§7.67.1τότε δʼ οὖν τῆς δίκης τοῦτο λαβούσης τὸ τέλος ὁ μὲν δῆμος ἀπελύετο προσειληφὼς ἀνόητον αὔχημα καὶ καθῃρηκέναι τὴν ἀριστοκρατίαν οἰόμενος, οἱ δὲ πατρίκιοι κατηφεῖς τε καὶ ταπεινοὶ καὶ διʼ αἰτίας ἔχοντες τὸν Οὐαλέριον, ὑφʼ οὗ πεισθέντες ἐπέτρεψαν τῷ δήμῳ τὴν δίκην·
その時、裁判がこの結末を迎えたので、民衆は、愚かな自負を抱き、貴族政を打倒したと思い込みながら散会した。 一方、パトリキたちは、意気消沈して卑屈になり、ウァレリウスを非難していた。 彼の説得に応じて、民衆に裁判を委ねたからである。
ἦν τʼ οἰμωγὴ καὶ δάκρυα τῶν οἰκτειρόντων τε καὶ προπεμπόντων τὸν Μάρκιον.
そして、マルキウスを憐れみ、見送る者たちの嘆きと涙があった。
§7.67.2αὐτὸς δʼ ὁ Μάρκιος οὔτʼ ἀνακλαυσάμενος ὤφθη τὰς αὑτοῦ τύχας οὔτʼ ἀποιμώξας οὔτʼ ἄλλο εἰπὼν ἢ δράσας ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοφροσύνης οὐδʼ ὁτιοῦν·
しかし、マルキウス自身は、自らの運命を嘆き悲しむ姿も見せず、うめき声を上げることもなく、自らの高潔な精神にふさわしくない言葉や行動をいささかも口にしたり行ったりすることもなかった。
ἔτι δὲ μᾶλλον ἐδήλωσε τὴν γενναιότητα καὶ τὴν καρτερίαν τῆς γνώμης, ἐπειδὴ οἴκαδε ἀφικόμενος γυναῖκά τʼ εἶδε καὶ μητέρα καταρρηγνυμένας τοὺς πέπλους καὶ τὰ στέρνα τυπτούσας καὶ οἷα εἰκός ἐστιν ἐπὶ τοιαύταις συμφοραῖς λέγειν τὰς ἀποζευγνυμένας ἀπὸ τῶν ἀναγκαιοτάτων σφίσι θανάτοις ἢ φυγαῖς ἀναβοώσας.
そして、家に着いて、妻と母が衣を引き裂き、胸を叩き、このような災厄に際して死や追放によって最も親しい人々から引き離される女性たちが叫ぶのが常であるような言葉を叫んでいるのを見た時、彼は自身の心の気高さと忍耐強さをさらにいっそう示した。
§7.67.3οὐθὲν γὰρ πρὸς τὰ δάκρυα καὶ τοὺς θρήνους τῶν γυναικῶν ἔπαθεν, ἀσπασάμενος δʼ αὐτὰς μόνον, καὶ παρακαλέσας γενναίως φέρειν τὰς συμφοράς, τούς τε παῖδας αὐταῖς παρακαταθέμενος·
彼は女たちの涙や嘆きに対して全く動じず、彼女たちにただ挨拶をし、災厄を気高く耐え忍ぶよう促し、また子供たちを彼女たちに託しただけであった。
ὁ γὰρ πρεσβύτερος τῶν παίδων ἦν δέκα γεγονὼς ἔτη, ὁ δὲ νεώτερος ἔτι ὑπαγκάλιος·
というのも、子供たちのうち年長の方は十歳になっており、年下の方はまだ腕に抱かれる乳飲み子であったからである。
ἄλλο δʼ οὐθὲν οὔτε φιλοφρονησάμενος οὔτε διοικησάμενος οἷς εἰς τὴν φυγὴν χρήσεσθαι ἔμελλεν, ἐξῄει κατὰ σπουδὴν ἐπὶ τὰς πύλας οὐθενὶ δηλώσας, ὅποι τὴν ἀπαλλαγὴν ποιήσοιτο.
追放のために用いることになるであろうものの手配をすることも、家族にこれ以上の情愛を示すこともしないまま、彼は自分がどこに身を寄せるつもりなのかを誰にも明かすことなく、急いで門へと出て行った。