Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §7.68.1-7.68.6

不吉な予兆の頻発とラティニウスの託宣

571 / 962 箇所 · ギリシア語

要旨

新たな執政官が就任する中、ローマで不吉な予兆や疫病が発生する。その後、神罰により全身麻痺となった老農夫ティトゥス・ラティニウスが、元老院で神の託宣を伝えた後に奇跡的に回復する。

§7.68.1ὀλίγαις δʼ ὕστερον ἡμέραις καθῆκε μὲν ὁ τῶν ἀρχαιρεσιῶν καιρός, ὕπατοι δʼ ἀπεδείχθησαν ὑπὸ τοῦ δήμου Κόιντος Σουλπίκιος Καμερῖνος καὶ Σέργιος Λάρκιος Φλαύιος τὸ δεύτερον.
数日後、民会選挙の時期が到来し、コイントゥス・スルピキウス・カメリヌスと、二度目の就任となるセルギウス ・ラルキウス・フラウスが、民衆によって執政官に任命された。
ταραχαὶ δέ τινες ἐνέπιπτον ἐκ δειμάτων δαιμονίων τῇ πόλει συχναί·
また、神々の引き起こす恐怖から生じた多くの混乱が市を襲った。
ὄψεις τε γὰρ οὐκ εἰωθυῖαι ἐφαίνοντο πολλοῖς, καὶ φωναὶ ἠκούοντο οὐδενὸς ὄντος τοῦ φθεγγομένου, γοναί τʼ ἀνθρώπων καὶ βοσκημάτων πολὺ ἐκ τοῦ κατὰ φύσιν ἐκβεβηκυῖαι εἰς τὸ ἄπιστόν τε καὶ τερατῶδες ἐφέροντο, χρησμοί τʼ ᾔδοντο ἐν πολλοῖς χωρίοις, καὶ θειασμοῖς κάτοχοι γυναῖκες οἰκτρὰς ἐμαντεύοντο καὶ δεινὰς τῇ §7.68.2πόλει τύχας.
というのも、多くの者に異常な幻影が現れ、誰も発声していないのに声が聞こえ、人間や家畜の出生は自然の秩序から著しく逸脱して信じがたく怪物じみたものへと向かい、多くの場所で神託が歌われ、神がかりとなった女たちが、市に対して悲惨で恐ろしい運命を預言したからである。
ἥψατο δέ τις καὶ νόσος τοῦ πλήθους λοιμικὴ καὶ πολλὴν ἐποίησε βοσκημάτων φθοράν·
また、ある疫病が民衆を襲い、多くの家畜の死をもたらした。
ἀνθρώπων μέντοι θάνατος οὐ πολὺς ἐγένετο, ἀλλʼ ἄχρι νόσων τὸ δεινὸν ἐχώρησεν·
もっとも、人間の死は多くはなく、その災厄は病気にかかるという段階にとどまった。
τοῖς μὲν δὴ ταῦτʼ ἐδόκει κατὰ θεοῦ γενέσθαι γνώμην νεμεσῶντος, ὅτι τὸν ἄριστον τῶν πολιτῶν ἐξήλασαν τῆς πατρίδος, τοῖς δʼ οὐθὲν τῶν γινομένων θεοῦ ἔργον, ἀλλὰ τυχηρὰ καὶ §7.68.3ταῦτα καὶ τἆλλα πάντα ἀνθρώπεια εἶναι πάθη.
そこで、ある人々には、これらのことは、市民の中で最も優れた者を祖国から追放したことに憤る神の意志によって起こったと思われたが、他の人々には、起こっていることの中に神の業などは何一つなく、これらも、そして他のすべてのことも偶然による人間の受難にすぎないと思われた。
ἔπειθʼ ἧκέ τις ἐπὶ τὸ συνέδριον τῆς βουλῆς ἄρρωστος ἐπὶ κλινιδίου κομιζόμενος, Τῖτος Λατίνιος ὄνομα, πρεσβύτερός τʼ ἀνὴρ καὶ οὐσίας ἱκανῆς κύριος, αὐτουργὸς δὲ καὶ τὸν πλείω χρόνον τοῦ βίου ζῶν ἐν ἀγρῷ.
その後、ティトゥス・ラティニウスという名の、病を得て寝台に乗せられて運ばれてきた者が元老院の会議にやって来た。 彼は高齢で、十分な財産を持っていたが、自ら土地を耕し、人生の大半を田舎で暮らしている人物であった。
οὗτος εἰς τὴν βουλὴν ἐνεχθεὶς ἔφη δόξαι καθʼ ὕπνον ἐπιστάντα τὸν Καπιτώλιον Δία λέγειν αὐτῷ·
この男は元老院に運び込まれると、夢の中でカピトリウムのユーピテルが枕元に立ち、自分に次のように言ったように思われたと語った。
ἴθι, Λατίνιε, καὶ λέγε τοῖς πολίταις, ὅτι μοι τῆς νεωστὶ πομπῆς τὸν ἡγούμενον ὀρχηστὴν οὐ καλὸν ἔδωκαν, ἵνʼ ἀναθῶνται τὰς ἑορτὰς καὶ ἐξ ἀρχῆς ἑτέρας ἐπιτελέσωσιν·
「行け、ラティニウスよ、そして市民たちに告げよ。 最近の祭礼の行列において、彼らは私に不適格な先導の踊り手を与えた。 それゆえ、彼らは祭りを延期し、最初から別の祭りを執り行うべきである。
