Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.68.1-7.68.6

罗马的凶兆与拉蒂尼乌斯传达神谕

第 571 段,共 962 段 · 希腊语

内容简介

在新执政官就任之际,罗马发生了一系列凶兆与疫病。随后,因神罚而全身瘫痪的老农夫提图斯·拉蒂尼乌斯被抬至元老院,在传达了神谕之后奇迹般地痊愈。

§7.68.1ὀλίγαις δʼ ὕστερον ἡμέραις καθῆκε μὲν ὁ τῶν ἀρχαιρεσιῶν καιρός, ὕπατοι δʼ ἀπεδείχθησαν ὑπὸ τοῦ δήμου Κόιντος Σουλπίκιος Καμερῖνος καὶ Σέργιος Λάρκιος Φλαύιος τὸ δεύτερον.
几天后,选举大会的期限到了,昆图斯·苏尔皮基乌斯·卡梅里努斯与第二次出任的塞尔吉乌斯·拉尔基乌斯·弗拉乌斯被平民指派为执政官。
ταραχαὶ δέ τινες ἐνέπιπτον ἐκ δειμάτων δαιμονίων τῇ πόλει συχναί· ὄψεις τε γὰρ οὐκ εἰωθυῖαι ἐφαίνοντο πολλοῖς, καὶ φωναὶ ἠκούοντο οὐδενὸς ὄντος τοῦ φθεγγομένου, γοναί τʼ ἀνθρώπων καὶ βοσκημάτων πολὺ ἐκ τοῦ κατὰ φύσιν ἐκβεβηκυῖαι εἰς τὸ ἄπιστόν τε καὶ τερατῶδες ἐφέροντο, χρησμοί τʼ ᾔδοντο ἐν πολλοῖς χωρίοις, καὶ θειασμοῖς κάτοχοι γυναῖκες οἰκτρὰς ἐμαντεύοντο καὶ δεινὰς τῇ §7.68.2πόλει τύχας.
此外,由于神明带来的恐慌,城中屡屡发生混乱;因为许多人看到了反常的幻象,在空无一人的地方听到了说话的声音,人类和牲畜的生育也严重偏离常态、呈现出令人难以置信的畸形怪状,许多地方传唱着神谕,而被神明附身的妇女们也为城邦预言了悲惨而可怕的命运。
ἥψατο δέ τις καὶ νόσος τοῦ πλήθους λοιμικὴ καὶ πολλὴν ἐποίησε βοσκημάτων φθοράν· ἀνθρώπων μέντοι θάνατος οὐ πολὺς ἐγένετο, ἀλλʼ ἄχρι νόσων τὸ δεινὸν ἐχώρησεν·
一场疫病也袭击了民众,并造成了牲畜的大量死亡;然而人类的死亡并不多,灾祸仅止于疾病本身。
τοῖς μὲν δὴ ταῦτʼ ἐδόκει κατὰ θεοῦ γενέσθαι γνώμην νεμεσῶντος, ὅτι τὸν ἄριστον τῶν πολιτῶν ἐξήλασαν τῆς πατρίδος, τοῖς δʼ οὐθὲν τῶν γινομένων θεοῦ ἔργον, ἀλλὰ τυχηρὰ καὶ §7.68.3ταῦτα καὶ τἆλλα πάντα ἀνθρώπεια εἶναι πάθη.
因此,在一些人看来,这些事情是因为他们将最杰出的公民逐出祖国而激怒了神明、依照神明的意志发生的;但在另一些人看来,发生的事情没有一件是神明的所为,而是认为这些事以及所有其他人类的遭遇都不过是出于偶然。
ἔπειθʼ ἧκέ τις ἐπὶ τὸ συνέδριον τῆς βουλῆς ἄρρωστος ἐπὶ κλινιδίου κομιζόμενος, Τῖτος Λατίνιος ὄνομα, πρεσβύτερός τʼ ἀνὴρ καὶ οὐσίας ἱκανῆς κύριος, αὐτουργὸς δὲ καὶ τὸν πλείω χρόνον τοῦ βίου ζῶν ἐν ἀγρῷ.
随后,一个名叫提图斯·拉蒂尼乌斯的人被用小床抬着来到了元老院会议。 他是一位长者,拥有充足的家产,却亲自耕作,一生中大部分时间都住在乡间。
οὗτος εἰς τὴν βουλὴν ἐνεχθεὶς ἔφη δόξαι καθʼ ὕπνον ἐπιστάντα τὸν Καπιτώλιον Δία λέγειν αὐτῷ· ἴθι, Λατίνιε, καὶ λέγε τοῖς πολίταις, ὅτι μοι τῆς νεωστὶ πομπῆς τὸν ἡγούμενον ὀρχηστὴν οὐ καλὸν ἔδωκαν, ἵνʼ ἀναθῶνται τὰς ἑορτὰς καὶ ἐξ ἀρχῆς ἑτέρας ἐπιτελέσωσιν· οὐ γὰρ §7.68.4δέδεγμαι ταύτας.
他被抬进元老院后,说自己在梦中似乎看到卡皮托里的朱庇特站在自己身旁对他说:“去吧,拉蒂尼乌斯,告诉市民们,在最近的游行中,他们给我派了一个不称职的领舞者;让他们把节日推迟,重新从头开始举行别的节日,因为我还没有接受这一次的节日。
