Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §7.72.7-7.72.12

武装舞踊と滑稽舞踊にみるギリシアの起源

576 / 962 箇所 · ギリシア語

要旨

武装舞踊(ピュリケー)やサテュロス的な滑稽舞踊(シキンニス)など、ローマの祭礼や凱旋式、葬儀に見られる諸習慣が、ホメロスの描写を交えつつギリシア起源であることを論じる。

§7.72.7Ἑλληνικὸν δʼ ἄρα καὶ τοῦτʼ ἦν ἐν τοῖς πάνυ παλαιὸν ἐπιτήδευμα, ἐνόπλιος ὄρχησις ἡ καλουμένη πυρρίχη, εἴτʼ Ἀθηνᾶς πρώτης ἐπὶ Τιτάνων ἀφανισμῷ χορεύειν καὶ ὀρχεῖσθαι σὺν τοῖς ὅπλοις τἀπινίκια ὑπὸ χαρᾶς ἀρξαμένης, εἴτε παλαίτερον ἔτι Κουρήτων αὐτὴν καταστησαμένων, ὅτε τὸν Δία τιθηνούμενοι θέλγειν ἐβούλοντο κτύπῳ τε ὅπλων καὶ κινήσει μελῶν ἐνρύθμῳ καθάπερ ὁ μῦθος ἔχει.
それゆえ、これもまた実に古い習慣の中に属するギリシアの習慣であった。 すなわち、ピュリケーと呼ばれる武装舞踊である。 それは、アテナがタイタンたちの滅亡において、武器を持って戦勝を祝い、喜びのあまり最初に踊り舞い始めたためであれ、あるいは、それよりもさらに古く、クーレースたちがこれを制定し、彼らが幼いゼウスを育てるにあたって、神話が伝えるように、武器の響きと手足の律動的な動きによって(クロノスを)なだめようとしたときのためであれ、そうなのである。
§7.72.8δηλοῖ δὲ καὶ τούτου τὴν ἀρχαιότητα ὡς ἐπιχωρίου τοῖς Ἕλλησιν Ὅμηρος πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δʼ ἐν ἀσπίδος κατασκευῇ, ἣν Ἀχιλλεῖ δωρήσασθαί φησιν Ἥφαιστον.
ホメロスは、これがギリシア人独自の古いものであることを、多方面において、またとりわけ、ヘパイストスがアキレウスに贈ったと彼が語る盾の製作において明らかにしている。
ὑποθέμενος γὰρ ἐν αὐτῇ δύο πόλεις τὴν μὲν εἰρήνῃ κοσμουμένην, τὴν δὲ πολέμῳ κακοπαθοῦσαν, ἐν ᾗ τὴν ἀμείνω καθίστησι τύχην ἑορτὰς ποιῶν καὶ γάμους καὶ θαλίας ὥσπερ εἰκὸς καὶ ταῦτα λέγει·
というのも、彼はその中に二つの都市、一方は平和によって飾られ、他方は戦争によって苦しんでいる都市を想定し、より良い運命を彼が据えている前者において、祭りや婚礼、宴をふさわしく描きつつ、次のように述べている。
"κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον· ἐν δʼ ἄρα τοῖσιν αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον·
「若い舞踊手たちが旋回し、彼らの間で笛や堅琴が音を響かせていた。
αἱ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. "
女たちはそれぞれ戸口に立ち、驚嘆して見つめていた。
§7.72.9καὶ αὖθις ἕτερον ἐν αὐτῇ λέγων διακεκοσμῆσθαι Κρητικὸν ἠιθέων τε καὶ παρθένων χορὸν ὧδε εἴρηκεν·
」また再び、その盾の中に、若者たちと乙女たちのクレータ風の踊りが美しく装飾されていることを語って、次のように述べている。
"ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσσῷ εὐρείῃ Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
「また、名高い両足の不自由な神は、かつて広いクノッソスでダイダロスが美しい髪のアリアドネのために仕立てたような踊り場を、その中に細工した。
ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι ὠρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι. " κόσμον τʼ αὐτοῦ ἀφηγούμενος, ἵνα δῆλον ἡμῖν ποιήσειεν, ὅτι ἡ τῶν ἀρρένων κίνησις ἐνόπλιος ἦν, τάδε λέγει·
そこでは、若者たちと、多くの牛をもたらす乙女たちが、互いの手首を掴み合って踊っていた。 」そして、男性たちの動きが武装したものであることを我々に明らかにするために、その装飾を説明して、次のように述べている。
"καί ῥʼ αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων. " ἡγεμόνας τε τῆς ὀρχήσεως αὐτῶν τοὺς ἐνδιδόντας τοῖς ἄλλοις καὶ προκαταρχομένους εἰσάγων τοιάδε γράφει·
