Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.18.1-8.18.4

马尔基乌斯的佯败计策与攻陷波拉

第 596 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯攻打拉丁人的城市波拉。尽管遭到市民的顽强抵抗,但他利用伪装撤退的计谋将敌人引诱出城,取得大胜,随后占领并烧毁了该城。

§8.18.1ὁ δὲ στρατηγός, ἐπειδὴ τὰ σώματα καὶ τὰ χρήματα πάντα ἐξεκεκόμιστο, τὴν πόλιν ἔρημον καταλιπὼν ἀπῆγε τὴν δύναμιν ἐπὶ Βῶλαν Λατίνων ἑτέραν πόλιν.
将领在所有的俘虏和财物都被运走后,留下这座空无一人的城市,率领军队前往拉丁人的另一座城市波拉。
ἔτυχον δὲ καὶ οἱ Βωλανοὶ προεγνωκότες αὐτοῦ τὴν ἔφοδον καὶ παρεσκευασμένοι πάντα τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια.
波拉人也恰好预先得知了他的来袭,并准备好了一切战斗所需的物资。
ὁ μὲν οὖν Μάρκιος ὡς ἐξ ἐφόδου τὴν πόλιν αἱρήσων κατὰ πολλὰ μέρη τοῦ τείχους ἐποιεῖτο τὰς προσβολάς· οἱ δὲ Βωλανοὶ περιμείναντες καιρὸν ἐπιτήδειον ἀνοίγουσι τὰς πύλας, καὶ φερόμενοι κατὰ πλῆθος ἐν τάξει τε καὶ κόσμῳ συρράττουσι τοῖς κατὰ μέτωπον, καὶ πολλοὺς αὐτῶν ἀποκτείναντες, ἔτι δὲ πλείους κατατραυματίσαντες τούς τε λοιποὺς αἰσχρῶς ἀναγκάσαντες φυγεῖν ἀνέστρεψαν εἰς τὴν πόλιν.
于是,马尔基乌斯仿佛要通过强袭一举攻占这座城市一样,对城墙的多处发起进攻;但波拉人等待合适的机会,打开城门,整齐有序地大举冲出,与迎面的敌军交锋,在杀死其中许多人、击伤更多人并迫使其余人耻辱地撤退后,返回了城内。
§8.18.2ὠς δʼ ἔγνω τὴν τροπὴν τῶν Οὐολούσκων ὁ Μάρκιος· οὐ γὰρ ἔτυχε παρὼν ἐν ᾧ χωρίῳ τὸ πάθος ἐγένετο· παρῆν σὺν ὀλίγοις κατὰ σπουδὴν καὶ τοὺς ἐκ τῆς τροπῆς σκεδασθέντας ἀναλαβὼν συνίστατο καὶ παρεθάρρυνε, καὶ ἐπειδὴ κατέστησεν εἰς τάξεις, ὑποδείξας, ἃ δεῖ πράττειν, ἐκέλευσε προσβάλλειν τῇ πόλει κατὰ τὰς αὐτὰς πύλας.
当马尔基乌斯得知沃尔斯奇人溃败的消息时——因为他恰好不在发生这场灾难的地方——他带着少数人急忙赶到,收容并重组了因溃败而四散的士兵,并鼓励他们;在将他们整队之后,他指示了他们该做的事,命令他们从同一扇城门对城市发起进攻。
§8.18.3χρησαμένων δὲ πάλιν τῶν Βωλανῶν τῇ αὐτῇ πείρᾳ καὶ κατὰ πλῆθος ἐκδραμόντων οὐ δέχονται αὐτοὺς οἱ Οὐολοῦσκοι, ἀλλʼ ἐγκλίναντες ἔφευγον κατὰ τοῦ πρανοῦς, ὡς ὁ στρατηγὸς αὐτοῖς ὑπέθετο· καὶ οἱ Βωλανοὶ τὴν ἀπάτην οὐκ εἰδότες ἐδίωκον ἄχρι πολλοῦ.
当波拉人再次采用同样的战术并大举冲出时,沃尔斯奇人没有迎击,而是转身向山坡下逃跑,正如将领向他们暗中指示的那样;波拉人不知是计,追击了很远。
ἐπεὶ δὲ πρόσω τῆς πόλεως ἐγένοντο, ἔχων τοὺς ἐπιλέκτους τῶν νέων ὁ Μάρκιος ὁμόσε τοῖς Βωλανοῖς ἐχώρει· καὶ γίνεται πολὺς αὐτῶν ἐνταῦθα φόνος τῶν μὲν ἀμυνομένων, τῶν δὲ φευγόντων.
当他们远离城市时,马尔基乌斯率领精选的青年士兵,与波拉人展开肉搏;在那里,无论是防守的人还是逃跑的人,都遭到了大量的屠杀。
§8.18.4ὁ δʼ ἀκολουθῶν τοῖς ἐπὶ τὴν πόλιν ὠθουμένοις φθάνει, πρὶν ἐπιρραχθῆναι τὰς πύλας εἰσβιασάμενος εἰς τὸ τεῖχος.
他尾随着那些向城内涌去的人,在城门被关上之前强行闯入城墙内。
ὡς δʼ ὁ στρατηγὸς ἅπαξ ἐγκρατὴς τῶν πυλῶν ἐγένετο, ἠκολούθει καὶ τὸ ἄλλο τῶν Οὐολούσκων πλῆθος, οἱ δὲ Βωλανοὶ τὸ τεῖχος ἐκλιπόντες ἔφευγον ἐπὶ τὰς οἰκίας.
将领一旦控制了城门,沃尔斯奇人的其余大军也紧随其后,而波拉人则放弃了城墙,逃往各自的房屋。
γενόμενος δὲ καὶ ταύτης κύριος τῆς πόλεως ἐπέτρεψε τοῖς στρατιώταις τά τε σώματα ἐξανδραποδίσασθαι καὶ τὰ χρήματα διαρπάσαι καὶ τὸν αὐτὸν τρόπον ὥσπερ καὶ πρότερον ἅπασαν ἐκκομίσας τὴν λείαν σὺν χρόνῳ τε καὶ κατὰ πολλὴν ἐξουσίαν μετὰ τοῦτο τὴν πόλιν ἐνέπρησεν.
在占领了这座城市后,他允许士兵奴役居民并掠夺财物,和以前一样,在从容且安全地运走所有战利品后,他放火烧毁了这座城市。

词汇与语法注释

  1. 1540ἔτυχον δὲ καὶ οἱ Βωλανοὶ προεγνωκότες — 动词 `τυγχάνω` 连用分词(此处为 `προεγνωκότες` 和 `παρεσκευασμένοι`)的句式。它并非单纯表示偶然,而是强调当时的“实际状态”,即波拉人确实已经预先得知了敌情并作好了准备。
  2. 1540ὡς ἐξ ἐφόδου τὴν πόλιν αἱρήσων — 连词 `ὡς` 与将来时主动分词 `αἱρήσων`(源自 `αἱρέω`)结合,表示主语(马尔基乌斯)的主观意图或目的(“企图强袭夺取该城”)。
  3. 1541φθάνει, πρὶν ἐπιρραχθῆναι τὰς πύλας εἰσβιασάμενος — 动词 `φθάνω` 后接不定过去时分词 `εἰσβιασάμενος`(源自 `εἰσβιάζομαι`),表示“抢在……之前做某事”。此处与 `πρὶν ἐπιρραχθῆναι`(在城门被关上之前)连用,表示他抢先强行闯入。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.18.1-8.18.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.18.1-8.18.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。