§7.66.1ἡ μὲν δὴ πρώτη Ῥωμαίοις ἐμπεσοῦσα μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων στάσις ἔσχε τοιαύτας αἰτίας καὶ εἰς τοῦτο κατέσκηψε τὸ τέλος·
王たちの追放ののちにローマ人に生じた最初の内紛は、このような原因を持ち、この結末へと落ち着いた。
ἐμήκυνα δὲ τὸν ὑπὲρ αὐτῶν λόγον τοῦ μή τινα θαυμάσαι, πῶς ὑπέμειναν οἱ πατρίκιοι τηλικαύτης ἐξουσίας ποιῆσαι τὸν δῆμον κύριον, οὔτε σφαγῆς τῶν ἀρίστων ἀνδρῶν γενομένης οὔτε φυγῆς, οἷον ἐν ἄλλαις πολλαῖς ἐγένετο πόλεσι.
私がそれらについての話を長くしたのは、パトリキたちが、最善の男たちの虐殺も追放も起こらなかった(他の多くの都市で起こったようなことがなかった)のに、どうして民衆にこれほどの権限の主権を与えることを甘受したのかについて、誰もが不思議に思わないようにするためである。
ποθεῖ γὰρ ἕκαστος ἐπὶ τοῖς παραδόξοις ἀκούσμασι τὴν αἰτίαν μαθεῖν καὶ τὸ πιστὸν ἐν ταύτῃ τίθεται μόνῃ.
なぜなら、誰もが予期せぬ知らせに対してその原因を知ることを望むものであり、信頼性というものはこの原因の解明においてのみ生じるからである。
§7.66.2ἐλογιζόμην οὖν, ὅτι μοι πολλοῦ καὶ τοῦ παντὸς δεήσει πιστὸς εἶναι ὁ λόγος, εἰ τοσοῦτον ἔφην μόνον, ὅτι παρῆκαν οἱ πατρίκιοι τοῖς δημοτικοῖς τὴν ἑαυτῶν δυναστείαν, καὶ ἐξὸν αὐτοῖς ἐν ἀριστοκρατίᾳ πολιτεύεσθαι τὸν δῆμον ἐποίησαν τῶν μεγίστων κύριον, διʼ ἃς δὲ συνεχωρήθη ταῦτʼ αἰτίας παρέλιπον·
それゆえ、私は以下のように考えた。 もし私が単に、パトリキたちが自らの支配権を平民たちに譲り渡し、貴族政において国政を執り行うことが可能であったのにもかかわらず、民衆を最大の事柄の主権者とした、とだけ語り、どのような原因によってこれらが同意されたのかを省いたならば、私の話は信頼されるには完全に遠く及ばないであろう、と。
διὰ τοῦτʼ ἐπεξῆλθον ἁπάσας.
このために私はそれらすべてを詳細に説明したのである。
§7.66.3καὶ ἐπειδὴ οὐχ ὅπλοις ἀλλήλους βιασάμενοι καὶ προσαναγκάσαντες, ἀλλὰ λόγοις πείσαντες μεθήρμοσαν, παντὸς μάλιστʼ ἀναγκαῖον ἡγησάμην εἶναι τοὺς λόγους αὐτῶν διεξελθεῖν, οἷς τότʼ οἱ δυναστεύσαντες ἐν ἑκατέροις ἐχρήσαντο.
そして、彼らは武器によって互いを強制し脅迫したのではなく、言葉によって説得して和解を遂げたのであるから、私は何よりもまず、当時、双方の指導者たちが用いた演説を詳しく述べるべきだと考えた。
θαυμάσαιμι δʼ ἄν, εἴ τινες τὰς ἐν τοῖς πολέμοις πράξεις ἀκριβῶς οἴονται δεῖν ἀναγράφειν, καὶ περὶ μίαν ἔστιν ὅτε μάχην πολλοὺς ἀναλίσκουσι λόγους, τόπων τε φύσεις καὶ ὁπλισμῶν ἰδιότητας καὶ τάξεων τρόπους καὶ στρατηγῶν παρακλήσεις καὶ τἆλλα διεξιόντες ὅσα τῆς νίκης αἴτια τοῖς ἑτέροις ἐγένετο· πολιτικὰς δὲ κινήσεις καὶ στάσεις ἀναγράφοντες οὐκ οἴονται δεῖν ἀπαγγέλλειν τοὺς λόγους, δι’ ὧν αἱ παράδοξοι καὶ θαυμασταὶ πράξεις ἐπετελέσθησαν.
