Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.2.1-8.2.5

与图路斯的结盟及马尔基乌斯的计谋

第 580 段,共 962 段 · 希腊语

内容简介

图路斯热情接纳了马尔基乌斯并承诺结盟,两人随后合谋对罗马发动战争。马尔基乌斯提出了一项计谋,企图利用即将举行的竞技会诱使罗马人驱逐沃尔斯奇人,以此确立正当的战争借口。

§8.2.1ἔτι δʼ αὐτοῦ ταῦτα λέγοντος ἐμβαλὼν τὴν δεξιὰν ὁ Τύλλος καὶ ἀπὸ τῆς ἑστίας ἀναστήσας θαρρεῖν τʼ αὐτὸν ἐκέλευσεν, ὡς μηδὲν ἀνάξιον τῆς ἰδίας ἀρετῆς πεισόμενον καὶ πολλὰς αὐτῷ χάριτας εἰδέναι τῆς πρὸς ἑαυτὸν ἀφίξεως ἔφη, τιμήν τινα οὐ μικρὰν εἶναι καὶ ταύτην ἀποφαινόμενος·
正当他还在说这些话的时候,图路斯握住他的右手,将他从炉边扶起,鼓励他要振作起来,相信他绝不会遭受任何配不上自己德行的不公待遇;图路斯还表示,对他前来投奔深表感激,并表明这也是一份不小的荣幸。
Οὐολούσκους τʼ αὐτῷ πάντας ὑπισχνεῖτο ποιήσειν φίλους ἀρξάμενος ἀπὸ τῆς ἑαυτοῦ πατρίδος·
他承诺,将从自己的家乡开始,让所有的沃尔斯奇人都成为他的朋友。
καὶ οὐδεμίαν ἐψεύσατο τῶν ὑποσχέσεων.
而且,他没有违背任何一项诺言。
§8.2.2χρόνου δέ τινος οὐ πολλοῦ διελθόντος βουλευομένοις τοῖς ἀνδράσι κατὰ σφᾶς, Μαρκίῳ τε καὶ Τύλλῳ, κινεῖν ἐδόκει τὸν πόλεμον.
过了没多久,当马尔基乌斯和图路斯这两个人私下商议时,他们决定挑起战争。
ὁ μὲν οὖν Τύλλος αὐτίκα μάλα ἐβούλετο πᾶσαν τὴν Οὐολούσκων δύναμιν παραλαβὼν ἐπὶ τὴν Ῥώμην χωρεῖν, ἕως ἐστασίαζέ τε καὶ ἡγεμόνας ἀπολέμους εἶχεν, ὁ δὲ Μάρκιος αἰτίαν πρῶτον ᾤετο δεῖν εὐσεβῆ καὶ δικαίαν ἐνστήσασθαι τοῦ πολέμου διδάσκων, ὡς ἁπάσαις μὲν πράξεσι θεοὶ συλλαμβάνουσι, μάλιστα δὲ ταῖς κατὰ πολέμους, ὅσῳ μείζους τέ εἰσι τῶν ἄλλων καὶ εἰς ἀδήλους φιλοῦσι κατασκήπτειν τύχας.
图路斯自然希望立即带领全体沃尔斯奇人的军队向罗马进军,趁着罗马内部正发生内讧且其领袖不善战之时;但马尔基乌斯认为首先应当确立一个虔诚且正当的战争借口,并说明神明会协助一切行动,尤其是战争中的行动,因为战争中的行动比其他行动更为重大,且往往会陷入不可预测的命运。
ἐτύγχανον δὲ τότε Ῥωμαίοις καὶ Οὐολούσκοις ἐκεχειρίαι τοῦ πολέμου καὶ ἀνοχαὶ πρὸς ἀλλήλους οὖσαι σπονδαί τε διετεῖς ὀλίγῳ πρότερον χρόνῳ γενόμεναι.
当时,罗马人与沃尔斯奇人之间恰好存有休战和相互停战协定,以及不久前缔结的两年和约。
§8.2.3ἐὰν μὲν οὖν ἀπερισκέπτως, ἔφη, καὶ διὰ τάχους τὸν πόλεμον ἐπιφέρῃς, τοῦ λελύσθαι τὰς σπονδὰς αἴτιος ἔσῃ καὶ τὸ δαιμόνιον οὐχ ἕξεις εὐμενές· ἐὰν δὲ περιμείνῃς, ἕως ἐκεῖνοι τοῦτο ποιήσωσιν, ἀμύνεσθαι δόξεις καὶ λελυμέναις σπονδαῖς βοηθεῖν.
“因此,”他说,“如果你不加思虑且急忙发起战争,你将成为破坏条约的罪魁祸首,并且无法获得神明的庇佑;但如果你等到他们做出这种事(破坏条约),你就会显得是在进行自卫,是在维护被破坏的条约。
ὅπως δʼ ἂν τοῦτο γένοιτο, καὶ ὅπως ἂν ἐκεῖνοι μὲν ἄρξειαν παρασπονδεῖν, ἡμεῖς δὲ δόξαιμεν ὅσιον καὶ δίκαιον ἐπιφέρειν τὸν πόλεμον, ἐγὼ σὺν πολλῇ φροντίδι ἀνεύρηκα.
至于这件事如何能发生,以及他们如何会先破坏条约,而我们则显得是在发起一场神圣且正当的战争,我已经经过深思熟虑找到了办法。
δεῖ δʼ ὑφʼ ἡμῶν αὐτοὺς ἐξαπατηθέντας ἄρξαι τῆς παρανομίας.
必须让他们受到我们的欺骗,从而先开始违法。
§8.2.4ὁ δὲ τρόπος τῆς ἐξαπάτης, ὃν ἐγὼ τέως μὲν ἀπόρρητον ἐφύλαττον ἀναμένων τὸν οἰκεῖον αὐτοῦ καιρόν, νῦν δὲ σοῦ σπουδάζοντος ἔργου ἔχεσθαι θᾶττον ἐκφέρειν εἰς μέσον ἀναγκάζομαι, τοιόσδε ἐστίν·
” “我此前一直保密、等待合适时机的欺骗手段,由于你现在急于采取行动,我不得不提前将其公开。
θυσίας ἐπιτελεῖν Ῥωμαῖοι μέλλουσι καὶ ἀγῶνας ἄγειν ἀπὸ πολλῶν χρημάτων σφόδρα λαμπρούς, ἀφίξονταί τε κατὰ θέαν ἐπὶ τούτους πολλοὶ τῶν ξένων.
具体如下:罗马人正准备投入巨资举行极其盛大的祭祀并举办竞技会,届时将有许多外邦人前来观看这些活动。
§8.2.5τοῦτον ἀναμείνας τὸν χρόνον ἴθι καὶ σὺ καὶ Οὐολούσκων ὅσους δύνασαι πλείστους παρασκεύασον ἐλθεῖν ἐπὶ τὴν θέαν·
” “等待这个时机,你也前去,并准备尽可能多的沃尔斯奇人前来观看。
ὅταν δʼ ἐν τῇ πόλει γένῃ, τῶν ἀναγκαιοτάτων τινά σοι φίλων κέλευσον ἐλθεῖν ὡς τοὺς ὑπάτους καὶ διʼ ἀπορρήτων εἰπεῖν, ὅτι μέλλουσιν ἐπιτίθεσθαι τῇ πόλει Οὐολοῦσκοι νύκτωρ, καὶ ἐπὶ τοῦθʼ ἥκουσι τὸ ἔργον ἀθρόοι.
当你到达城内时,吩咐你最亲近的一些朋友去见执政官,并私下告诉他们,沃尔斯奇人正准备在夜间袭击这座城市,并且为了这个目的已经集结前来。
εὖ γὰρ ἴσθι, ὡς εἰ τοῦτʼ ἀκούσειαν οὐδὲν ἔτι ἐνδοιάσαντες ἐκβαλοῦσιν ὑμᾶς ἐκ τῆς πόλεως καὶ παρέξουσιν ἀφορμὴν δικαίας ὀργῆς.
因为你当深知,如果他们听到这话,他们将不再有任何犹豫,会把你们驱逐出城,从而为你们提供正当愤怒的借口。 ”

