§7.72.13μετὰ δὲ τοὺς χοροὺς τούτους κιθαρισταί τʼ ἀθρόοι καὶ αὐληταὶ πολλοὶ παρεξῄεσαν·
\nこれらの合唱隊の後に、竪琴奏者たちが一団となり、また多くの笛奏者たちが並んで進んだ。
καὶ μετʼ αὐτοὺς οἵ τε τὰ θυμιατήρια κομίζοντες, ἐφʼ ὧν ἀρώματα καὶ λιβανωτὸς παρʼ ὅλην ὁδὸν ἐθυμιᾶτο, καὶ οἱ τὰ πομπεῖα παραφέροντες ἀργυρίου καὶ χρυσίου πεποιημένα τά τε ἱερὰ καὶ τὰ δημόσια.
彼らの後には、香炉を運ぶ者たちが続いたが、その香炉の上では、道すがら香料や乳香が焚かれていた。 さらにその後には、銀や金で作られた、神聖な、あるいは公的な行列用具を運ぶ者たちが続いた。
τελευταῖα δὲ πάντων αἱ τῶν θεῶν εἰκόνες ἐπόμπευον ὤμοις ὑπʼ ἀνδρῶν φερόμεναι, μορφάς θʼ ὁμοίας παρέχουσαι ταῖς παρʼ Ἕλλησι πλαττομέναις καὶ σκευὰς καὶ σύμβολα καὶ δωρεάς, ὧν εὑρεταὶ καὶ δοτῆρες ἀνθρώποις ἕκαστοι παραδίδονται, οὐ μόνον Διὸς καὶ Ἥρας καὶ Ἀθηνᾶς καὶ Ποσειδῶνος καὶ τῶν ἄλλων, οὓς Ἕλληνες ἐν τοῖς δώδεκα θεοῖς καταριθμοῦσιν, ἀλλὰ καὶ τῶν προγενεστέρων, ἐξ ὧν οἱ δώδεκα θεοὶ μυθολογοῦνται γενέσθαι, Κρόνου καὶ Ῥέας καὶ Θέμιδος καὶ Λητοῦς καὶ Μοιρῶν καὶ Μνημοσύνης καὶ τῶν ἄλλων ἁπάντων, ὅσων ἐστὶν ἱερὰ καὶ τεμένη παρʼ Ἕλλησι·
そして最後に、神々の像が人々の肩に担がれて進んだ。 それらの像は、ギリシア人の間で形作られているものと同様の姿、装束、象徴、および彼らそれぞれが人間に対してそれらの発見者であり付与者であると伝えられている贈り物を備えていた。 それは、ゼウスやヘラ、アテナ、ポセイドン、およびギリシア人が十二神の中に数え上げている他の神々だけでなく、十二神がそこから生まれたと神話に語られているより古い神々、すなわちクロノス、レア、テミス、レト、モイライ(運命の女神たち)、ムネモシュネ、およびギリシア人の間で神殿や聖域が存する他のすべての神々をも含んでいた。
καὶ τῶν ὕστερον, ἀφʼ οὗ τὴν ἀρχὴν Ζεὺς παρέλαβε, μυθολογουμένων γενέσθαι, Περσεφόνης Εἰλειθυίας Νυμφῶν Μουσῶν Ὡρῶν Χαρίτων Διονύσου, καὶ ὅσων ἡμιθέων γενομένων αἱ ψυχαὶ τὰ θνητὰ ἀπολιποῦσαι σώματα εἰς οὐρανὸν ἀνελθεῖν λέγονται, καὶ τιμὰς λαχεῖν ὁμοίας θεοῖς, Ἡρακλέους Ἀσκληπιοῦ Διοσκούρων Σελήνης Πανὸς ἄλλων μυρίων.
