§8.17.1οἱ δὲ Οὐολοῦσκοι τὸ μέγεθος τῆς κομιζομένης λείας ὁρῶντες καὶ περὶ τῆς Ῥωμαίων ἀτολμίας ἀκούοντες, οἳ δὴ τέως τὴν ἀλλοτρίαν λεηλατοῦντες ἀδεῶς τότε τὴν αὑτῶν γῆν ἠνείχοντο δῃουμένην ὁρῶντες, αὐχήματός τε μεγάλου ἐνεπίμπλαντο καὶ ἐν ἐλπίδι ἦσαν ἡγεμονίας, ὡς δὴ ῥᾴδιον καὶ ἐν ἑτοίμῳ σφίσιν ὂν καταλῦσαι τὴν τῶν ἀντιπάλων ἰσχύν, θυσίας τε χαριστηρίους τοῖς θεοῖς ἐποιοῦντο καὶ σκύλων ἀναθέσει τοὺς νεὼς καὶ τὰς ἀγορὰς ἐκόσμουν καὶ ἦσαν ἅπαντες ἐν ἑορταῖς καὶ εὐπαθείαις τόν τε Μάρκιον ἀγάμενοι καὶ ὑμνοῦντες διετέλουν, ὡς εἴη τά τε πολέμια δεινότατος ἀνθρώπων καὶ στρατηγός, οἷος οὔτε Ῥωμαῖος οὔτε ἄλλος Ἑλλήνων ἢ βαρβάρων οὐδείς.
一方、ウォルスキ人は運ばれていく膨大な戦利品を目にし、ローマ人の無気力さについて聞き及ぶと(彼らローマ人は、それまでは他人の土地を恐れることなく略奪していたのに、その時は自分たちの土地が荒らされるのを甘んじて見ていたのであるが)、大いなる誇りで満たされ、敵の力を打ち砕くことは自分たちにとって容易であり、すぐにでも可能であるとして、覇権を握る希望を抱いた。 彼らは神々に感謝の犠牲を捧げ、戦利品の奉納によって神殿や広場を飾り、全員が祝祭と享楽の中にあり、マルキオスを称賛し、賛美し続けた。 彼は戦争において人間の中で最も卓越した将軍であり、ローマ人であれ、他のギリシア人や野蛮人であれ、彼のような者は一人もいない、と。
§8.17.2μάλιστα δὲ τῆς τύχης αὐτὸν ἐμακάριζον ἅπαντα, ὅσοις ἐπιχειρήσειε, κατὰ γνώμην αὐτῷ προχωροῦντα ὁρῶντες δίχα πόνου·
特に、彼が企てたすべてのことが、労苦なしに彼の思う通りに進んでいるのを見て、彼らは彼の幸運を祝福した。
ὥστʼ οὐδεὶς ἦν τῶν ἐχόντων τὴν στρατεύσιμον ἡλικίαν, ὃς ἀπολείπεσθαι τοῦ ἀνδρὸς ἠξίου, ἀλλὰ πάντες ὥρμηντο μετέχειν τῶν πράξεων καὶ συνῄεσαν ὡς αὐτὸν ἐξ ἁπάσης πόλεως.
そのため、兵役に適した年齢にある者で、その男から離れることをよしとする者は一人もおらず、全員がその事業に参加することに熱中し、すべての都市から彼のもとへと集まった。
§8.17.3ὁ δὲ στρατηγός, ἐπειδὴ τὴν προθυμίαν τῶν Οὐολούσκων ἐπέρρωσε καὶ τὸ τῶν πολεμίων ἀνδρεῖον εἰς ταπεινὴν καὶ ἄνανδρον κατέκλεισεν ἀμηχανίαν, ἐπὶ τὰς συμμαχίδας αὐτῶν πόλεις, ὅσαι τὸ πιστὸν διεφύλαττον, ἦγε τὴν δύναμιν·
一方、将軍は、ウォルスキ人の熱意を強固にし、敵の勇気を卑屈で臆病な無力さの中に閉じ込めた後、彼ら(ローマ人)の同盟都市のうち、忠誠を守り続けていた都市へと軍勢を率いた。
καὶ αὐτίκα ἑτοιμασάμενος, ὅσα εἰς πολιορκίαν χρήσιμα ἦν, ἐπὶ Τολερίνους ἐλαύνει τοῦ Λατίνων ὄντας ἔθνους.
