Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.72.7-7.72.12

从武装舞与滑稽舞看罗马习俗的希腊起源

第 576 段,共 962 段 · 希腊语

内容简介

作者结合荷马史诗的描绘,论证了罗马人在祭礼、凯旋式和葬礼中所保留的披甲武舞(皮里科斯舞)以及萨特式的嘲弄舞蹈(西金尼斯舞)均起源于希腊。

§7.72.7Ἑλληνικὸν δʼ ἄρα καὶ τοῦτʼ ἦν ἐν τοῖς πάνυ παλαιὸν ἐπιτήδευμα, ἐνόπλιος ὄρχησις ἡ καλουμένη πυρρίχη, εἴτʼ Ἀθηνᾶς πρώτης ἐπὶ Τιτάνων ἀφανισμῷ χορεύειν καὶ ὀρχεῖσθαι σὺν τοῖς ὅπλοις τἀπινίκια ὑπὸ χαρᾶς ἀρξαμένης, εἴτε παλαίτερον ἔτι Κουρήτων αὐτὴν καταστησαμένων, ὅτε τὸν Δία τιθηνούμενοι θέλγειν ἐβούλοντο κτύπῳ τε ὅπλων καὶ κινήσει μελῶν ἐνρύθμῳ καθάπερ ὁ μῦθος ἔχει.
因此,这也是希腊人中非常古老的习俗,即所谓的披甲武舞。 这或者是由于雅典娜在泰坦神族消亡时,因喜悦而最先开始执兵器起舞,以此庆祝胜利;或者是由于更早时期库雷特斯人创立了它,正如神话所说,当他们抚育宙斯时,希望以兵器的敲击声和肢体有节奏的运动来抚慰他。
§7.72.8δηλοῖ δὲ καὶ τούτου τὴν ἀρχαιότητα ὡς ἐπιχωρίου τοῖς Ἕλλησιν Ὅμηρος πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δʼ ἐν ἀσπίδος κατασκευῇ, ἣν Ἀχιλλεῖ δωρήσασθαί φησιν Ἥφαιστον.
荷马在许多其他地方也揭示了这一习俗作为希腊人本土特征的古老性,尤其是在描写他所说赫菲斯托斯赠予阿喀琉斯的盾牌的制作中。
ὑποθέμενος γὰρ ἐν αὐτῇ δύο πόλεις τὴν μὲν εἰρήνῃ κοσμουμένην, τὴν δὲ πολέμῳ κακοπαθοῦσαν, ἐν ᾗ τὴν ἀμείνω καθίστησι τύχην ἑορτὰς ποιῶν καὶ γάμους καὶ θαλίας ὥσπερ εἰκὸς καὶ ταῦτα λέγει· "κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον· ἐν δʼ ἄρα τοῖσιν αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἱ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. "
因为他在其上设想了两个城市,一个以和平为装饰,另一个因战争而受苦,在他安置了较好命运的那个城市中,他描绘了节日、婚礼和宴席,一如常理,并如此说道: “年轻的舞者们在旋转,在他们之中,长笛和竖琴齐声鸣响;妇人们各自站在自家的门前,惊叹地注视着。
§7.72.9καὶ αὖθις ἕτερον ἐν αὐτῇ λέγων διακεκοσμῆσθαι Κρητικὸν ἠιθέων τε καὶ παρθένων χορὸν ὧδε εἴρηκεν· "ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσσῷ εὐρείῃ Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
” 他又在其中提到装饰着另一个克里特少男少女的合唱舞蹈,这样说道: “著名的跛足神在上面雕琢了一个舞蹈场,如同昔日在宽阔的克诺索斯,代达罗斯为秀发的美丽阿丽亚德尼所制作的那样。
ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι ὠρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι.
在那里,少男和能赢得许多牛作聘礼的少女手执彼此的手腕翩翩起舞。
" κόσμον τʼ αὐτοῦ ἀφηγούμενος, ἵνα δῆλον ἡμῖν ποιήσειεν, ὅτι ἡ τῶν ἀρρένων κίνησις ἐνόπλιος ἦν, τάδε λέγει· "καί ῥʼ αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
” 并描述其装饰,为了向我们表明男子的动作是武装的,他这样说道: “姑娘们戴着美丽的花冠,少年们则从银质肩带上佩戴着黄金的短剑。
