§7.68.1ὀλίγαις δʼ ὕστερον ἡμέραις καθῆκε μὲν ὁ τῶν ἀρχαιρεσιῶν καιρός, ὕπατοι δʼ ἀπεδείχθησαν ὑπὸ τοῦ δήμου Κόιντος Σουλπίκιος Καμερῖνος καὶ Σέργιος Λάρκιος Φλαύιος τὸ δεύτερον.
A few days later the time for the elections arrived, and Quintus Sulpicius Camerinus and Sergius Lartius Flavus, for the second time, were appointed consuls by the people.
ταραχαὶ δέ τινες ἐνέπιπτον ἐκ δειμάτων δαιμονίων τῇ πόλει συχναί· ὄψεις τε γὰρ οὐκ εἰωθυῖαι ἐφαίνοντο πολλοῖς, καὶ φωναὶ ἠκούοντο οὐδενὸς ὄντος τοῦ φθεγγομένου, γοναί τʼ ἀνθρώπων καὶ βοσκημάτων πολὺ ἐκ τοῦ κατὰ φύσιν ἐκβεβηκυῖαι εἰς τὸ ἄπιστόν τε καὶ τερατῶδες ἐφέροντο, χρησμοί τʼ ᾔδοντο ἐν πολλοῖς χωρίοις, καὶ θειασμοῖς κάτοχοι γυναῖκες οἰκτρὰς ἐμαντεύοντο καὶ δεινὰς τῇ §7.68.2πόλει τύχας.
And many disturbances fell upon the city from divine terrors; for unusual visions appeared to many, and voices were heard when there was no one speaking, and the offspring of both humans and cattle, departing far from their natural course, turned to the incredible and monstrous, and oracles were chanted in many places, and women possessed by divine inspiration prophesied sad and terrible fortunes for the city.
ἥψατο δέ τις καὶ νόσος τοῦ πλήθους λοιμικὴ καὶ πολλὴν ἐποίησε βοσκημάτων φθοράν· ἀνθρώπων μέντοι θάνατος οὐ πολὺς ἐγένετο, ἀλλʼ ἄχρι νόσων τὸ δεινὸν ἐχώρησεν·
A pestilential disease also attacked the multitude and caused great destruction among the cattle; however, there was no great loss of human life, but the danger went only so far as sickness.
τοῖς μὲν δὴ ταῦτʼ ἐδόκει κατὰ θεοῦ γενέσθαι γνώμην νεμεσῶντος, ὅτι τὸν ἄριστον τῶν πολιτῶν ἐξήλασαν τῆς πατρίδος, τοῖς δʼ οὐθὲν τῶν γινομένων θεοῦ ἔργον, ἀλλὰ τυχηρὰ καὶ §7.68.3ταῦτα καὶ τἆλλα πάντα ἀνθρώπεια εἶναι πάθη.
To some, indeed, these things seemed to happen according to the will of a god who was angry because they had driven the best of the citizens out of his country; but to others, none of these occurrences was the work of a god, but they believed that both these and all other human sufferings were matters of chance.
ἔπειθʼ ἧκέ τις ἐπὶ τὸ συνέδριον τῆς βουλῆς ἄρρωστος ἐπὶ κλινιδίου κομιζόμενος, Τῖτος Λατίνιος ὄνομα, πρεσβύτερός τʼ ἀνὴρ καὶ οὐσίας ἱκανῆς κύριος, αὐτουργὸς δὲ καὶ τὸν πλείω χρόνον τοῦ βίου ζῶν ἐν ἀγρῷ.
Afterwards there came to the meeting of the senate a sick man carried on a litter, Titus Latinius by name, an elderly man and owner of a sufficient estate, who worked with his own hands and lived for the greater part of his life in the country.
οὗτος εἰς τὴν βουλὴν ἐνεχθεὶς ἔφη δόξαι καθʼ ὕπνον ἐπιστάντα τὸν Καπιτώλιον Δία λέγειν αὐτῷ· ἴθι, Λατίνιε, καὶ λέγε τοῖς πολίταις, ὅτι μοι τῆς νεωστὶ πομπῆς τὸν ἡγούμενον ὀρχηστὴν οὐ καλὸν ἔδωκαν, ἵνʼ ἀναθῶνται τὰς ἑορτὰς καὶ ἐξ ἀρχῆς ἑτέρας ἐπιτελέσωσιν· οὐ γὰρ §7.68.4δέδεγμαι ταύτας. αὐτὸς δʼ ἐκ τῶν ὕπνων ἔφησεν ἀνστὰς παρʼ οὐδὲν ἡγήσασθαι τὸ ὄναρ, ἀλλʼ ἕν τι τῶν πολλῶν καὶ ἀπατηλῶν ὑπολαβεῖν.
