§8.12.1ἀποδεξαμένων δὲ καὶ ταύτην τὴν γνώμην τῶν Οὐολούσκων ἐξῄεσαν οἱ στρατηγοὶ διὰ ταχέων, πρὶν ἔκπυστα γενέσθαι Ῥωμαίοις τὰ βουλεύματα, πολλὴν ἐπαγόμενοι στρατιὰν ἑκούσιον·
ウォルスキ人がこの提案をも受け入れると、将軍たちは、自分たちの計画がローマ人に知れ渡る前に、多くの志願兵の軍勢を率いて迅速に出撃した。
ἧς μέρος μὲν ὁ Τύλλος ἔχων εἰς τὴν Λατίνων χώραν ἐνέβαλεν, ἵνα περισπάσειε τῶν πολεμίων τὴν ἐκεῖθεν ἐπικουρίαν, τὸ δὲ λοιπὸν ὁ Μάρκιος ἄγων ἐπὶ τὴν Ῥωμαίων ἤλασεν.
トゥッルスはその一部を率いてラティウム人の国へと侵入し、そこからの敵の援軍をそらせるようにした。 一方、マルキウスは残りの兵を率いてローマ人の国へと進軍した。
§8.12.2οἷα δʼ ἀπροσδοκήτου τοῦ κακοῦ τοῖς κατὰ τὴν χώραν διατρίβουσιν ἐπιπεσόντος πολλὰ μὲν ἑάλω σώματα Ῥωμαίων ἐλεύθερα, πολλὰ δʼ ἀνδράποδα, βοῶν τε καὶ ὑποζυγίων καὶ τῶν ἄλλων βοσκημάτων χρῆμα οὐκ ὀλίγον·
この災厄が田野に留まっていた人々に不意に襲いかかったため、多くの自由身分のローマ人が捕らえられ、多くの奴隷、さらには牛や役獣、その他の家畜も少なからず捕獲された。
σῖτός θʼ ὅσος ἐγκατελήφθη καὶ σίδηρος καὶ ὅσοις ἄλλοις χώρα γεωργεῖται, τὰ μὲν ἡρπάσθη, τὰ δὲ διεφθάρη.
また、残されていた穀物や鉄、その他土地の耕作に用いられるすべてのものが、あるものは略奪され、あるものは破壊された。
τελευτῶντες γὰρ καὶ πῦρ εἰς τὰς αὐλὰς φέροντες ἐνέβαλλον Οὐολοῦσκοι, ὥστε πολλοῦ χρόνου μηδʼ §8.12.3ἀναλαβεῖν αὐτὰς δύνασθαι τοὺς ἀποβαλόντας.
というのも、ウォルスキ人は最後には農場に火を運んで投げ入れたため、多くの時間が経過しても、それを失った者たちが復興することができないほどであった。
μάλιστα δὲ τοῦτʼ ἔπασχον αἱ τῶν δημοτῶν κτήσεις, αἱ δὲ τῶν πατρικίων ἔμειναν ἀσινεῖς·
とりわけこの被害を被ったのは平民たちの財産であり、パトリキの財産は無傷のままであった。
εἰ δέ τινες ἐβλάβησαν, εἰς ἀνδράποδα καὶ βοσκήματα ἔδοξαν βλαβῆναι.
もし何らかの損害を被った者がいたとしても、それは奴隷や家畜の点でのみ損害を被ったように見えた。
τοῦτο γὰρ ὑπὸ τοῦ Μαρκίου παρηγγέλλετο τοῖς Οὐολούσκοις, ἵνα δι’ ὑποψίας ἔτι μᾶλλον οἱ πατρίκιοι γένοιντο τοῖς δημοτικοῖς καὶ μὴ ἐξαιρεθείη τὸ στασιάζον ἐκ τῆς πόλεως,
というのも、これはマルキウスによってウォルスキ人に命じられていたことであり、それはパトリキが平民たちにとってさらに疑わしい存在となり、市中から党派争いの火種が消え去らないようにするためであった。
§8.12.4ὅπερ καὶ συνέβη.
そしてまさにその通りのことが起こった。
ὡς γὰρ ἠγγέλθη τοῖς Ῥωμαίοις ἡ καταδρομὴ τῆς χώρας, καὶ ἔγνωσαν οὐκ ἐξ ἴσου γεγονυῖαν ἅπασι τὴν συμφοράν, κατεβόων μὲν τῶν πλουσίων οἱ πένητες ὡς ἐπαγόντων σφίσι τὸν Μάρκιον, ἀπελογοῦντο δʼ οἱ πατρίκιοι καὶ κακουργίαν τινὰ τοῦ στρατηγοῦ ταύτην ἀπέφαινον.
というのも、ローマ人に国土への略奪が報じられ、その災厄がすべての人に平等に及んだのではないことを彼らが知ると、貧民たちは、富裕層が自分たちに対してマルキウスを引き入れているのだとして彼らを大声で非難し、パトリキは自らを弁明して、これは将軍の何らかの悪巧みであると主張した。
βοηθεῖν δὲ τοῖς ἀπολλυμένοις ἢ σώζειν τὰ περιόντα διʼ ὑποψίαν τʼ ἀλλήλων καὶ δέος προδοσίας οὐθεὶς ἠξίου·
しかし、互いへの不信と裏切りへの恐怖のゆえに、滅びゆく人々を助けたり、残されたものを救おうとしたりする者は誰もいなかった。
ὥστε κατὰ πολλὴν ἄδειαν ὁ Μάρκιος ἀπῆγε τὴν στρατιὰν καὶ κατέστησεν ἅπαντας ἐπὶ τὰ οἰκεῖα παθόντας μὲν οὐδὲν δεινόν, δράσαντας δʼ ὅσα ἠξίουν, καὶ πολλῶν εὐπορήσαντας χρημάτων.
そのため、マルキウスは極めて安全に軍を引き揚げ、全員を恐ろしい目に遭わせることなく帰還させた。 彼らは自分たちの望む通りのことを成し遂げ、多くの富を得ていた。
§8.12.5ἧκε δὲ καὶ ὁ Τύλλος ὀλίγον ὕστερον ἐκ τῆς Λατίνων χώρας πολλὰς ἐπαγόμενος ὠφελείας·
トゥッルスも少し遅れてラティウム人の国から多くの略奪品を携えて帰還した。
οὐδὲ γὰρ ἐκεῖ δύναμιν ἔσχον ὁμόσε χωρεῖν τοῖς πολεμίοις ἀπαράσκευοί τʼ ὄντες καὶ παρʼ ἐλπίδα τοῦ δεινοῦ σφίσιν ἐπιπεσόντος.
そこでも人々は準備ができておらず、また不意に襲った災厄のゆえに、敵と刃を交えるだけの力を持たなかったからである。
ἐκ δὲ τούτου πᾶσα πόλις ἐπῆρτο ταῖς ἐλπίσι, καὶ θᾶττον ἢ ὡς ἄν τις ὑπέλαβεν ἥ τε καταγραφὴ τῶν στρατιωτῶν ἐγίνετο, καὶ τἆλλα ὑπηρετεῖτο, ὅσων τοῖς στρατηγοῖς ἔδει.
このことから、すべての都市は希望に胸を膨らませ、誰もが予想したよりも早く兵の徴募が行われ、将軍たちが必要としたその他のあらゆるものが調達された。