" ἡγεμόνας τε τῆς ὀρχήσεως αὐτῶν τοὺς ἐνδιδόντας τοῖς ἄλλοις καὶ προκαταρχομένους εἰσάγων τοιάδε γράφει· "πολλὸς δʼ ἱμερόεντα χορὸν περιΐσταθʼ ὅμιλος τερπόμενοι· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. "
” 并且,他引入他们的舞蹈领队——那些向其他人传授舞步并率先开始的人,这样写道: “一大群人围在迷人的舞蹈周围,自得其乐;两个翻飞的杂耍者在他们中间,作为歌舞的领唱,在中央旋转。
§7.72.10οὐ μόνον δʼ ἐκ τῆς ἐναγωνίου τε καὶ κατεσπουδασμένης ὀρχήσεως τῶν χορῶν, ᾗ παρὰ τὰς θυηπολίας τε καὶ πομπὰς ἐχρῶντο Ῥωμαῖοι, τὸ συγγενὲς ἄν τις αὐτῶν τὸ πρὸς τοὺς Ἕλληνας ἴδοι, ἀλλὰ καὶ ἐκ τῆς κερτόμου καὶ τωθαστικῆς.
” 人们不仅从罗马人在祭祀和游行中所使用的合唱队那具有竞技性质且严肃的舞蹈中,能看出他们与希腊人的亲缘关系,而且也可以从那种嘲弄和戏谑的舞蹈中看出来。
μετὰ γὰρ τοὺς ἐνοπλίους χοροὺς οἱ τῶν σατυριστῶν ἐπόμπευον χοροὶ τὴν Ἑλληνικὴν εἰδοφοροῦντες σίκιννιν.
因为在武装合唱队之后,萨特剧角色的合唱队也参与了游行,呈现出希腊的西金尼斯舞。
σκευαὶ δʼ αὐτοῖς ἦσαν τοῖς μὲν εἰς Σιληνοὺς εἰκασθεῖσι μαλλωτοὶ χιτῶνες, οὓς ἔνιοι χορταίους καλοῦσι, καὶ περιβόλαια ἐκ παντὸς ἄνθους· τοῖς δʼ εἰς Σατύρους περιζώματα καὶ δοραὶ τράγων καὶ ὀρθότριχες ἐπὶ ταῖς κεφαλαῖς φόβαι καὶ ὅσα τούτοις ὅμοια.
他们的装束是,那些模拟西勒诺斯的人穿着毛茸茸的短衣(有人称之为草衣),并披着由各种花卉制成的斗篷;而那些模拟萨特的人则围着腰布,披着山羊皮,头上戴着直立的鬃毛,以及诸如此类的东西。
οὗτοι κατέσκωπτόν τε καὶ κατεμιμοῦντο τὰς σπουδαίας κινήσεις ἐπὶ τὰ γελοιότερα μεταφέροντες.
这些人嘲弄并模仿那些严肃的动作,将其转化为更滑稽的动作。
§7.72.11δηλοῦσι δὲ καὶ αἱ τῶν θριάμβων εἴσοδοι παλαιὰν καὶ ἐπιχώριον οὖσαν Ῥωμαίοις τὴν κέρτομον καὶ σατυρικὴν παιδιάν.
凯旋式的入城式也表明,这种嘲弄和萨特式的嬉戏对罗马人而言是古老且本土的。
ἐφεῖται γὰρ τοῖς κατάγουσι τὰς νίκας ἰαμβίζειν τε καὶ κατασκώπτειν τοὺς ἐπιφανεστάτους ἄνδρας αὐτοῖς στρατηλάταις, ὡς Ἀθήνησι τοῖς πομπευταῖς τοῖς ἐπὶ τῶν ἁμαξῶν πρότερον ἅμα σκώμμασι παροχουμένοις, νῦν δὲ ποιήματʼ ᾅδουσιν αὐτοσχέδια.
因为允许那些举行凯旋式的人以双音步讽刺并嘲弄最杰出的人物,乃至将领自身;这正如在雅典,以前坐在车上的游行者们一边前行一边进行嘲弄,而现在则唱着即兴的诗歌。
§7.72.12εἶδον δὲ καὶ ἐν ἀνδρῶν ἐπισήμων ταφαῖς ἅμα ταῖς ἄλλαις πομπαῖς προηγουμένους τῆς κλίνης τοὺς σατυριστῶν χοροὺς κινουμένους τὴν σίκιννιν ὄρχησιν, μάλιστα δʼ ἐν τοῖς τῶν εὐδαιμόνων κήδεσιν.
我也在显贵人物的葬礼上,看到萨特剧合唱队与其他行列一起,在灵柩前引领并跳着西金尼斯舞,特别是在富裕之人的丧礼中。
ὅτι δʼ οὔτε Λιγύων οὔτʼ Ὀμβρικῶν οὔτʼ ἄλλων τινῶν βαρβάρων τῶν ἐν Ἰταλίᾳ κατοικούντων εὕρημα ἡ σατυρικὴ παιδιὰ καὶ ὄρχησις ἦν, ἀλλʼ Ἑλλήνων, δέδοικα, μὴ καὶ ὀχληρὸς εἶναί τισι δόξω, λόγοις πλείοσι πιστοῦσθαι ὁμολογούμενον πρᾶγμα βουλόμενος.
但是,这种萨特式的嬉戏和舞蹈并非居住在意大利的利古里亚人、翁布里亚人或其他任何蛮族的发明,而是希腊人的发明;我担心,如果我想用更多的言辞去证明一个公认的事实,会显得让人生厌。