さらに、ゼウスが支配を握って以降に生まれたと神話で語られる後の神々、すなわちペルセポネ、エイレイテュイア、ニュンファイ(妖精たち)、ムーサイ(文芸の女神たち)、ホライ(季節の女神たち)、カリテス(美の女神たち)、ディオニュソス、さらには、半神となり、その魂が朽ちるべき肉体を離れて天に昇ったと言われ、神々と同様の栄誉を得た者たち、すなわちヘラクレス、アスクレピオス、ディオスクロイ、セレネ、パン、その他無数の人々をも含んでいた。
§7.72.14καίτοι εἰ βάρβαροι ἦσαν οἱ τὴν Ῥώμην οἰκίσαντες καὶ τὴν ἑορτὴν ταύτην καταστησάμενοι, τί προσῆκεν αὐτοῖς τοὺς μὲν Ἑλληνικοὺς ἅπαντας σέβειν θεούς τε καὶ δαίμονας, τῶν δὲ πατρίων ὑπερορᾶν;
\n\nそれにしても、もしローマを創建し、この祭りを制定した人々が蛮族であったなら、ギリシアの神々や精霊をすべて敬う一方で、自分たちの先祖伝来の神々を軽視することが、どうして彼らにふさわしかっただろうか。
ἢ δειξάτω τις ἡμῖν ἔξω τοῦ Ἑλληνικοῦ φῦλον ἕτερον, ᾧ πάτριά ἐστι ταῦτα τὰ ἱερά, καὶ τότε διαβαλλέτω ταύτην τὴν ἀπόδειξιν ὡς οὐχ ὑγιῆ.
あるいは、誰か我々に、ギリシア民族以外に、これらの聖なる儀式が先祖伝来のものであるような他の民族を示してみるがよい。 そうして初めて、この証明が不健全なものであるとして非難するがよい。
§7.72.15συντελεσθείσης δὲ τῆς πομπῆς ἐβουθύτουν εὐθὺς οἵ θʼ ὕπατοι καὶ τῶν ἱερέων οἷς ὅσιον, καὶ ὁ τῶν θυηπολιῶν τρόπος ὁ αὐτὸς ἦν τῷ παρʼ ἡμῖν.
\n\n行列が終了すると、執政官たちおよびそれをなすことが神法上許されている神官たちが、ただちに雄牛を犠牲に供した。 そしてその犠牲式のやり方は、我々の間におけるものと同様であった。
χερνιψάμενοί τε γὰρ αὐτοὶ καὶ τὰ ἱερὰ καθαρῷ περιαγνίσαντες ὕδατι καὶ Δημητρίους καρποὺς ἐπιρράναντες αὐτῶν ταῖς κεφαλαῖς, ἔπειτα κατευξάμενοι, θύειν τότε τοῖς ὑπηρέταις αὐτὰ ἐκέλευον.
というのも、彼ら自身が手を清め、犠牲獣を清らかな水で清め、大麦(デメテルの果実)をそれらの頭に振りかけ、それから祈りを捧げた後、奉仕者たちにそれらを屠るよう命じたからである。
τῶν δʼ οἱ μὲν ἑστῶτος ἔτι τοῦ θύματος σκυτάλῃ τοὺς κροτάφους ἔπαιον, οἱ δὲ πίπτοντος ὑπετίθεσαν τὰς σφαγίδας, καὶ μετὰ τοῦτο δείραντές τε καὶ μελίσαντες ἀπαρχὰς ἐλάμβανον ἐξ ἑκάστου σπλάγχνου καὶ παντὸς ἄλλου μέλους, ἃς ἀλφίτοις ζέας ἀναδεύσαντες προσέφερον τοῖς θύουσιν ἐπὶ κανῶν· οἱ δʼ ἐπὶ τοὺς βωμοὺς ἐπιθέντες ὑφῆπτον καὶ προσέσπενδον οἶνον κατὰ §7.72.16τῶν ἁγνιζομένων.
奉仕者たちのうち、ある者は犠牲獣がまだ立っている間に棒でそのこめかみを打ち、他の者はそれが倒れるときに受け皿を下に置き、その後、皮を剥ぎ、切り分けた上で、それぞれの内臓および他のすべての部位から初物を取り分けた。 それらを彼らは、スペルト小麦の粉に混ぜて、平皿に載せて犠牲を捧げる者たちに差し出し、彼らはそれらを祭壇の上に載せて火をつけ、清められる犠牲獣の上からワインを注ぎかけたのである。
ἕκαστον δʼ ὅτι κατὰ νόμους ἐγίνετο τοὺς ἀμφὶ θυσίαν ὑφʼ Ἑλλήνων κατασταθέντας, ἐκ τῆς Ὁμήρου ποιήσεως γνῶναι ῥᾴδιον.
