§7.72.1πρὶν ἄρξασθαι τῶν ἀγώνων, πομπὴν ἔστελλον τοῖς θεοῖς οἱ τὴν μεγίστην ἔχοντες ἐξουσίαν, ἀπὸ τοῦ Καπιτωλίου τε καὶ διʼ ἀγορᾶς ἄγοντες ἐπὶ τὸν μέγαν ἱππόδρομον.
競技が始まる前に、最大の権力を有する者たちが神々のために行列を送り出し、カピトリウムから広場を通って大競技場へと導いた。
ἡγοῦντο δὲ τῆς πομπῆς πρῶτον μὲν οἱ παῖδες αὐτῶν οἱ πρόσηβοί τε καὶ τοῦ πομπεύειν ἔχοντες ἡλικίαν, ἱππεῖς μέν, ὧν οἱ πατέρες τιμήματα ἱππέων εἶχον, πεζοὶ δʼ οἱ μέλλοντες ἐν τοῖς πεζοῖς στρατεύεσθαι·
行列の先頭を進んだのは、第一に、彼らの息子のうち思春期に達して行列に加わる年齢にある者たちであり、彼らの父親が騎士の資産格を有する者は騎兵として、歩兵として従軍することになる者は歩兵として(進んだ)。
οἱ μὲν κατʼ ἴλας τε καὶ κατὰ λόχους, οἱ δὲ κατὰ συμμορίας τε καὶ τάξεις ὡς εἰς διδασκαλεῖον πορευόμενοι·
前者は騎兵隊ごと、また中隊ごとに、後者は組ごと、また分隊ごとに、あたかも学校へと赴くかのように進んだ。
ἵνα φανερὰ γίνοιτο τοῖς ξένοις ἡ μέλλουσα ἀνδροῦσθαι τῆς πόλεως ἀκμὴ πλῆθός τε καὶ §7.72.2κάλλος οἵα τις ἦν.
それは、やがて成人しようとするこの市の最盛期の若者たちが、数においても美しさにおいても、いかなるものであるかが外国人に明らかになるためであった。
τούτοις ἠκολούθουν ἡνίοχοι τὰ τέθριππά τε καὶ τὰς συνωρίδας καὶ τοὺς ἀζεύκτους ἵππους ἐλαύνοντες·
これらに御者たちが続き、四頭立てや二頭立ての戦車、また繋がれていない馬たちを駆っていた。
μεθʼ οὓς οἱ τῶν ἀθλημάτων ἀγωνισταὶ τῶν τε κούφων καὶ τῶν βαρέων τὸ μὲν ἄλλο σῶμα γυμνοί, τὸ δὲ περὶ τὴν αἰδῶ καλυπτόμενοι.
彼らの後には、軽競技と重競技の双方の競技者たちが、体の他の部分は裸で、陰部の周りは覆いをされて続いた。
τοῦτο καὶ εἰς ἐμὲ τὸ ἔθος ἐν Ῥώμῃ διέμενεν, ὡς ἐξ ἀρχῆς ἐγίνετο παρʼ Ἕλλησιν·
この習慣は私にいたるまでローマにおいて維持されていたが、それは当初ギリシア人の間でそうであった通りである。
ἐν δὲ τῇ Ἑλλάδι καταλέλυται Λακεδαιμονίων αὐτὸ καταλυσάντων.
しかしギリシアにおいては、ラケダイモン人がそれを廃止したことによって、廃れてしまった。
§7.72.3ὁ δὲ πρῶτος ἐπιχειρήσας ἀποδυθῆναι τὸ σῶμα καὶ γυμνὸς Ὀλυμπίασι δραμὼν ἐπὶ τῆς πεντεκαιδεκάτης ὀλυμπιάδος Ἄκανθος ὁ Λακεδαιμόνιος ἦν.
衣服を脱ぎ捨て、裸でオリンピアで走ることを最初に試みたのは、第15回オリンピア期におけるラケダイモン人のアカントスであった。
τὰ δὲ πρὸ τούτων διʼ αἰσχύνης εἶχον ἅπαντες Ἕλληνες ὅλα γυμνὰ φαίνειν ἐν ταῖς ἀγωνίαις τὰ σώματα, ὡς Ὅμηρος τεκμηριοῖ, μαρτύρων ἀξιοπιστότατός τε καὶ ἀρχαιότατος ὢν ζωννυμένους τοὺς ἥρωας ποιῶν.
これより前は、すべてのギリシア人が競技において体を完全に裸でさらすことを恥としていた。 それはホメロスが、最も信頼のおける、かつ最も古い証人として、英雄たちが帯を締めているように描いていることで証明している。
τὴν γοῦν Αἴαντος καὶ Ὀδυσσέως πάλην ἐπὶ τῇ Πατρόκλου ταφῇ γενομένην ἀφηγούμενός φησι·
実際、パトロクロスの葬儀で行われたアイアスとオデュッセウスの相撲を語る中で、彼は次のように述べている。
"τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα· "
「二人は帯を締め、競技の真ん中へと進み出た。
§7.72.4καὶ ἔτι σαφέστερον ἐν Ὀδυσσείᾳ τοῦτο ποιεῖ φανερὸν ἐπὶ τῆς Ἴρου καὶ Ὀδυσσέως πυγμῆς ἐν τοῖσδε τοῖς ἔπεσιν·
」そして、彼は『オデュッセイア』において、イロスとオデュッセウスの拳闘の際、以下の詩行の中でこのことをさらに明確にしている。
"ὥς ἔφαθʼ· οἱ δʼ ἄρα πάντες ἐπῄνεον·
「そう語ると、一同は皆賛成した。
αὐτὰρ Ὀδυσσεὺς ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς καλούς τε μεγάλους τε.