そして、攻城戦に必要なあらゆるものをすぐに準備すると、ラティウム人に属するトレリヌムの人々へと進軍した。
§8.17.4οἱ δὲ Τολερῖνοι πρὸ πολλοῦ παρασκευασάμενοι τὰ εἰς τὸν πόλεμον καὶ τὰ ἐκ τῆς χώρας εἰς τὴν πόλιν συγκεκομικότες ἐδέχοντο αὐτὸν ἐπιόντα καὶ χρόνον μέν τινʼ ἀντεῖχον ἀπὸ τῶν τειχῶν μαχόμενοι καὶ πολλοὺς τῶν πολεμίων κατέτρωσαν·
トレリヌムの人々は、ずっと以前から戦争の準備を整え、国土から都市へと物資を運び込んでおり、進撃してくる彼を迎え撃った。 そして、しばらくの間は壁から戦って持ちこたえ、多くの敵を負傷させた。
ἔπειθʼ ὑπὸ τῶν σφενδονητῶν ἀναστελλόμενοι καὶ μέχρι δείλης ὀψίας ταλαιπωροῦντες πολλὰ μέρη τοῦ τείχους ἐξέλιπον. τοῦτο
しかしその後、投石兵たちによって撃退され、遅い夕方まで苦戦を強いられた末、壁の多くの部分を放棄した。
§8.17.5καταμαθὼν ὁ Μάρκιος τοῖς μὲν ἄλλοις στρατιώταις παρήγγειλε κλίμακας προσφέρειν κατὰ τὰ γυμνούμενα μέρη τοῦ περιβόλου, αὐτὸς δὲ τοὺς κρατίστους τῆς στρατιᾶς ἀναλαβὼν ἐπὶ τὰς πύλας ἵεται βαλλόμενος ἀπὸ τῶν πύργων, καὶ διαρρήξας τοὺς μοχλοὺς παρέρχεται πρῶτος εἰς τὴν πόλιν.
マルキオスはこれを察知すると、他の兵士たちには囲壁の防備が薄くなった部分に梯子をかけるよう命じ、自身は軍の最精鋭を率いて、塔からの攻撃を受けながらも門へと突進し、かんぬきを叩き壊して、最初に市内へと侵入した。
ἦν δʼ ὑφεστηκὸς ταῖς πύλαις πολὺ καὶ καρτερὸν στῖφος τῶν πολεμίων, οἳ δέχονταί τʼ αὐτὸν ἐρρωμένως καὶ μέχρι πολλοῦ διεκαρτέρουν ἀγωνιζόμενοι·
門のところには、敵の強力で頑強な大部隊が待ち構えており、彼を力強く迎え撃ち、長い間持ちこたえて戦った。
πολλῶν δʼ ἀναιρεθέντων τρέπονται οἱ λοιποὶ καὶ σκεδασθέντες ἔφευγον ἀνὰ τοὺς στενωπούς.
しかし、多くの者が討ち取られると、残った者たちは敗走し、四散して路地へと逃げ込んでいった。
§8.17.6ὁ δʼ ἠκολούθει κτείνων τοὺς καταλαμβανομένους, ὅσοι μὴ τὰ ὅπλα ῥίψαντες εἰς ἱκεσίας ἐτράποντο·
彼は追跡し、追いついた者たちを殺戮した。 ただし、武器を捨てて嘆願に転じた者たちは除く。
ἐν δὲ τούτῳ καὶ οἱ διὰ τῶν κλιμάκων ἀναβαίνοντες ἐκράτουν τοῦ τείχους.
その間に、梯子を登っていた者たちも壁を制圧した。
τοῦτον δὴ τὸν τρόπον ἁλούσης τῆς πόλεως ἐξελόμενος ὁ Μάρκιος ἐκ τῶν λαφύρων ὅσα θεοῖς τʼ ἀναθήματα καὶ κόσμος ταῖς Οὐολούσκων πόλεσιν ἔμελλε γενέσθαι, τὰ λοιπὰ τοῖς στρατιώταις ἐφῆκε διαρπάσαι.
このようにして都市が陥落すると、マルキオスは戦利品の中から、神々への奉納品やウォルスキ人の都市の装飾となるはずのものを除き、残りを兵士たちに略奪することを許した。
§8.17.7ἦν δὲ πολλὰ μὲν αὐτόθι σώματα, πολλὰ δὲ χρήματα, πολὺς δὲ σῖτος, ὥστε μὴ ῥᾴδιον εἶναι μιᾷ πάντα ἐκκομίσαι τοὺς κρατήσαντας ἡμέρᾳ, ἀλλʼ ἐκ διαδοχῆς ἄγοντες καὶ φέροντες τὰ μὲν αὐτοί, τὰ δʼ ἐπὶ τῶν ὑποζυγίων πολὺν ἠναγκάσθησαν διατρῖψαι χρόνον.
そこには多くの捕虜、多くの財宝、多くの穀物があり、勝者たちが一日のうちにすべてを運び出すことは容易ではなかった。 そのため、交代で、あるものは自分たちで、あるものは荷獣に載せて運び去り、多くの時間を費やすことを余儀なくされた。