一方で、もしある人々が、戦争における出来事は正確に記録せねばならないと考え、時にはたった一つの戦闘について多くの言葉を費やし、場所の状況や武装の特徴、陣形のあり方、将軍たちの励ましの言葉、その他、一方の勝利の原因となったすべてのことを詳しく説明する一方で、政治的な動揺や内紛を記録する際には、それらによってあの予期せぬ驚くべき出来事が成し遂げられた演説を報告する必要はないと考えるのだとしたら、私は不思議に思うだろう。
§7.66.4εἰ γάρ τι καὶ ἄλλο τῆς Ῥωμαίων πόλεως μέγα ἐγκώμιόν ἐστι καὶ ζηλοῦσθαι ὑπὸ πάντων ἀνθρώπων ἄξιον κἀκεῖνο ἐγένετο κατʼ ἐμὴν δόξαν τὸ ἔργον, μᾶλλον δʼ ὑπὲρ ἅπαντα πολλὰ καὶ θαυμαστὰ ὄντα λαμπρότατον, τὸ μήτε τοὺς δημοτικοὺς καταφρονήσαντας τῶν πατρικίων ἐπιχειρῆσαι αὐτοῖς, καὶ πολὺν ἐργασαμένους τῶν κρατίστων φόνον ἅπαντα τἀκείνων παραλαβεῖν, μήτε τοὺς ἐν τοῖς ἀξιώμασιν ἢ διὰ σφῶν αὐτῶν ἢ ξενικαῖς ἐπικουρίαις χρησαμένους διαφθεῖραι τὸ δημοτικὸν ἅπαν καὶ τὸ λοιπὸν οἰκεῖν ἀδεῶς τὴν πόλιν·
なぜなら、もしローマの国に他にいかなる大きな称賛があり、すべての人々から羨まれるに値するものがあるとしても、私の考えでは、あの出来事もまたそのようなものであった。 むしろ、数多くの驚くべき事柄をすべて超えて最も輝かしいものであった。 すなわち、平民たちがパトリキを軽蔑して彼らを襲撃し、最も優れた者たちを多数殺害してその財産のすべてを奪い取ることもせず、また、名誉ある地位にある者たちが、自分たち自身の力によるか、あるいは外国の援助を用いて平民のすべてを滅ぼし、その後に恐れなく市を支配するようなこともなかったことである。
§7.66.5ἀλλʼ ὥσπερ ἀδελφοὺς ἀδελφοῖς ἢ παῖδας γονεῦσιν ἐν οἰκίᾳ σώφρονι περὶ τῶν ἴσων καὶ δικαίων διαλεγομένους πειθοῖ καὶ λόγῳ διαλύεσθαι τὰ νείκη, ἀνήκεστον δʼ ἢ ἀνόσιον ἔργον μηθὲν ὑπομεῖναι δρᾶσαι κατʼ ἀλλήλων·
そうではなく、まるで分別のある家の中で、兄弟が兄弟と、あるいは子供たちが親と、公平と正義について語り合うかのように、説得と言葉によって不和を解消し、互いに対して取り返しのつかない不道徳な行為を何一つ甘んじて行うことがなかったことである。
οἷα Κερκυραῖοί τε κατὰ τὴν στάσιν εἰργάσαντο καὶ Ἀργεῖοι καὶ Μιλήσιοι καὶ Σικελία πᾶσα καὶ συχναὶ ἄλλαι πόλεις.
コルキュラ人たちが内紛において行ったようなことや、アルゴス人、ミレトス人、シケリア全土、そしてその他の多くの都市が行ったようなことは(ローマ人にはなかった)。
ἐγὼ μὲν οὖν διὰ ταῦτα προειλόμην ἀκριβεστέραν μᾶλλον ἢ βραχυτέραν ποιήσασθαι τὴν διήγησιν·
それゆえ、私はこのような理由から、簡潔なものよりむしろ正確な記述を行うことを選択した。
κρινέτω δʼ ἕκαστος ὡς βούλεται.
各々が望むように判断するがよい。