Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.66.1-7.66.5

内讧的和平结局与记录演说的意义

第 569 段,共 962 段 · 希腊语

内容简介

作者回顾了罗马的第一次内讧及其和平结局,解释了他为何详细叙述贵族妥协背后的历史原因,而非诉诸屠杀或流放。他强调了在历史叙事中记录政治演说的重要性,因为罗马的制度变迁是通过言辞说服而非武力实现的。

§7.66.1ἡ μὲν δὴ πρώτη Ῥωμαίοις ἐμπεσοῦσα μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων στάσις ἔσχε τοιαύτας αἰτίας καὶ εἰς τοῦτο κατέσκηψε τὸ τέλος·
在驱逐君主之后发生在罗马人中间的第一次内讧,便有着这样的起因,并以这样的结局告终。
ἐμήκυνα δὲ τὸν ὑπὲρ αὐτῶν λόγον τοῦ μή τινα θαυμάσαι, πῶς ὑπέμειναν οἱ πατρίκιοι τηλικαύτης ἐξουσίας ποιῆσαι τὸν δῆμον κύριον, οὔτε σφαγῆς τῶν ἀρίστων ἀνδρῶν γενομένης οὔτε φυγῆς, οἷον ἐν ἄλλαις πολλαῖς ἐγένετο πόλεσι.
我之所以详加叙述,是为了不让任何人感到惊讶,在既没有对最优秀的人进行屠杀,也没有流放他们的情况下(如在其他许多城邦中所发生的那样),贵族们怎么会容忍让平民掌握如此重大的权力。
ποθεῖ γὰρ ἕκαστος ἐπὶ τοῖς παραδόξοις ἀκούσμασι τὴν αἰτίαν μαθεῖν καὶ τὸ πιστὸν ἐν ταύτῃ τίθεται μόνῃ.
因为每个人面对出乎意料的传闻,都渴望了解其原因,而可信度正是仅仅建立在这原因之上的。
§7.66.2ἐλογιζόμην οὖν, ὅτι μοι πολλοῦ καὶ τοῦ παντὸς δεήσει πιστὸς εἶναι ὁ λόγος, εἰ τοσοῦτον ἔφην μόνον, ὅτι παρῆκαν οἱ πατρίκιοι τοῖς δημοτικοῖς τὴν ἑαυτῶν δυναστείαν, καὶ ἐξὸν αὐτοῖς ἐν ἀριστοκρατίᾳ πολιτεύεσθαι τὸν δῆμον ἐποίησαν τῶν μεγίστων κύριον, διʼ ἃς δὲ συνεχωρήθη ταῦτʼ αἰτίας παρέλιπον·
因此我想,如果我只说这么多,即贵族们向平民让渡了自己的统治权, ¦1471 并且尽管他们本可以在贵族政体中执政,却让平民成为了最重大事务的主宰,而忽略了这些妥协得以达成的因由,那么我的叙述将极大地、甚至完全失去可信度。
διὰ τοῦτʼ ἐπεξῆλθον ἁπάσας.
为了这个缘故,我详细地列举了所有原因。
§7.66.3καὶ ἐπειδὴ οὐχ ὅπλοις ἀλλήλους βιασάμενοι καὶ προσαναγκάσαντες, ἀλλὰ λόγοις πείσαντες μεθήρμοσαν, παντὸς μάλιστʼ ἀναγκαῖον ἡγησάμην εἶναι τοὺς λόγους αὐτῶν διεξελθεῖν, οἷς τότʼ οἱ δυναστεύσαντες ἐν ἑκατέροις ἐχρήσαντο.
既然他们并非通过武力迫使和强胁对方,而是通过言辞说服来达成和解,我便认为,最不可或缺的就是详述他们双方当时的领袖们所使用的言辞。
θαυμάσαιμι δʼ ἄν, εἴ τινες τὰς ἐν τοῖς πολέμοις πράξεις ἀκριβῶς οἴονται δεῖν ἀναγράφειν, καὶ περὶ μίαν ἔστιν ὅτε μάχην πολλοὺς ἀναλίσκουσι λόγους, τόπων τε φύσεις καὶ ὁπλισμῶν ἰδιότητας καὶ τάξεων τρόπους καὶ στρατηγῶν παρακλήσεις καὶ τἆλλα διεξιόντες ὅσα τῆς νίκης αἴτια τοῖς ἑτέροις ἐγένετο· πολιτικὰς δὲ κινήσεις καὶ στάσεις ἀναγράφοντες οὐκ οἴονται δεῖν ἀπαγγέλλειν τοὺς λόγους, δι’ ὧν αἱ παράδοξοι καὶ θαυμασταὶ πράξεις ἐπετελέσθησαν.
如果有人认为应当精确记录战争中的行径,有时甚至为了一场战斗不惜耗费大量篇幅,详细阐述地形特征、武装特质、阵形方式、将领动员以及其他一切导致一方获得胜利 ¦p.v.3p.105 的原因;而在记录政治动荡和内讧时,却认为没有必要报告那些 ¦1472 借以完成那些出人意料且令人赞叹的伟业的言辞,我将会感到十分奇怪。
§7.66.4εἰ γάρ τι καὶ ἄλλο τῆς Ῥωμαίων πόλεως μέγα ἐγκώμιόν ἐστι καὶ ζηλοῦσθαι ὑπὸ πάντων ἀνθρώπων ἄξιον κἀκεῖνο ἐγένετο κατʼ ἐμὴν δόξαν τὸ ἔργον, μᾶλλον δʼ ὑπὲρ ἅπαντα πολλὰ καὶ θαυμαστὰ ὄντα λαμπρότατον, τὸ μήτε τοὺς δημοτικοὺς καταφρονήσαντας τῶν πατρικίων ἐπιχειρῆσαι αὐτοῖς, καὶ πολὺν ἐργασαμένους τῶν κρατίστων φόνον ἅπαντα τἀκείνων παραλαβεῖν, μήτε τοὺς ἐν τοῖς ἀξιώμασιν ἢ διὰ σφῶν αὐτῶν ἢ ξενικαῖς ἐπικουρίαις χρησαμένους διαφθεῖραι τὸ δημοτικὸν ἅπαν καὶ τὸ λοιπὸν οἰκεῖν ἀδεῶς τὴν πόλιν·
因为如果罗马城邦还有什么其他伟大的赞誉,值得所有人羡慕,那么在我看来,那项成就也是如此,甚至在众多令人赞叹的伟业中,它是最光辉的一件。
§7.66.5ἀλλʼ ὥσπερ ἀδελφοὺς ἀδελφοῖς ἢ παῖδας γονεῦσιν ἐν οἰκίᾳ σώφρονι περὶ τῶν ἴσων καὶ δικαίων διαλεγομένους πειθοῖ καὶ λόγῳ διαλύεσθαι τὰ νείκη, ἀνήκεστον δʼ ἢ ἀνόσιον ἔργον μηθὲν ὑπομεῖναι δρᾶσαι κατʼ ἀλλήλων· οἷα Κερκυραῖοί τε κατὰ τὴν στάσιν εἰργάσαντο καὶ Ἀργεῖοι καὶ Μιλήσιοι καὶ Σικελία πᾶσα καὶ συχναὶ ἄλλαι πόλεις.
即平民既没有藐视贵族并对他们动手,也没有通过大量屠杀最优秀的人来夺取他们的一切财产;而那些身居显位的人也没有依靠自身的力量或借助外邦的援助来彻底消灭平民,以便此后毫无惧色地居住在城邦中;相反,他们就像一个和睦家庭中的兄弟与兄弟、孩子与父母一样,讨论着平等与公正,通过说服和言辞消解了不和,没有容忍对自己人做出任何无可挽回或大逆不道的行径——正如克基拉人在内讧中所做的那样,还有阿哥斯人、米利都人、整个西西里以及其他许多城邦所做的那样。
ἐγὼ μὲν οὖν διὰ ταῦτα προειλόμην ἀκριβεστέραν μᾶλλον ἢ βραχυτέραν ποιήσασθαι τὴν διήγησιν·
因此,我选择 ¦1473 进行更为精确而非更为简短的叙述。
κρινέτω δʼ ἕκαστος ὡς βούλεται.
至于如何评判,就由每个人自便了。

