃς ἐν τῇ μεγίστῃ πόλει κράτιστός ποτʼ εἶναι τῶν ἄλλων δοκῶν νῦν ἔρημος καὶ ἄπολις καὶ ταπεινὸς ἐρριμμένος τοῦτο πείσομαι, ὅ τι ἂν ἐχθρῷ ὄντι σοι δοκῇ.
「あなたはこのことを、ほかならぬ私自身から最もよく学び取ることができるでしょう」と彼は言った。 「かつて最大の都市において他者の中で最も優れた者とみなされていたにもかかわらず、今や孤独で、祖国を失い、卑しく投げ出された身となって、敵であるあなたの望むがままのいかなる運命をも甘受しようとしているこの私から。
ὑπισχνοῦμαι δέ σοι τοσαῦτʼ ἀγαθὰ ποιήσειν Οὐολούσκους φίλος τῷ ἔθνει γενόμενος, ὅσα κακὰ εἰργασάμην ἐχθρὸς ὤν.
しかし私はあなたに約束します。 かつて敵であったときにそれだけの害悪をもたらしたのと同等の、それほど多くの益を、この部族の友となることによってウォルスキ人に施すことを。
εἰ δέ τι ἄλλο γινώσκεις περὶ ἐμοῦ, χρῆσαι τῇ ὀργῇ παραχρῆμα καὶ θάνατον χάρισαί μοι τὸν τάχιστον αὐτοχειρίᾳ τε καὶ ἐπὶ τῆς ἑστίας τῆς σεαυτοῦ καθιερεύσας τὸν ἱκέτην.
もしあなたが私について別の考えをお持ちなら、ただちに怒りを実行に移し、あなた自身の自らの手で、またあなた自身の炉端において、この哀訴者を犠牲として捧げることによって、私に最も速やかな死を恵んでください。 」

語釈・文法注

  1. 1503πολέμου καταρραγέντος ἐκ τῆς ἐκείνων ἀρχῆς — 独立分詞構文(属格絶対)。ἐκ τῆς ἐκείνων ἀρχῆς は「彼らの執政期の初めから」または「彼らの支配から起因して」のいずれにも解釈しうるが、ここでは時期的な起点を示すものとして翻訳している。
  2. p.v.3p.124εἰ κοινῇ χρησάμενοι γνώμῃ καὶ τυχόντες ἡγεμόνος ἔμφρονος ἐνστήσονται πρὸς αὐτοὺς τὸν πόλεμον — 間接疑問節 διʼ οὗ δʼ ἂν αὕτη γένοιτο τρόπου... を受ける主節の目的語 ἀντίπαλον ἰσχὺν に対する、条件を表す未来直説法(εἰ... ἐνστήσονται)を含む従属節。当時まだ起こっていない、実現可能性のある仮定を間接話法の中で記述している。
  3. 1504ἐλογίζετο μὲν οὖν, ὡς εἰ πείσειε τοὺς Οὐολούσκους... ῥᾳδίως αὐτῷ διαπεπράξεται τὸ ἔργον — 間接話法の ὡς 節内において、条件節(εἰ πείσειε)に希求法が、帰結節(διαπεπράξεται)に未来直説法が使われている混用構文。コリオラヌスの主観的思考「〜できるだろう」という強い確信を伴う未来表現をそのまま保持している。
  4. p.v.3p.125ὃς ἐν τῇ μεγίστῃ πόλει κράτιστός ποτʼ εἶναι τῶν ἄλλων δοκῶν... τοῦτο πείσομαι — 関係代名詞 ὃς(三人称単数形)が主語であるが、先行詞が発話者(一人称単数)であるため、述語動詞 πείσομαι(πάσχω の未来)は一人称単数形をとる。このような人称の一致は古典ギリシア語の関係節で一般的である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.1.1-8.1.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.1.1-8.1.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。