§8.16.1οἱ δὲ παρὰ τούτων τὴν ἀρχὴν παραλαβόντες, Σπόριος Ναύτιος καὶ Σέξτος Φούριος, στρατιάν θʼ ὅσην ἐδύναντο πλείστην ἐκ τοῦ πολιτικοῦ κατεστήσαντο καταλόγου, καὶ φρυκτωρίας καὶ σκοποὺς ἐν τοῖς ἐπικαιροτάτοις φρουρίοις ἔταξαν, ἵνα μηδὲν ἀγνοήσωσι τῶν ἐπὶ τῆς χώρας πραττομένων·
从他们手中接任执政官职位的斯普里乌斯·纳乌提乌斯和塞克斯图斯·富里乌斯,从公民征兵名册中编组了尽可能多的军队,并在最关键的要塞设置了烽火台和哨兵,以便对国土上发生的事情无一遗漏。
χρήματά τε καὶ σῖτον καὶ ὅπλα ἐν ὀλίγῳ χρόνῳ πολλὰ ἡτοιμάσαντο.
他们还在短时间内准备了大量的资金、粮食和武器。
§8.16.2τὰ μὲν οὖν οἰκεῖα παρεσκεύαστο αὐτοῖς ὡς ἐνῆν ἄριστα, καὶ οὐδὲν αὐτῶν ἔτι δεῖν ἐδόκει· τὰ δὲ συμμαχικὰ οὐχ ἅπαντα ὑπήκουε προθύμως ἑκούσιά τʼ οὐκ ἦν, οἷα συνάρασθαι τοῦ πολέμου, ὥστʼ οὐδὲ προσαναγκάζειν αὐτὰ ἠξίουν φοβούμενοι προδοσίαν.
因此,他们自己的内务已尽最大可能做好了准备,在这方面似乎不再有任何欠缺;然而同盟者的情况并非全都积极响应,他们也没有自愿协助战争的意愿,以至于执政官们因害怕背叛,甚至不愿强迫他们。
ἤδη δέ τινα καὶ ἀφίστατο αὐτῶν ἐκ τοῦ φανεροῦ καὶ τοῖς Οὐολούσκοις συνελάμβανε.
实际上,其中一些同盟者已经公开背叛他们,并协助沃尔斯奇人。
§8.16.3πρῶτοι δʼ ἦρξαν Αἰκανοὶ τῆς ἀποστάσεως, ἅμα τῷ συστῆναι τὸν πόλεμον εὐθὺς ἐλθόντες ὡς τοὺς Οὐολούσκους καὶ συμμαχίαν μεθʼ ὅρκων συνθέμενοι, στρατιάν τʼ ἀπέστειλαν οὗτοι τῷ Μαρκίῳ πλείστην τε καὶ προθυμοτάτην.
埃魁人最先开始叛乱,战争爆发伊始,他们便立即投奔沃尔斯奇人,并宣誓缔结盟约,他们给马尔基乌斯派遣了一支极其庞大且非常热诚的军队。
ἀρξαμένων δὲ τούτων πολλοὶ καὶ τῶν ἄλλων συμμάχων κρύφα συνελάμβανον τοῖς Οὐολούσκοις οὐκ ἀπὸ ψηφισμάτων οὐδʼ ἀπὸ κοινοῦ δόγματος ἀποστέλλοντες αὐτοῖς τὰς συμμαχίας, εἰ δέ τισιν ἦν βουλομένοις μετέχειν τῆς στρατείας τῶν σφετέρων, οὐχ ὅπως ἀποτρέποντες, ἀλλὰ καὶ παρορμῶντες.
随着他们开始行动,许多其他盟友也暗中协助沃尔斯奇人,他们并非通过决议或共同决定给他们派遣盟军,而是如果他们自己的人中有人愿意参加这次远征,他们不仅不加阻拦,反而予以鼓励。
§8.16.4ἐγεγόνει τʼ ἐν οὐ πολλῷ χρόνῳ τοσαύτη δύναμις περὶ τοὺς Οὐολούσκους, ὅσην οὐ πώποτʼ ἔσχον, ὅτε μάλιστʼ ἤκμαζον ταῖς πόλεσιν· ἣν ἐπαγόμενος ὁ Μάρκιος ἐνέβαλεν αὖθις εἰς τὴν Ῥωμαίων γῆν, καὶ ἐγκαθεζόμενος ἡμέρας συχνὰς ἐδῄου τῆς γῆς, ὅσην ἐν τῇ πρότερον εἰσβολῇ παρέλιπε.
于是在不长的时间里,沃尔斯奇人周围便聚集起一支庞大的力量,这是在他们的城市最繁荣时也未曾拥有过的;马尔基乌斯率领这支军队,再次侵入罗马人的领地,并驻留了许多天,将他在前一次入侵中留下的土地洗劫一空。
§8.16.5σωμάτων μὲν οὖν ἐλευθέρων οὐκέτι πολλῶν ἐγκρατὴς ἐγένετο κατὰ ταύτην τὴν στρατείαν· οἱ γὰρ ἄνθρωποι τὰ πλείστου ἄξια συσκευασάμενοι παλαίτερον ἔτι κατεπεφεύγεσαν, οἱ μὲν εἰς τὴν πόλιν, οἱ δʼ εἰς τὰ πλησίον φρούρια, εἴ τινα ἦν ἐχυρώτατα·
因此,在这次征战中,他并未捕获太多自由人;因为人们早已收拾好最值钱的财产,纷纷逃走,有的进入罗马城,有的进入附近最坚固的要塞。
τὰ δὲ βοσκήματα αὐτῶν, ὅσα οὐχ οἷοί τʼ ἦσαν ἀπελάσαι, καὶ τοὺς νέμοντας θεράποντας λαμβάνει τόν τε σῖτον τὸν ἐπὶ ταῖς ἅλωσιν ἔτι κείμενον καὶ τοὺς ἄλλους καρπούς, τοὺς μὲν ἐν χερσὶν ὄντας, §8.16.6τοὺς δὲ καὶ συγκεκομισμένους ἀναιρεῖται.
然而,他夺取了他们未能赶走的牲畜和放牧这些牲畜的奴隶,以及还留在打谷场上的谷物和其他作物,其中一些是正在收割的,另一些则是已经收割好的。
προνομεύσας δὲ καὶ διαπορθήσας ἅπαντα οὐθενὸς ὁμόσε χωρῆσαι τολμήσαντος ἀπῆγεν ἐπʼ οἴκου τὴν στρατιὰν βαρεῖαν οὖσαν ἤδη τῷ πλήθει τῶν ὠφελειῶν καὶ σχολῇ πορευομένην.
在将一切劫掠和摧毁殆尽,且由于无人敢于上前迎战,他便率领军队班师回朝,此时这支军队已因满载着丰厚的战利品而显得沉重,行军缓慢。