「そして、娘たちは美しい花冠を戴き、若者たちは銀の帯から吊るした黄金の剣を帯びていた。 」また、彼らの踊りの先導者たち、すなわち他の者たちに型を示し、真っ先に踊り始める者たちを登場させて、次のように書いている。
"πολλὸς δʼ ἱμερόεντα χορὸν περιΐσταθʼ ὅμιλος τερπόμενοι·
「多くの群衆が魅惑的な踊りの周りに立ち、楽しんでいた。
δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. "
二人の軽業師が、彼らの歌を先導しながら、真ん中でくるくると回っていた。
§7.72.10οὐ μόνον δʼ ἐκ τῆς ἐναγωνίου τε καὶ κατεσπουδασμένης ὀρχήσεως τῶν χορῶν, ᾗ παρὰ τὰς θυηπολίας τε καὶ πομπὰς ἐχρῶντο Ῥωμαῖοι, τὸ συγγενὲς ἄν τις αὐτῶν τὸ πρὸς τοὺς Ἕλληνας ἴδοι, ἀλλὰ καὶ ἐκ τῆς κερτόμου καὶ τωθαστικῆς.
」人がローマ人のギリシア人に対する親縁性を見出すのは、ローマ人が犠牲式や行列の際に用いていた合唱隊の、競技的で極めて真剣な舞踊からだけではない。 それはまた、嘲弄的で滑稽な舞踊からも見出されるのである。
μετὰ γὰρ τοὺς ἐνοπλίους χοροὺς οἱ τῶν σατυριστῶν ἐπόμπευον χοροὶ τὴν Ἑλληνικὴν εἰδοφοροῦντες σίκιννιν.
というのも、武装した合唱隊の後に、サテュロス劇役者たちの合唱隊が行列を進み、ギリシアのシキンニスを演じていたからである。
σκευαὶ δʼ αὐτοῖς ἦσαν τοῖς μὲν εἰς Σιληνοὺς εἰκασθεῖσι μαλλωτοὶ χιτῶνες, οὓς ἔνιοι χορταίους καλοῦσι, καὶ περιβόλαια ἐκ παντὸς ἄνθους· τοῖς δʼ εἰς Σατύρους περιζώματα καὶ δοραὶ τράγων καὶ ὀρθότριχες ἐπὶ ταῖς κεφαλαῖς φόβαι καὶ ὅσα τούτοις ὅμοια.
彼らの装束は、シレノスたちに擬された者たちには、ある人々がコルタイオスと呼ぶ毛羽立ったチュニックと、あらゆる花でできた外套であり、サテュロスたちに擬された者たちには、腰布と山羊の皮、頭の上の直立した鬣、およびこれらに類するすべてのものであった。
οὗτοι κατέσκωπτόν τε καὶ κατεμιμοῦντο τὰς σπουδαίας κινήσεις ἐπὶ τὰ γελοιότερα μεταφέροντες.
彼らは、真面目な動きをからかい、より滑稽なものへと変えながら真似ていた。
§7.72.11δηλοῦσι δὲ καὶ αἱ τῶν θριάμβων εἴσοδοι παλαιὰν καὶ ἐπιχώριον οὖσαν Ῥωμαίοις τὴν κέρτομον καὶ σατυρικὴν παιδιάν.
そしてまた、凱旋式の入場も、この嘲弄的でサテュロス的な遊びがローマ人にとって古くからの独自の習慣であることを示している。
ἐφεῖται γὰρ τοῖς κατάγουσι τὰς νίκας ἰαμβίζειν τε καὶ κατασκώπτειν τοὺς ἐπιφανεστάτους ἄνδρας αὐτοῖς στρατηλάταις, ὡς Ἀθήνησι τοῖς πομπευταῖς τοῖς ἐπὶ τῶν ἁμαξῶν πρότερον ἅμα σκώμμασι παροχουμένοις, νῦν δὲ ποιήματʼ ᾅδουσιν αὐτοσχέδια.
というのも、勝利を収めて入場する者たちには、最も傑出した人々を、将軍自身を含めて、風刺し、からかうことが許されているからであり、それはアテナイにおいて、以前は荷車に乗って嘲笑を交えながら進み、現在では即興の詩を歌う行列の参加者たちと同様である。
§7.72.12εἶδον δὲ καὶ ἐν ἀνδρῶν ἐπισήμων ταφαῖς ἅμα ταῖς ἄλλαις πομπαῖς προηγουμένους τῆς κλίνης τοὺς σατυριστῶν χοροὺς κινουμένους τὴν σίκιννιν ὄρχησιν, μάλιστα δʼ ἐν τοῖς τῶν εὐδαιμόνων κήδεσιν.
また私は、著名な人々の葬儀においても、他の行列とともに、サテュロス劇役者たちの合唱隊が棺を先導し、シキンニスの舞踊を踊るのを見た。 それはとりわけ、富裕な人々の葬式においてであった。
ὅτι δʼ οὔτε Λιγύων οὔτʼ Ὀμβρικῶν οὔτʼ ἄλλων τινῶν βαρβάρων τῶν ἐν Ἰταλίᾳ κατοικούντων εὕρημα ἡ σατυρικὴ παιδιὰ καὶ ὄρχησις ἦν, ἀλλʼ Ἑλλήνων, δέδοικα, μὴ καὶ ὀχληρὸς εἶναί τισι δόξω, λόγοις πλείοσι πιστοῦσθαι ὁμολογούμενον πρᾶγμα βουλόμενος.
しかし、このサテュロス的な遊びと舞踊が、イタリアに住むリグリア人やウンブリア人、あるいは他のいかなる蛮族の発明でもなく、ギリシア人のものであるということは、誰もが認める事柄をより多くの言葉で証明しようとして、一部の人々にとって鬱陶しい者と思われるのではないかと私は恐れる。

