§8.16.1οἱ δὲ παρὰ τούτων τὴν ἀρχὴν παραλαβόντες, Σπόριος Ναύτιος καὶ Σέξτος Φούριος, στρατιάν θʼ ὅσην ἐδύναντο πλείστην ἐκ τοῦ πολιτικοῦ κατεστήσαντο καταλόγου, καὶ φρυκτωρίας καὶ σκοποὺς ἐν τοῖς ἐπικαιροτάτοις φρουρίοις ἔταξαν, ἵνα μηδὲν ἀγνοήσωσι τῶν ἐπὶ τῆς χώρας πραττομένων·
彼らから職務を引き継いだ新執政官、スポリウス・ナウティウスとセクストス・フリウスは、市民の徴兵名簿からできる限り多くの軍勢を編成し、国土で起こっていることを何一つ見落とさないように、最も要害のとりでに烽火台と見張りを配置した。
χρήματά τε καὶ σῖτον καὶ ὅπλα ἐν ὀλίγῳ χρόνῳ πολλὰ ἡτοιμάσαντο.
また、彼らは短時間のうちに多くの資金、食糧、武器を用意した。
§8.16.2τὰ μὲν οὖν οἰκεῖα παρεσκεύαστο αὐτοῖς ὡς ἐνῆν ἄριστα, καὶ οὐδὲν αὐτῶν ἔτι δεῖν ἐδόκει·
こうして自国の準備は彼らによって可能な限り最善に整えられ、それらにはもはや何の不備もないように思われた。
τὰ δὲ συμμαχικὰ οὐχ ἅπαντα ὑπήκουε προθύμως ἑκούσιά τʼ οὐκ ἦν, οἷα συνάρασθαι τοῦ πολέμου, ὥστʼ οὐδὲ προσαναγκάζειν αὐτὰ ἠξίουν φοβούμενοι προδοσίαν.
しかし、同盟諸都市はすべてが熱心に従うわけではなく、戦争に協力しようとする自発的な意志もなかったため、彼らは裏切りを恐れて、彼らを強制することすらよしとしなかった。
ἤδη δέ τινα καὶ ἀφίστατο αὐτῶν ἐκ τοῦ φανεροῦ καὶ τοῖς Οὐολούσκοις συνελάμβανε.
そして既に、いくつかの都市は公然と彼らから離反し、ウォルスキ人に加担していた。
§8.16.3πρῶτοι δʼ ἦρξαν Αἰκανοὶ τῆς ἀποστάσεως, ἅμα τῷ συστῆναι τὸν πόλεμον εὐθὺς ἐλθόντες ὡς τοὺς Οὐολούσκους καὶ συμμαχίαν μεθʼ ὅρκων συνθέμενοι, στρατιάν τʼ ἀπέστειλαν οὗτοι τῷ Μαρκίῳ πλείστην τε καὶ προθυμοτάτην.
アイクイ人が最初に反乱を起こした。 彼らは戦争が勃発すると同時に、すぐにウォルスキ人のところへ行き、誓いをもって同盟を結び、マルキオスに極めて多く、かつ非常に熱心な軍勢を送り出した。
ἀρξαμένων δὲ τούτων πολλοὶ καὶ τῶν ἄλλων συμμάχων κρύφα συνελάμβανον τοῖς Οὐολούσκοις οὐκ ἀπὸ ψηφισμάτων οὐδʼ ἀπὸ κοινοῦ δόγματος ἀποστέλλοντες αὐτοῖς τὰς συμμαχίας, εἰ δέ τισιν ἦν βουλομένοις μετέχειν τῆς στρατείας τῶν σφετέρων, οὐχ ὅπως ἀποτρέποντες, ἀλλὰ καὶ παρορμῶντες.
彼らが反乱を始めると、他の多くの同盟者たちも密かにウォルスキ人を援助するようになり、公的な決議や共同の決定によって彼らに援軍を送るのではなく、もし自分たちの市民の中で遠征に参加することを望む者がいれば、それを阻止するどころか、むしろ鼓舞したのである。
§8.16.4ἐγεγόνει τʼ ἐν οὐ πολλῷ χρόνῳ τοσαύτη δύναμις περὶ τοὺς Οὐολούσκους, ὅσην οὐ πώποτʼ ἔσχον, ὅτε μάλιστʼ ἤκμαζον ταῖς πόλεσιν·
こうして短時間のうちに、ウォルスキ人のもとには、彼らの諸都市が最も繁栄していた時にもかつて持ったことがないほどの大軍が組織された。
ἣν ἐπαγόμενος ὁ Μάρκιος ἐνέβαλεν αὖθις εἰς τὴν Ῥωμαίων γῆν, καὶ ἐγκαθεζόμενος ἡμέρας συχνὰς ἐδῄου τῆς γῆς, ὅσην ἐν τῇ πρότερον εἰσβολῇ παρέλιπε.
これを率いてマルキオスは、再びローマの領土に侵入し、何日も居座って、前回の侵入の際に略奪を免れて残された土地を荒らし回った。
§8.16.5σωμάτων μὲν οὖν ἐλευθέρων οὐκέτι πολλῶν ἐγκρατὴς ἐγένετο κατὰ ταύτην τὴν στρατείαν·
したがって、今回の遠征では、多くの自由人の身を捕らえることはもはやできなかった。
οἱ γὰρ ἄνθρωποι τὰ πλείστου ἄξια συσκευασάμενοι παλαίτερον ἔτι κατεπεφεύγεσαν, οἱ μὲν εἰς τὴν πόλιν, οἱ δʼ εἰς τὰ πλησίον φρούρια, εἴ τινα ἦν ἐχυρώτατα·
人々は最も価値のある財産をまとめ、ずっと以前に、ある者はローマ市へ、ある者は近くのとりでのうちで最も強固なものへと避難していたからである。
τὰ δὲ βοσκήματα αὐτῶν, ὅσα οὐχ οἷοί τʼ ἦσαν ἀπελάσαι, καὶ τοὺς νέμοντας θεράποντας λαμβάνει τόν τε σῖτον τὸν ἐπὶ ταῖς ἅλωσιν ἔτι κείμενον καὶ τοὺς ἄλλους καρπούς, τοὺς μὲν ἐν χερσὶν ὄντας, §8.16.6τοὺς δὲ καὶ συγκεκομισμένους ἀναιρεῖται.
しかし、彼らが追い払うことのできなかった家畜や、それを追っていた奴隷たち、そして打穀場にまだ置かれていた穀物や、その他の作物のうち、手元にあって収穫中であったものや、あるいは既に収穫されていたものを、彼は奪い去った。
προνομεύσας δὲ καὶ διαπορθήσας ἅπαντα οὐθενὸς ὁμόσε χωρῆσαι τολμήσαντος ἀπῆγεν ἐπʼ οἴκου τὴν στρατιὰν βαρεῖαν οὖσαν ἤδη τῷ πλήθει τῶν ὠφελειῶν καὶ σχολῇ πορευομένην.
すべてを略奪し、荒らし尽くしたが、誰も立ち向かおうと敢えてしなかったため、彼は獲得した戦利品の多さで既に重くなり、ゆっくりと進軍する軍勢を帰路につかせた。