αὐτὸς δʼ ἐκ τῶν ὕπνων ἔφησεν ἀνστὰς παρʼ οὐδὲν ἡγήσασθαι τὸ ὄναρ, ἀλλʼ ἕν τι τῶν πολλῶν καὶ ἀπατηλῶν ὑπολαβεῖν.
” 他说,自己醒来后把这个梦看得无足轻重,以为这不过是许多虚无缥缈的梦境之一。
ἔπειτʼ αὐτῷ πάλιν κατὰ τοὺς ὕπνους ἐπιφανὲν ταὐτὸ εἴδωλον τοῦ θεοῦ χαλεπαίνειν τε καὶ ἀγανακτεῖν, ὅτι οὐκ ἀπήγγειλε πρὸς τὴν βουλὴν τὰ κελευσθέντα, καὶ ἀπειλεῖν, εἰ μὴ τοῦτο δράσει διὰ ταχέων, ὅτι σὺν μεγάλῳ μαθήσεται κακῷ μὴ ὀλιγωρεῖν τῶν δαιμονίων.
随后,当他再次入睡时,神明的同一个幻象显现在他面前,因他没有向元老院传达指令而发怒和愤恨,并威胁说,如果他不尽快这样做,他就将在巨大的灾难中汲取教训,不敢再轻视神明之事。
ἰδὼν δὲ καὶ τὸ δεύτερον ὄναρ, τὴν αὐτὴν ἔφη ποιήσασθαι περὶ αὐτοῦ δόξαν, καὶ ἅμα διʼ αἰσχύνης τὸ πρᾶγμα λαβεῖν, ἀνὴρ αὐτουργὸς καὶ γέρων ὀνείρατα πρὸς τὴν βουλὴν ἐκφέρειν ὀττείας καὶ δειμάτων μεστά, μὴ καὶ γέλωτα ὄφλῃ.
但在做完这第二个梦之后,他说自己依然抱持相同的看法,同时感到羞愧,觉得作为一个亲自耕作的老人,把满是迷信和恐惧的梦境呈报给元老院,免不了会招致嘲笑。
§7.68.5ὀλίγαις δʼ ὕστερον ἡμέραις τὸν υἱὸν αὐτοῦ νέον ὄντα καὶ καλὸν οὔτε ὑπὸ νόσων οὔτε ὑπʼ ἄλλης τινὸς αἰτίας φανερᾶς ἀναρπασθέντα αἰφνιδίως ἀποθανεῖν· καὶ αὖθις τὴν τοῦ θεοῦ ὄψιν φανεῖσαν ἐν τοῖς ὕπνοις δηλοῦν, ὅτι τῆς ὑπεροψίας καὶ τῆς καταφρονήσεως τῶν αὐτοῦ λόγων τὴν μὲν ἤδη δέδωκε δίκην τὸν υἱὸν ἀφαιρεθείς, §7.68.6τὰς δʼ ὀλίγον ὕστερον δώσει.
可是几天之后,他那年轻而俊美的儿子,既非因病也非因其他任何明显的缘故,竟突然被夺去了生命而夭折;随后,神明的幻象再次显现在他的梦中,表明他因为忽视和轻蔑神明的话语,已被夺去儿子,从而支付了部分的代价,且不久后还将支付剩余的代价。
ταῦτα δʼ ἀκούσας ἔφη καθʼ ἡδονὴν δέξασθαι τὸν λόγον, εἰ μέλλοι θάνατος αὐτῷ ἐλεύσεσθαι παρημεληκότι τοῦ βίου· τὸν δὲ θεὸν οὐ ταύτην αὐτῷ προσθεῖναι τὴν τιμωρίαν, ἀλλʼ εἰς ἅπαντα τὰ μέλη τοῦ σώματος ἀφορήτους καὶ δεινὰς ἐμβαλεῖν ἀλγηδόνας, ὥστε μηδὲν ἄρθρον ἄνευ κατατάσεως τῆς ἐσχάτης δύνασθαι κινεῖν.
他听完这些,便说如果死亡能降临到他这个已经对生命不抱希望的人身上,他倒会欣然接受这一预言;然而神明并没有对他施加这样的惩罚,而是将无法忍受且可怕的痛楚注入他身体的每一个部位,以至于他若不承受极度的抽搐,就无法移动任何一个关节。
τότε δὴ τοῖς φίλοις κοινωσάμενος τὰ συμβεβηκότα καὶ κελευσθεὶς ὑπʼ ἐκείνων ἥκειν ἐπὶ τὴν βουλήν.
于是,他终于向朋友们吐露了所发生的事情,并在他们的叮嘱下,来到了元老院。
διεξιὼν δὲ ταῦτα κατὰ μικρὸν ἐδόκει τῶν ἀλγηδόνων ἀπαλλάττεσθαι· καὶ ἐπειδὴ πάντα διεξῆλθεν ἀναστὰς ἐκ τοῦ κλινιδίου καὶ τὸν θεὸν ἀναβοήσας ἀπῄει τοῖς ἑαυτοῦ ποσὶ διὰ τῆς πόλεως οἴκαδε ὑγιής.
当他细述这些事情时,痛苦似乎在逐渐减轻;而当他讲完这一切,他从小床上站起身来,大声呼喊着神明,在恢复健康后用自己的双脚穿过市区走回了家。