語釈・文法注

  1. §7.72.7εἴτʼ Ἀθηνᾶς πρώτης ... εἴτε παλαίτερον ἔτι Κουρήτων — εἴτε... εἴτε...(...であれ...であれ)によって導かれる二つの属格独立分詞句(Ἀθηνᾶς ἀρξαμένης および Κουρήτων καταστησαμένων)であり、ピュリケーの起源に関する二つの説を対比的に提示している。
  2. §7.72.10τὸ συγγενὲς ἄν τις αὐτῶν τὸ πρὸς τοὺς Ἕλληνας ἴδοι — 潜在的希求法(ἄν + ἴδοι)が用いられており、「人が彼ら(ローマ人 αὐτῶν)のギリシア人に対する親縁性を見出すことができるだろう」という可能性を示す。αὐτῶν は属格で συγγενὲς に係り、πρὸς τοὺς Ἕλληνας は「ギリシア人に対する」という方向を示す。
  3. §7.72.11ὡς Ἀθήνησι τοῖς πομπευταῖς — 前文の与格「τοῖς κατάγουσι τὰς νίκας(勝利をもたらす者たちに)」との比較として、省略を伴う与格構造(τοῖς πομπευταῖς)が接続詞 ὡς(〜のように)の後に続いている。アテナイの行進における「荷車からの悪口」の習慣を比較対象としている。
  4. §7.72.12δέδοικα, μὴ καὶ ὀχληρὸς εἶναί τισι δόξω — 懸念を示す動詞 δέδοικα(恐れる)が、否定の接続詞 μή(〜ではないかと)を伴って接続法(δόξω)を支配する典型的な懸念の従属節。「自明の事実(ὁμολογούμενον πρᾶγμα)を長々と説明して鬱陶しがられるのではないか」という著者の謙遜を示す修辞的表現。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §7.72.7-7.72.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.72.7-7.72.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。