词汇与语法注释

  1. §7.66.1τοῦ μή τινα θαυμάσαι — 带有定冠词 `τοῦ` 且使用否定词 `μή` 的不定式属格用法,用于表示目的或否定性的结果。这解释了作者详尽叙述的目的,即不让读者对贵族在未流血情况下的妥协感到诧异。
  2. §7.66.2ἐξόν — 非人称动词 `ἔξεστι`(可以、可能)的现在分词中性单数宾格形式。用于宾格绝对结构(accusative absolute),在此处具有让步语气(“尽管他们本可以……”)。其后的不定式 `πολιτεύεσθαι` 的逻辑主语是与格 `αὐτοῖς`。
  3. §7.66.3θαυμάσαιμι δʼ ἄν, εἴ τινες... — 一种混合条件句结构,主句使用带有 `ἄν` 的祈愿语气(`θαυμάσαιμι ἄν`,表示潜在或委婉语气:“我将会感到奇怪”),而条件从句则由 `εἰ` 搭配直陈式现在时(`οἴονται`)引导。它用于委婉但坚定地批评那些忽视政治演说的历史学家。
  4. §7.66.4τὸ μήτε τοὺς δημοτικοὺς ... μήτε τοὺς ἐν τοῖς ἀξιώμασιν ... — 带冠词的不定式从句,与主句中的指示代词 `κἀκεῖνο ... τὸ ἔργον`(“那项成就/行径”)构成同位语。不定式 `ἐπιχειρῆσαι`、`παραλαβεῖν`、`διαφθεῖραι` 和 `οἰκεῖν` 的逻辑主语分别由宾格(`τοὺς δημοτικούς` 与 `τοὺς ἐν τοῖς ἀξιώμασιν`)表示。通过双重否定 `μήτε... μήτε...`,结构上清晰地描绘了平民和贵族双方所表现出的克制。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.66.1-7.66.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.66.1-7.66.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。