Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.12.1-8.12.5

马尔基乌斯袭扰罗马与平民贵族间的内讧

第 590 段,共 962 段 · 希腊语

内容简介

将军马尔基乌斯和图路斯率领沃尔斯奇军队出其不意地袭击了罗马和拉丁领土,掠夺了大量财富。马尔基乌斯故意仅破坏平民的财产,导致罗马城内的贵族和平民之间猜忌与内讧加剧。

§8.12.1ἀποδεξαμένων δὲ καὶ ταύτην τὴν γνώμην τῶν Οὐολούσκων ἐξῄεσαν οἱ στρατηγοὶ διὰ ταχέων, πρὶν ἔκπυστα γενέσθαι Ῥωμαίοις τὰ βουλεύματα, πολλὴν ἐπαγόμενοι στρατιὰν ἑκούσιον·
当沃尔斯奇人也接受了这一提议时,将军们迅速出征,赶在他们的计划被罗马人发觉之前,率领着一支庞大的志愿军。
ἧς μέρος μὲν ὁ Τύλλος ἔχων εἰς τὴν Λατίνων χώραν ἐνέβαλεν, ἵνα περισπάσειε τῶν πολεμίων τὴν ἐκεῖθεν ἐπικουρίαν, τὸ δὲ λοιπὸν ὁ Μάρκιος ἄγων ἐπὶ τὴν Ῥωμαίων ἤλασεν.
图路斯带领其中的一部分侵入拉丁人的领土,以便分散并牵制来自那里的敌方援军;而马尔基乌斯则率领其余的人马,向罗马人的领土进军。
§8.12.2οἷα δʼ ἀπροσδοκήτου τοῦ κακοῦ τοῖς κατὰ τὴν χώραν διατρίβουσιν ἐπιπεσόντος πολλὰ μὲν ἑάλω σώματα Ῥωμαίων ἐλεύθερα, πολλὰ δʼ ἀνδράποδα, βοῶν τε καὶ ὑποζυγίων καὶ τῶν ἄλλων βοσκημάτων χρῆμα οὐκ ὀλίγον· σῖτός θʼ ὅσος ἐγκατελήφθη καὶ σίδηρος καὶ ὅσοις ἄλλοις χώρα γεωργεῖται, τὰ μὲν ἡρπάσθη, τὰ δὲ διεφθάρη.
由于这场灾难出乎意料地降临在那些逗留在乡间的人们身上,许多自由身份的罗马人被俘,还有许多奴隶,以及为数不少的牛、驮兽和其他牲畜;此外,凡是留下的粮食、铁器以及其他一切用于耕作土地的工具,有的被掠夺,有的被毁坏。
τελευτῶντες γὰρ καὶ πῦρ εἰς τὰς αὐλὰς φέροντες ἐνέβαλλον Οὐολοῦσκοι, ὥστε πολλοῦ χρόνου μηδʼ §8.12.3ἀναλαβεῖν αὐτὰς δύνασθαι τοὺς ἀποβαλόντας.
因为沃尔斯奇人到头来甚至把火把扔进了农舍里,以至于在很长一段时间里,那些失去财产的人甚至无法将其重建。
μάλιστα δὲ τοῦτʼ ἔπασχον αἱ τῶν δημοτῶν κτήσεις, αἱ δὲ τῶν πατρικίων ἔμειναν ἀσινεῖς· εἰ δέ τινες ἐβλάβησαν, εἰς ἀνδράποδα καὶ βοσκήματα ἔδοξαν βλαβῆναι.
遭受这种损失的主要是平民的财产,而贵族(帕特里奇)的财产则完好无损;即使有些人受到了损失,也似乎只是在奴隶和牲畜方面受损。
τοῦτο γὰρ ὑπὸ τοῦ Μαρκίου παρηγγέλλετο τοῖς Οὐολούσκοις, ἵνα δι’ ὑποψίας ἔτι μᾶλλον οἱ πατρίκιοι γένοιντο τοῖς δημοτικοῖς καὶ μὴ ἐξαιρεθείη τὸ στασιάζον ἐκ τῆς πόλεως, §8.12.4ὅπερ καὶ συνέβη.
因为这是马尔基乌斯向沃尔斯奇人下达的命令,目的是让贵族在平民眼中变得更加可疑,从而使城邦中的内讧根源无法被消除,事实也确实如此。
ὡς γὰρ ἠγγέλθη τοῖς Ῥωμαίοις ἡ καταδρομὴ τῆς χώρας, καὶ ἔγνωσαν οὐκ ἐξ ἴσου γεγονυῖαν ἅπασι τὴν συμφοράν, κατεβόων μὲν τῶν πλουσίων οἱ πένητες ὡς ἐπαγόντων σφίσι τὸν Μάρκιον, ἀπελογοῦντο δʼ οἱ πατρίκιοι καὶ κακουργίαν τινὰ τοῦ στρατηγοῦ ταύτην ἀπέφαινον.
因为当国土遭到袭击的消息传到罗马人那里,且他们得知这场灾难并非对所有人都是平等的时候,穷人们便对富人们大肆指责,声称是富人们把马尔基乌斯引向了他们,而贵族们则为自己辩护,表明这是将军的某种阴谋。
βοηθεῖν δὲ τοῖς ἀπολλυμένοις ἢ σώζειν τὰ περιόντα διʼ ὑποψίαν τʼ ἀλλήλων καὶ δέος προδοσίας οὐθεὶς ἠξίου· ὥστε κατὰ πολλὴν ἄδειαν ὁ Μάρκιος ἀπῆγε τὴν στρατιὰν καὶ κατέστησεν ἅπαντας ἐπὶ τὰ οἰκεῖα παθόντας μὲν οὐδὲν δεινόν, δράσαντας δʼ ὅσα ἠξίουν, καὶ πολλῶν εὐπορήσαντας χρημάτων.
然而,由于彼此间的猜忌和对背叛的恐惧,没有人愿意去援助那些正在毁灭的人,也没有人去抢救残存的财物;因此,马尔基乌斯极其安全地撤回了军队,让所有人在没有遭受任何伤害的情况下返回了家园,他们不仅做成了所有想做的事,还获得了丰厚的财富。
§8.12.5ἧκε δὲ καὶ ὁ Τύλλος ὀλίγον ὕστερον ἐκ τῆς Λατίνων χώρας πολλὰς ἐπαγόμενος ὠφελείας· οὐδὲ γὰρ ἐκεῖ δύναμιν ἔσχον ὁμόσε χωρεῖν τοῖς πολεμίοις ἀπαράσκευοί τʼ ὄντες καὶ παρʼ ἐλπίδα τοῦ δεινοῦ σφίσιν ἐπιπεσόντος.
不久之后,图路斯也从拉丁人的领土返回,带回了丰厚的战利品;因为拉丁人同样因为毫无防备,且灾难出乎意料地降临,而没有力量与敌人交锋。
ἐκ δὲ τούτου πᾶσα πόλις ἐπῆρτο ταῖς ἐλπίσι, καὶ θᾶττον ἢ ὡς ἄν τις ὑπέλαβεν ἥ τε καταγραφὴ τῶν στρατιωτῶν ἐγίνετο, καὶ τἆλλα ὑπηρετεῖτο, ὅσων τοῖς στρατηγοῖς ἔδει.
从此以后,所有的城邦都燃起了希望,并且比任何人预料的都要快,士兵的征集工作便顺利进行,将军们所需的所有其他物资也得到了供给。