词汇与语法注释

  1. §7.72.7εἴτʼ Ἀθηνᾶς πρώτης ... εἴτε παλαίτερον ἔτι Κουρήτων — 由 εἴτε... εἴτε...(或是……或是……)引导的两个属格独立分词结构(即 Ἀθηνᾶς ἀρξαμένης 与 Κουρήτων καταστησαμένων),对比性地提出了关于皮里科斯武舞起源的两种假说。
  2. §7.72.10τὸ συγγενὲς ἄν τις αὐτῶν τὸ πρὸς τοὺς Ἕλληνας ἴδοι — 此处使用了潜在希求法(ἄν 搭配 ἴδοι)来表示可能性,意为“人们或许能看出他们(即罗马人 αὐτῶν)与希腊人之间的亲缘关系”。属格 αὐτῶν 修饰 τὸ συγγενές,而 πρὸς τοὺς Ἕλληνας 则指明了这种亲缘关系指向的对象。
  3. §7.72.11ὡς Ἀθήνησι τοῖς πομπευταῖς — 此处的与格结构(τοῖς πομπευταῖς)与前文由连词 ὡς(如同)引导的与格 τοῖς κατάγουσι τὰς νίκας 形成对比。这是一种省略结构,旨在将罗马的凯旋式嘲弄与雅典行进队伍中著名的“车上嘲弄”习俗进行类比。
  4. §7.72.12δέδοικα, μὴ καὶ ὀχληρὸς εἶναί τισι δόξω — 表示担忧的动词 δέδοικα(我担心)支配着由否定连词 μή 引导并搭配虚拟式 δόξω 的惧怕从句。这是作者一种谦逊的修辞手法,担心自己因长篇大论地证明一个公认的事实(ὁμολογούμενον πρᾶγμα)而显得令人生厌。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.72.7-7.72.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.72.7-7.72.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。