\n\nこれらの一つ一つが、ギリシア人によって制定された犠牲式に関する掟に従って行われていたことは、鱗のように明らかなホメロスの詩から知ることが容易である。
καὶ γὰρ χερνιπτομένους εἰσάγει τοὺς ἥρωας καὶ οὐλαῖς χρωμένους ἐν οἷς φησι·
というのも、彼は英雄たちが手を清め、大麦の粒を用いる様子を登場させ、その中で次のように言っているからである。
"χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
\n"彼らはそれから手を清め、大麦の粒を手にとった。
"
τριχοτομοῦντάς τʼ ἀπὸ τῆς κεφαλῆς τὰς τρίχας καὶ τιθέντας ἐπὶ τὸ πῦρ ὧδε γράφων·
"\nまた、頭から髪の毛を切り取り、火の中にくべる様子を、次のように書いている。
"ἀλλʼ ὅ γʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλε.
\n"しかし、彼は初物を始めつつ、頭の髪を火の中に投げ入れた。
"
σκυτάλαις τε παίοντας τὰ μέτωπα τῶν ἱερείων καὶ τὰ πεσόντα θύοντας, ὡς ἐπὶ τῆς Εὐμαίου ποιεῖ θυσίας·
"\nまた、棒で犠牲獣の額を打ち、倒れたものを犠牲に供する様子を、エウマイオスの犠牲式について次のように描いている。
"κόψε δʼ ἀπαρχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων.
\n"彼は初物を始めつつ、割るために残しておいた樫の薪で打ち倒した。
τὸν δʼ ἔλιπε ψυχή· τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν. "
その命は彼を離れ、彼らは屠殺して毛を焦がした。
§7.72.17ἀπαρχάς τʼ ἀπὸ τῶν σπλάγχνων καὶ ἀπὸ τῶν ἄλλων λαμβάνοντας μελῶν, καὶ ταύτας ἀλφίτοις δεύοντας καὶ καθαγίζοντας ἐπὶ τῶν βωμῶν, ὡς ἐπὶ τῆς αὐτῆς ποιεῖ θυσίας·
"\n\nまた、内臓や他の部位から初物を取り分け、これらを大麦の粉にまぶして祭壇の上で神聖に捧げる様子を、同じ犠牲式について次のように描いている。
"ὁ δʼ ὠμοθετεῖτο συβώτης, πάντοθεν ἀρχόμενος μελέων ἐς πίονα δημόν·
\n"豚飼いは、すべての部位から初めつつ、豊かな脂肪の上に生肉を載せた。
καὶ τὰ μὲν πυρὶ βάλλε παλύνας ἀλφίτου ἀκτῇ. "
そして、それらを大麦の粉で振りかけて火の中に投げ入れた。
§7.72.18ταῦτα δὲ Ῥωμαίους ἔτι καὶ εἰς ἐμὲ πράττοντας ἐπὶ ταῖς θυσίαις ἰδὼν ἐπίσταμαι·
"\n\n私はローマ人がいまだに、私の時代に至るまでも、犠牲式の際にこれらのことを行っているのを目にして知っている。
καὶ μιᾷ πίστει τῇδε ἀρκούμενος οὐ βαρβάρους ἐπείσθην εἶναι τοὺς οἰκιστὰς τῆς Ῥώμης, ἀλλʼ ἐκ πολλῶν τόπων συνεληλυθότας Ἕλληνας.
そして、この一つの確証だけで満足し、ローマの創建者たちが蛮族ではなく、多くの場所から集まったギリシア人であったと私は確信したのである。
ὀλίγα μὲν γὰρ ἐπιτηδεύματα περὶ θυσίας τε καὶ ἑορτὰς ὁμοίως Ἕλλησι καὶ βαρβάρους τινὰς ἐπιτελεῖν ἐνδέχεται, πάντα δὲ ταὐτὰ πράττειν ἀπίθανον.
というのも、犠牲式や祭りに関するいくつかの習慣を、ギリシア人と同様にいくつかの蛮族が行うことはあり得ることだが、これらすべてを全く同一に行うことはあり得ないからである。