§8.18.1ὁ δὲ στρατηγός, ἐπειδὴ τὰ σώματα καὶ τὰ χρήματα πάντα ἐξεκεκόμιστο, τὴν πόλιν ἔρημον καταλιπὼν ἀπῆγε τὴν δύναμιν ἐπὶ Βῶλαν Λατίνων ἑτέραν πόλιν.
将軍は、すべての捕虜と財宝が運び出されると、その都市を空のまま残して、軍勢をラティウム人のもう一つの都市ボラへと率いた。
ἔτυχον δὲ καὶ οἱ Βωλανοὶ προεγνωκότες αὐτοῦ τὴν ἔφοδον καὶ παρεσκευασμένοι πάντα τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια.
ボラの人々もあらかじめ彼の来襲を察知しており、戦闘に必要なすべてのものを準備していた。
ὁ μὲν οὖν Μάρκιος ὡς ἐξ ἐφόδου τὴν πόλιν αἱρήσων κατὰ πολλὰ μέρη τοῦ τείχους ἐποιεῖτο τὰς προσβολάς·
そこでマルキオスは、強襲によって一挙に都市を占領しようとするかのように、壁の多くの部分に攻撃を仕掛けた。
οἱ δὲ Βωλανοὶ περιμείναντες καιρὸν ἐπιτήδειον ἀνοίγουσι τὰς πύλας, καὶ φερόμενοι κατὰ πλῆθος ἐν τάξει τε καὶ κόσμῳ συρράττουσι τοῖς κατὰ μέτωπον, καὶ πολλοὺς αὐτῶν ἀποκτείναντες, ἔτι δὲ πλείους κατατραυματίσαντες τούς τε λοιποὺς αἰσχρῶς ἀναγκάσαντες φυγεῖν ἀνέστρεψαν εἰς τὴν πόλιν.
しかしボラの人々は好機を待って門を開け、整然と隊列を組んで大挙して突進し、正面の敵と激突した。 そして多くの者を殺害し、さらに多くの者を負傷させ、残りの者を無様に退却させた後、都市へと引き返した。
§8.18.2ὠς δʼ ἔγνω τὴν τροπὴν τῶν Οὐολούσκων ὁ Μάρκιος· οὐ γὰρ ἔτυχε παρὼν ἐν ᾧ χωρίῳ τὸ πάθος ἐγένετο· παρῆν σὺν ὀλίγοις κατὰ σπουδὴν καὶ τοὺς ἐκ τῆς τροπῆς σκεδασθέντας ἀναλαβὼν συνίστατο καὶ παρεθάρρυνε, καὶ ἐπειδὴ κατέστησεν εἰς τάξεις, ὑποδείξας, ἃ δεῖ πράττειν, ἐκέλευσε προσβάλλειν τῇ πόλει κατὰ τὰς αὐτὰς πύλας.
マルキオスがウォルスキ人の敗走を知ったとき(というのも、彼はこの敗北が起こった場所にたまたま居合わせなかったからである)、彼は急いで少数の者とともに駆けつけ、敗走して四散していた者たちを呼び集めて再組織し、励ました。 そして彼らを隊列に整えると、なすべきことを指示した上で、同じ門から都市を攻撃するよう命じた。
§8.18.3χρησαμένων δὲ πάλιν τῶν Βωλανῶν τῇ αὐτῇ πείρᾳ καὶ κατὰ πλῆθος ἐκδραμόντων οὐ δέχονται αὐτοὺς οἱ Οὐολοῦσκοι, ἀλλʼ ἐγκλίναντες ἔφευγον κατὰ τοῦ πρανοῦς, ὡς ὁ στρατηγὸς αὐτοῖς ὑπέθετο·
ボラの人々が再び同じ戦術を用いて大挙して打って出たとき、ウォルスキ人は彼らを迎え撃たず、将軍が彼らに指示していた通り、傾斜地を下って逃走した。
καὶ οἱ Βωλανοὶ τὴν ἀπάτην οὐκ εἰδότες ἐδίωκον ἄχρι πολλοῦ.
ボラの人々はこの計略を知らずに遠くまで追撃した。
ἐπεὶ δὲ πρόσω τῆς πόλεως ἐγένοντο, ἔχων τοὺς ἐπιλέκτους τῶν νέων ὁ Μάρκιος ὁμόσε τοῖς Βωλανοῖς ἐχώρει·
彼らが都市から遠く離れたとき、マルキオスは若者の精鋭を率いてボラの人々へと向かっていった。
καὶ γίνεται πολὺς αὐτῶν ἐνταῦθα φόνος τῶν μὲν ἀμυνομένων, τῶν δὲ φευγόντων.
そしてそこで、防戦する者も逃走する者も含めて、彼らの大虐殺が行われた。
§8.18.4ὁ δʼ ἀκολουθῶν τοῖς ἐπὶ τὴν πόλιν ὠθουμένοις φθάνει, πρὶν ἐπιρραχθῆναι τὰς πύλας εἰσβιασάμενος εἰς τὸ τεῖχος.
彼は、都市へと押し寄せる者たちを追跡し、門が閉められる前に、力ずくで壁の内側へと先んじて侵入した。
ὡς δʼ ὁ στρατηγὸς ἅπαξ ἐγκρατὴς τῶν πυλῶν ἐγένετο, ἠκολούθει καὶ τὸ ἄλλο τῶν Οὐολούσκων πλῆθος, οἱ δὲ Βωλανοὶ τὸ τεῖχος ἐκλιπόντες ἔφευγον ἐπὶ τὰς οἰκίας.
将軍が一度門を制圧すると、ウォルスキ人の他の大部隊もそれに続き、ボラの人々は壁を放棄して家々へと逃げ込んだ。
γενόμενος δὲ καὶ ταύτης κύριος τῆς πόλεως ἐπέτρεψε τοῖς στρατιώταις τά τε σώματα ἐξανδραποδίσασθαι καὶ τὰ χρήματα διαρπάσαι καὶ τὸν αὐτὸν τρόπον ὥσπερ καὶ πρότερον ἅπασαν ἐκκομίσας τὴν λείαν σὺν χρόνῳ τε καὶ κατὰ πολλὴν ἐξουσίαν μετὰ τοῦτο τὴν πόλιν ἐνέπρησεν.
この都市をも手中に収めると、彼は兵士たちに人々を奴隷にし、財宝を略奪することを許した。 そして前と同じように、時間をかけて、かつ十分な余裕を持ってすべての戦利品を運び出した後、その都市を焼き払った。