οὐ γὰρ §7.68.4δέδεγμαι ταύτας.
なぜなら、私はこれらの祭りを受け入れていないからである。
αὐτὸς δʼ ἐκ τῶν ὕπνων ἔφησεν ἀνστὰς παρʼ οὐδὲν ἡγήσασθαι τὸ ὄναρ, ἀλλʼ ἕν τι τῶν πολλῶν καὶ ἀπατηλῶν ὑπολαβεῖν.
」彼自身は眠りから覚めると、その夢を全く取るに足りないものと考え、数多くある欺瞞的な夢の一つにすぎないとみなしたと語った。
ἔπειτʼ αὐτῷ πάλιν κατὰ τοὺς ὕπνους ἐπιφανὲν ταὐτὸ εἴδωλον τοῦ θεοῦ χαλεπαίνειν τε καὶ ἀγανακτεῖν, ὅτι οὐκ ἀπήγγειλε πρὸς τὴν βουλὴν τὰ κελευσθέντα, καὶ ἀπειλεῖν, εἰ μὴ τοῦτο δράσει διὰ ταχέων, ὅτι σὺν μεγάλῳ μαθήσεται κακῷ μὴ ὀλιγωρεῖν τῶν δαιμονίων.
その後、再び彼が眠っている時に神の同じ幻が姿を現し、命じられたことを元老院に報告しなかったことに対して怒り、腹を立て、もし速やかにこれを行わなければ、大いなる災厄とともに、神霊を軽視してはならないということを身をもって知ることになるだろうと脅したと(語った)。
ἰδὼν δὲ καὶ τὸ δεύτερον ὄναρ, τὴν αὐτὴν ἔφη ποιήσασθαι περὶ αὐτοῦ δόξαν, καὶ ἅμα διʼ αἰσχύνης τὸ πρᾶγμα λαβεῖν, ἀνὴρ αὐτουργὸς καὶ γέρων ὀνείρατα πρὸς τὴν βουλὴν ἐκφέρειν ὀττείας καὶ δειμάτων μεστά, μὴ καὶ γέλωτα ὄφλῃ.
しかし二度目の夢を見ても、彼はそれについて同じ考えを抱き、同時に、自ら農作を行う一介の老人でありながら、不吉な予兆や恐れに満ちた夢を元老院に持ち込んで物笑いの種になるのではないかと、そのことを恥ずかしく思ったと(語った)。
§7.68.5ὀλίγαις δʼ ὕστερον ἡμέραις τὸν υἱὸν αὐτοῦ νέον ὄντα καὶ καλὸν οὔτε ὑπὸ νόσων οὔτε ὑπʼ ἄλλης τινὸς αἰτίας φανερᾶς ἀναρπασθέντα αἰφνιδίως ἀποθανεῖν·
しかし数日後、彼の息子で、若く美しかった者が、病気のためでも他の明白な理由のためでもなく、突然に命を奪われて急死した。
καὶ αὖθις τὴν τοῦ θεοῦ ὄψιν φανεῖσαν ἐν τοῖς ὕπνοις δηλοῦν, ὅτι τῆς ὑπεροψίας καὶ τῆς καταφρονήσεως τῶν αὐτοῦ λόγων τὴν μὲν ἤδη δέδωκε δίκην τὸν υἱὸν ἀφαιρεθείς, §7.68.6τὰς δʼ ὀλίγον ὕστερον δώσει.
そして再び夢の中に現れた神の姿は、神の言葉を無視し軽蔑したことに対する罰として、彼はすでに息子を奪われることでその一部を支払ったのだと明らかにし、残りの罰もまもなく支払うことになると告げた。
ταῦτα δʼ ἀκούσας ἔφη καθʼ ἡδονὴν δέξασθαι τὸν λόγον, εἰ μέλλοι θάνατος αὐτῷ ἐλεύσεσθαι παρημεληκότι τοῦ βίου·
これを聞いて、人生を諦めてしまっている自分にもし死が訪れるのであれば、そのお告げを喜んで受け入れたであろうと彼は語った。
τὸν δὲ θεὸν οὐ ταύτην αὐτῷ προσθεῖναι τὴν τιμωρίαν, ἀλλʼ εἰς ἅπαντα τὰ μέλη τοῦ σώματος ἀφορήτους καὶ δεινὰς ἐμβαλεῖν ἀλγηδόνας, ὥστε μηδὲν ἄρθρον ἄνευ κατατάσεως τῆς ἐσχάτης δύνασθαι κινεῖν.
しかし神は彼にそのような罰を与えるのではなく、身体のすべての部位に耐え難く恐ろしい痛みを与え、極度の引きつりなしにはいかなる関節も動かせないようにしたのである。
τότε δὴ τοῖς φίλοις κοινωσάμενος τὰ συμβεβηκότα καὶ κελευσθεὶς ὑπʼ ἐκείνων ἥκειν ἐπὶ τὴν βουλήν.
そこで、彼はついに友人たちに起こった出来事を打ち明け、彼らに命じられて元老院へとやって来たのであった。
διεξιὼν δὲ ταῦτα κατὰ μικρὸν ἐδόκει τῶν ἀλγηδόνων ἀπαλλάττεσθαι·
そして、これらのことを詳細に語るうちに、少しずつ痛みが和らいでいくように感じられた。
καὶ ἐπειδὴ πάντα διεξῆλθεν ἀναστὰς ἐκ τοῦ κλινιδίου καὶ τὸν θεὸν ἀναβοήσας ἀπῄει τοῖς ἑαυτοῦ ποσὶ διὰ τῆς πόλεως οἴκαδε ὑγιής.
そして、すべてを語り終えると、彼は寝台から立ち上がり、神の名を大声で呼びながら、健康を取り戻して自らの足で市中を通って家へと帰っていった。