词汇与语法注释

  1. §8.2.2ὅσῳ μείζους τέ εἰσι τῶν ἄλλων — 形容词 μείζους(及动词 εἰσι)的主语是前文的 ταῖς κατὰ πολέμους(即 ταῖς κατὰ πολέμους πράξεσι“战争中的行动”)。虽然在语法上也可以将 θεοί(神明)作为主语,但考虑到 μείζους 形式上与阴性名词 πράξεις 一致,且随后的描述“往往会陷入不可预测的命运”更适合指代军事行动,因此将 πράξεις 作为主语是最自然的解释。
  2. §8.2.3ὅπως δʼ ἂν τοῦτο γένοιτο — 连词 ὅπως 与小词 ἄν 及希求式(γένοιτο)的结合,在主句动词 ἀνεύρηκα 引导的间接疑问句中表示潜在希求式(“这件事如何能够发生”)。这是潜在希求式在间接疑问句中得以保留的典型用法。
  3. §8.2.5εἰ τοῦτʼ ἀκούσειαν ... ἐκβαλοῦσιν — 这是一个混合条件句,条件从句使用希求式(εἰ + ἀκούσειαν),而主句使用直陈式将来时(ἐκβαλοῦσιν, παρέξουσιν)。尽管条件本身是作为一种假设的可能性(“如果他们听到这话”)提出,但主句选择直陈式将来时,是为了强调随之产生的结果的绝对确定性与真实性。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.2.1-8.2.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.2.1-8.2.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。