§8.1.1οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι κατὰ τὴν ἑβδομηκοστὴν καὶ τρίτην ὀλυμπιάδα, ἣν ἐνίκα στάδιον Ἀστύλος Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἀγχίσου, Γάιος Ἰούλιος Ἰοῦλος καὶ Πόπλιος Πινάριος Ῥοῦφος, ἄνδρες ἥκιστα πολεμικοὶ καὶ διὰ τοῦτο μάλιστα τῆς ἀρχῆς ταύτης παρὰ τοῦ δήμου τυχόντες, εἰς πολλοὺς καὶ μεγάλους ἠναγκάσθησαν κινδύνους καταστῆναι πολέμου καταρραγέντος ἐκ τῆς ἐκείνων ἀρχῆς, διʼ ὧν ἡ πόλις ὀλίγου ἐδέησεν ἐκ βάθρων ἀναιρεθῆναι.
在这些人之后,于第七十三届奥林匹克运动会期间(当时克罗托那的阿斯提洛斯赢得了短跑比赛,安喀索斯在雅典担任执政官)被任命的执政官,盖乌斯·尤利乌斯·尤卢斯和普布利乌斯·皮纳里乌斯·鲁福斯,是极不温和的人,也正因如此,他们才从民众那里获得了这一官职。 然而,由于在他们执政之初爆发的一场战争,他们被迫陷入了许多巨大的危险之中,这些危险几乎使这座城市从根基上被彻底毁灭。
§8.1.2ὁ γὰρ Μάρκιος ἐκεῖνος ὁ Κοριολάνος, ὁ τὴν ἐπὶ τῇ τυραννίδι αἰτίαν σχὼν καὶ φυγῇ ἀιδίῳ ἐλασθείς, ἀγανακτῶν τʼ ἐπὶ τῇ συμφορᾷ καὶ τιμωρίαν παρὰ τῶν ἐχθρῶν βουλόμενος λαβεῖν, διʼ οὗ δʼ ἂν αὕτη γένοιτο τρόπου καὶ διʼ οἵας δυνάμεως ἀνασκοπῶν μίαν εὕρισκε Ῥωμαίοις τότʼ ἀντίπαλον ἰσχὺν τὴν Οὐολούσκων, εἰ κοινῇ χρησάμενοι γνώμῃ καὶ τυχόντες ἡγεμόνος ἔμφρονος ἐνστήσονται πρὸς αὐτοὺς τὸν πόλεμον.
因为那位马尔基乌斯·科里奥兰纳斯,即那个因被指控企图建立僭主统治而被终身驱逐的人,对自己的不幸感到愤恨,并渴望向他的敌人复仇。 在思索通过何种方式以及何种力量可以实现这一目标时,他发现当时唯一能与罗马人匹敌的力量就是沃尔斯奇人的力量,只要他们齐心协力并获得一位精明的领袖,便能对罗马人发动战争。
§8.1.3ἐλογίζετο μὲν οὖν, ὡς εἰ πείσειε τοὺς Οὐολούσκους δέξασθαί τʼ αὐτὸν καὶ τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου, ῥᾳδίως αὐτῷ διαπεπράξεται τὸ ἔργον·
因此,他权衡道,如果能说服沃尔斯奇人接纳他并委以战争的指挥权,那么这件事对他来说将很容易完成。
ἐτάραττε δʼ αὐτὸν ἡ συνείδησις, ὅτι πλειστάκις κατὰ τὰς μάχας δεινὰ δεδρακὼς ἦν αὐτοὺς καὶ πόλεις συμμαχίδας ἀφῃρημένος.
然而,他的良知却让他感到不安,因为他曾在多次战斗中对他们施加了可怕的暴行,并夺取了他们的盟友城市。
οὐ μὴν ἀπέστη γε τῆς πείρας διὰ τὸ τοῦ κινδύνου μέγεθος, ἀλλʼ εἰς αὐτὰ τὰ δεινὰ χωρεῖν ἐβουλεύσατο καὶ πάσχειν ὑπʼ αὐτῶν ὁτιοῦν.