しかしオデュッセウスは襤褸を腰に巻いて陰部を覆い、美しくも逞しい腿をあらわにした。
φάνεν δέ οἱ εὐρέες ὦμοι στήθεά τε στιβαροί τε βραχίονες.
また、彼の広い肩、胸、そして頑丈な腕があらわになった。
"
τὸν δὲ πτωχὸν οὐκέτι βουλόμενον μάχεσθαι, ἀλλʼ ἀποδειλιῶντα εἰσάγων τάδε εἴρηκεν·
」また、もはや戦うことを望まず、怯えているその乞食を登場させて、彼は次のように述べている。
"ὡς ἂρ ἔφαν· Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός·
「彼らがそう言うと、イロスの心は激しく揺れ動いた。
ἀλλὰ καὶ ὣς μνηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ. "
τοῦτο δὴ τὸ ἔθος ἀρχαῖον ἐν τοῖς Ἕλλησιν ὂν οἱ φυλάττοντες μέχρι τοῦδε Ῥωμαῖοι δῆλοί εἰσιν οὐ προσμαθόντες παρʼ ἡμῶν ὕστερον, ἀλλʼ οὐδὲ μεταθέμενοι σὺν χρόνῳ καθάπερ ἡμεῖς.
しかし、それにもかかわらず、求婚者たちは彼に帯を締めさせて強引に連れて行った。 」それゆえ、このギリシア人における古代の習慣を今日まで守り続けているローマ人たちは、後になって我々から付け焼き刃で学んだのでもなく、また我々のように時の経過とともにそれを改めたのでもないことが明らかである。
§7.72.5ἠκολούθουν δὲ τοῖς ἀγωνισταῖς ὀρχηστῶν χοροὶ πολλοὶ τριχῇ νενεμημένοι, πρῶτοι μὲν ἀνδρῶν, δεύτεροι δʼ ἀγενείων, τελευταῖοι δὲ παίδων, οἷς παρηκολούθουν αὐληταί τʼ ἀρχαϊκοῖς ἐμφυσῶντες αὐλίσκοις βραχέσιν, ὡς καὶ εἰς τόδε χρόνου γίνεται, καὶ κιθαρισταὶ λύρας ἑπταχόρδους ἐλεφαντίνας καὶ τὰ καλούμενα βάρβιτα κρέκοντες.
そして競技者たちには、三つのグループに分けられた多くの舞踊手の合唱隊が続いた。 第一は成人男性、第二は若者、最後は少年たちであり、彼らには、今日でも行われているように、短い古代風の笛を吹く奏者たちや、象牙でできた七弦の竪琴や、いわゆるバルビトンと呼ばれる楽器を奏でる竪琴奏者たちが付き従っていた。
ὧν παρὰ μὲν Ἕλλησιν ἐκλέλοιπεν ἡ χρῆσις ἐπʼ ἐμοῦ πάτριος οὖσα· παρὰ δὲ Ῥωμαίοις ἐν ἁπάσαις φυλάττεται ταῖς ἀρχαίαις θυηπολίαις.
これらの使用は、ギリシア人の間では、かつて祖先伝来のものであったにもかかわらず私の時代には廃れてしまっているが、ローマ人の間ではすべての古代の犠牲式において守り続けられている。
§7.72.6σκευαὶ δὲ τῶν ὀρχηστῶν ἦσαν χιτῶνες φοινίκεοι ζωστῆρσι χαλκέοις ἐσφιγμένοι, καὶ ξίφη παρηρτημένα, καὶ λόγχαι βραχύτεραι τῶν μετρίων·
舞踊手たちの装束は、青銅の帯で締められた深紅のチュニックであり、剣を脇に吊るし、通常のものよりは短い槍を手にしていた。
τοῖς δʼ ἀνδράσι καὶ κράνη χάλκεα λόφοις ἐπισήμοις κεκοσμημένα καὶ πτεροῖς.
そして成人男性には、目立つ前立と羽根で飾られた青銅の兜もあった。
ἡγεῖτο δὲ καθʼ ἕκαστον χορὸν εἷς ἀνήρ, ὃς ἐνεδίδου τοῖς ἄλλοις τὰ τῆς ὀρχήσεως σχήματα, πρῶτος εἰδοφορῶν τὰς πολεμικὰς καὶ συντόνους κινήσεις ἐν τοῖς προκελευσματικοῖς ὡς τὰ πολλὰ ῥυθμοῖς.
また、合唱隊ごとに一人の男性が先導し、彼は他の者たちに舞踊の型を示し、主としてプロケレウスマティコスの律動に合わせて、戦闘的で力強い動きを自ら最初に形作って見せた。