This man, being carried into the senate, said that he thought Capitoline Jupiter stood over him in his sleep and said to him: "Go, Latinius, and tell the citizens that they gave me an unsuitable leader of the dance in the recent procession; let them postpone the games and celebrate other games anew from the beginning, for I have not accepted these." He said that when he arose from his sleep he regarded the dream as of no account, but supposed it to be one of many deceptive ones.
ἔπειτʼ αὐτῷ πάλιν κατὰ τοὺς ὕπνους ἐπιφανὲν ταὐτὸ εἴδωλον τοῦ θεοῦ χαλεπαίνειν τε καὶ ἀγανακτεῖν, ὅτι οὐκ ἀπήγγειλε πρὸς τὴν βουλὴν τὰ κελευσθέντα, καὶ ἀπειλεῖν, εἰ μὴ τοῦτο δράσει διὰ ταχέων, ὅτι σὺν μεγάλῳ μαθήσεται κακῷ μὴ ὀλιγωρεῖν τῶν δαιμονίων.
Afterwards, when he was asleep again, the same image of the god appeared to him, showing anger and indignation because he had not reported to the senate what had been commanded, and threatening that if he did not do this quickly, he would learn by a great calamity not to neglect divine matters.
ἰδὼν δὲ καὶ τὸ δεύτερον ὄναρ, τὴν αὐτὴν ἔφη ποιήσασθαι περὶ αὐτοῦ δόξαν, καὶ ἅμα διʼ αἰσχύνης τὸ πρᾶγμα λαβεῖν, ἀνὴρ αὐτουργὸς καὶ γέρων ὀνείρατα πρὸς τὴν βουλὴν ἐκφέρειν ὀττείας καὶ δειμάτων μεστά, μὴ καὶ γέλωτα ὄφλῃ.
But having seen even this second dream, he said he held the same opinion about it, and at the same time felt ashamed, as a working man and an old man, to bring before the senate dreams full of superstitions and terrors, lest he should incur ridicule.
§7.68.5ὀλίγαις δʼ ὕστερον ἡμέραις τὸν υἱὸν αὐτοῦ νέον ὄντα καὶ καλὸν οὔτε ὑπὸ νόσων οὔτε ὑπʼ ἄλλης τινὸς αἰτίας φανερᾶς ἀναρπασθέντα αἰφνιδίως ἀποθανεῖν· καὶ αὖθις τὴν τοῦ θεοῦ ὄψιν φανεῖσαν ἐν τοῖς ὕπνοις δηλοῦν, ὅτι τῆς ὑπεροψίας καὶ τῆς καταφρονήσεως τῶν αὐτοῦ λόγων τὴν μὲν ἤδη δέδωκε δίκην τὸν υἱὸν ἀφαιρεθείς, §7.68.6τὰς δʼ ὀλίγον ὕστερον δώσει.
But a few days later, his son, who was young and beautiful, without any sickness or any other obvious cause, was snatched away and died suddenly; and again the vision of the god, appearing in his sleep, declared that for his disregard and contempt of his words he had already paid a part of the penalty by being deprived of his son, and would pay the rest shortly after.
ταῦτα δʼ ἀκούσας ἔφη καθʼ ἡδονὴν δέξασθαι τὸν λόγον, εἰ μέλλοι θάνατος αὐτῷ ἐλεύσεσθαι παρημεληκότι τοῦ βίου· τὸν δὲ θεὸν οὐ ταύτην αὐτῷ προσθεῖναι τὴν τιμωρίαν, ἀλλʼ εἰς ἅπαντα τὰ μέλη τοῦ σώματος ἀφορήτους καὶ δεινὰς ἐμβαλεῖν ἀλγηδόνας, ὥστε μηδὲν ἄρθρον ἄνευ κατατάσεως τῆς ἐσχάτης δύνασθαι κινεῖν.
Hearing this, he said he would have received the word with pleasure if death were to come to him, who had become indifferent to life; but that the god did not inflict this punishment upon him, but cast intolerable and terrible pains into all the members of his body, so that he could not move any joint without the greatest distortion.
τότε δὴ τοῖς φίλοις κοινωσάμενος τὰ συμβεβηκότα καὶ κελευσθεὶς ὑπʼ ἐκείνων ἥκειν ἐπὶ τὴν βουλήν.
Then indeed he communicated what had happened to his friends, and being commanded by them, he came to the senate.
διεξιὼν δὲ ταῦτα κατὰ μικρὸν ἐδόκει τῶν ἀλγηδόνων ἀπαλλάττεσθαι· καὶ ἐπειδὴ πάντα διεξῆλθεν ἀναστὰς ἐκ τοῦ κλινιδίου καὶ τὸν θεὸν ἀναβοήσας ἀπῄει τοῖς ἑαυτοῦ ποσὶ διὰ τῆς πόλεως οἴκαδε ὑγιής.
And as he related these things, by degrees he seemed to be freed from his pains; and when he had finished his entire story, he arose from the litter, and having called upon the god, he walked away home on his own feet through the city in good health.