词汇与语法注释

  1. 8.12.1ἵνα περισπάσειε τῶν πολεμίων τὴν ἐκεῖθεν ἐπικουρίαν — 在由 ἵνα 引导的目的从句中,动词 περισπάσειε 是不定过去时祈愿语气(aorist optative),意思是“为了引开(转移)敌人来自那里的援助”。属格 τῶν πολεμίων 作为目的格(或所有格)属格修饰 ἐπικουρίαν,而 τὴν ἐκεῖθεν 是表示“来自那里”的定语性副词短语。
  2. 8.12.2οἷα δʼ ἀπροσδοκήτου τοῦ κακοῦ τοῖς κατὰ τὴν χώραν διατρίβουσιν ἐπιπεσόντος — 助词 οἷα 伴随着属格独立结构“ἀπροσδοκήτου τοῦ κακοῦ ... ἐπιπεσόντος”(灾难出乎意料地降临),用以强调主观原因(“因为……”)。与格短语“τοῖς κατὰ τὴν χώραν διατρίβουσιν”(逗留在乡间的人们)由复合动词 ἐπιπεσόντος(源自 ἐπιπίπτω)所支配。
  3. 8.12.3ἵνα δι’ ὑποψίας ἔτι μᾶλλον οἱ πατρίκιοι γένοιντο τοῖς δημοτικοῖς — 短语“δι’ ὑποψίας γίγνομαι”是一个惯用结构,意思是“遭到怀疑”或“成为被怀疑的对象”。与格 τοῖς δημοτικοῖς 表示怀疑的主体(即对于平民而言)。
  4. 8.12.4ὡς ἐπαγόντων σφίσι τὸν Μάρκιον — 连词 ὡς 伴随着属格独立结构(暗示的主语为“富人们”,分词为复数属格 ἐπαγόντων),表示宣称的或主观的原因(“声称……”)。代词 σφίσι 是间接反身代名词,指代主句的主语“穷人们”(οἱ πένητες)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.12.1-8.12.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.12.1-8.12.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。