词汇与语法注释

  1. 7.68.1τῇ ... πόλει — 位于第 7.68.1 节末尾的定冠词 `τῇ` 与位于第 7.68.2 节开头的名词 `πόλει` 连用(即 `τῇ πόλει`,“对城邦”的与格)。尽管被章节标记隔开,但在阅读时必须将其视为一个整体来理解。
  2. 7.68.3δόξαι καθʼ ὕπνον ἐπιστάντα τὸν Καπιτώλιον Δία λέγειν αὐτῷ — 由 `ἔφη` 引导的间接引语。不定式 `δόξαι` 的逻辑主语与主句主语(提图斯·拉蒂尼乌斯)一致,因而省略。另一方面,依附于 `δόξαι` 的不定式 `λέγειν` 的主语是宾格的 `τὸν Καπιτώλιον Δία`,分词 `ἐπιστάντα` 与之保持一致。
  3. 7.68.4ἐπιφανὲν ταὐτὸ εἴδωλον τοῦ θεοῦ χαλεπαίνειν τε καὶ ἀγανακτεῖν — 间接引语承接第 7.68.4 节开头的 `ἔφη`,构成“宾格加不定式”(AcI)结构。中性名词 `εἴδωλον` 及其一致的中性分词 `ἐπιφανὲν` 充当主语(宾格),而不定式 `χαλεπαίνειν` 和 `ἀγανακτεῖν` 则是其动词。
  4. 7.68.6καθʼ ἡδονὴν δέξασθαι τὸν λόγον, εἰ μέλλοι θάνατος αὐτῷ ἐλεύσεσθαι — 不定式 `δέξασθαι` 代表间接引语中条件句的结论部(apodosis)。在直接引语中,它对应于与过去事实相反的虚拟语气 `καθʼ ἡδονὴν ἂν ἐδεξάμην`(“我本会欣然接受”),尽管此处省略了 `遗漏了 ἂν`;或者也可以理解为潜在希求法 `ἂν δεξαίμην` 的间接化。条件从句 `εἰ μέλλοι`(“如果将来临”)则是由于主句为过去时态的间接引语而采用的斜格希求法。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.68.1-7.68.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.68.1-7.68.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。