尽管如此,他并没有因为危险的巨大而放弃尝试,而是决定走向那些危险之中,并甘愿承受他们所施加的一切。
§8.1.4φυλάξας δὲ νύκτα καὶ ταύτην σκοταίαν ἧκεν εἰς Ἄντιον, τὴν ἐπιφανεστάτην τῶν ἐν Οὐολούσκοις πόλεων, ἡνίκα περὶ δεῖπνον ἦσαν οἱ κατὰ τὴν πόλιν, καὶ παρελθὼν εἰς οἰκίαν ἀνδρὸς δυνατοῦ, διʼ εὐγένειάν τε καὶ πλοῦτον καὶ τὰς ἐν τοῖς πολέμοις πράξεις μέγα ἐφʼ ἑαυτῷ φρονοῦντος καὶ τὸ ἔθνος ὅλον ἄγοντος ὡς τὰ πολλά, ᾧ Τύλλος Ἄττιος ὄνομα ἦν, ἱκέτης τοῦ ἀνδρὸς γίνεται καθεζόμενος ἐπὶ τῆς ἑστίας.
于是,他伺机选择了一个漆黑的夜晚,来到了沃尔斯奇人最著名的城市安提乌姆,当时城里的人们正在吃晚饭。 他进入了一位权贵人士的家中,此人因高贵出身、财富以及战功而大为自负,且在大多数时候领导着整个部族,其名为图路斯·阿提乌斯。 马尔基乌斯坐在这位权贵家的炉边,成为了他的恳求者。
§8.1.5διηγησάμενος δʼ αὐτῷ τὰς κατασχούσας αὐτὸν ἀνάγκας, διʼ ἃς ὑπέμεινεν ἐπὶ τοὺς ἐχθροὺς καταφυγεῖν, μέτρια ἠξίου φρονῆσαι καὶ ἀνθρώπινα περὶ ἀνδρὸς ἱκέτου καὶ μηκέτι πολέμιον ἡγεῖσθαι τὸν ὑποχείριον μηδʼ εἰς τοὺς ἀτυχοῦντας καὶ τεταπεινωμένους ἀποδείκνυσθαι τὴν ἰσχὺν ἐνθυμούμενον, ὡς οὐ μένουσιν ἐπὶ τοῖς αὐτοῖς πράγμασιν αἱ τῶν ἀνθρώπων τύχαι.
在向他讲述了使自己陷入绝境并迫使自己投奔敌人的种种无奈处境之后,他请求图路斯对一个恳求者抱以适度且仁慈的态度,不要再把这个已处于其掌控之中的人视为敌人,也不要对那些不幸且卑微的人展示威力,因为他应当记住,人类的命运绝不会永远处于相同的境遇之中。
§8.1.6δύναιο δʼ ἄν, ἔφη, τοῦτʼ ἐξ αὐτοῦ μάλιστα μαθεῖν ἐμοῦ, ὃς ἐν τῇ μεγίστῃ πόλει κράτιστός ποτʼ εἶναι τῶν ἄλλων δοκῶν νῦν ἔρημος καὶ ἄπολις καὶ ταπεινὸς ἐρριμμένος τοῦτο πείσομαι, ὅ τι ἂν ἐχθρῷ ὄντι σοι δοκῇ.
“你完全可以,”他说,“从我本人身上最好地明白这一点。 我曾在最伟大的城市中被认为比其他人都要强大,如今却落得孤独无依、失去城邦、卑微被弃的境地,并将承受你这个敌人认为合适的一切处置。
ὑπισχνοῦμαι δέ σοι τοσαῦτʼ ἀγαθὰ ποιήσειν Οὐολούσκους φίλος τῷ ἔθνει γενόμενος, ὅσα κακὰ εἰργασάμην ἐχθρὸς ὤν.
然而,我向你承诺,一旦我成为这个部族的友人,我将为沃尔斯奇人带来不亚于我作为敌人时所造成的破坏的那样多的福祉。
εἰ δέ τι ἄλλο γινώσκεις περὶ ἐμοῦ, χρῆσαι τῇ ὀργῇ παραχρῆμα καὶ θάνατον χάρισαί μοι τὸν τάχιστον αὐτοχειρίᾳ τε καὶ ἐπὶ τῆς ἑστίας τῆς σεαυτοῦ καθιερεύσας τὸν ἱκέτην.
但如果你对我另有打算,请立即发泄你的愤怒,亲自动手在你的炉边将这个恳求者献祭,赐予我最迅速的死亡。 ”