語釈・文法注

  1. 7.68.1τῇ ... πόλει — 7.68.1の末尾にある定冠詞 `τῇ` は、セクションをまたいで 7.68.2の冒頭にある名詞 `πόλει` に係っている(`τῇ πόλει`、「市に対して」の与格)。写本の区切り方によって語が分断されているため、読解の際にはセクションマーカーに惑わされず一体として解釈する必要がある。
  2. 7.68.3δόξαι καθʼ ὕπνον ἐπιστάντα τὸν Καπιτώλιον Δία λέγειν αὐτῷ — `ἔφη`(彼は言った)に導かれる間接話法。不定詞 `δόξαι` の意味上の主語は、主節の主語と同じ(ティトゥス・ラティニウス)であるため明示されていない。一方、`δόξαι`(〜と思われた)の補足不定詞 `λέγειν` の意味上の主語は対格の `τὸν Καπιτώλιον Δία`(カピトリウムのユーピテルが)であり、分詞 `ἐπιστάντα` もこれに一致している。
  3. 7.68.4ἐπιφανὲν ταὐτὸ εἴδωλον τοῦ θεοῦ χαλεπαίνειν τε καὶ ἀγανακτεῖν — 7.68.4冒頭の `ἔφη`(〜と語った)から間接話法が継続しており、対格不定詞構文(AcI)が形成されている。中性名詞 `εἴδωλον` とそれに一致する中性分詞 `ἐπιφανὲν` が主語(対格)であり、不定詞 `χαλεπαίνειν` および `ἀγανακτεῖν` がその動詞に当たる。
  4. 7.68.6καθʼ ἡδονὴν δέξασθαι τὸν λόγον, εἰ μέλλοι θάνατος αὐτῷ ἐλεύσεσθαι — 不定詞 `δέξασθαι` は間接話法における「過去の事実に反する仮定(反実仮想)」の帰結節を表しており、本来の直接話法では `καθʼ ἡδονὴν ἂν ἐδεξάμην`(喜んで受け入れたであろう)に相当する(ただしここでは `ἄν` が省略されているか、あるいは可能性の希求法 `ἂν δεξαίμην` の間接話法化とも解釈できる)。条件節 `εἰ μέλλοι`(もし〜となるのであれば)は、主節が過去時制の間接話法になったことによる斜格希求法である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §7.68.1-7.68.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.68.1-7.68.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。