§7.60.1συγχωρηθέντος δʼ αὐτοῖς καὶ τούτου μόγις ὑπὸ τῶν πατρικίων, ἐπειδὴ τὴν δίκην ἐχρῆν λέγεσθαι, πρῶτος ἀνέβη Μηνύκιος, ἅτερος τῶν ὑπάτων, καὶ ἔλεξεν οὓς ἐπέστειλεν αὐτῷ λόγους ἡ βουλή·
そして、貴族たちによってこの点も彼らに辛うじて認められると、裁判が開かれねばならなくなったとき、二人の執政官のうちの一人であるミヌキウスが最初に登壇し、元老院が彼に命じた演説を行った。
πρῶτον μὲν ἁπάσας τὰς εὐεργεσίας ὑπομιμνήσκων, ὅσας ἦν εἰληφὼς ὁ δῆμος παρὰ τῶν πατρικίων, ἔπειτʼ ἀξιῶν ἀντὶ πολλῶν καὶ καλῶν ἔργων μίαν ἀποδοθῆναι παρὰ τοῦ δήμου δεομένοις σφίσιν ἀναγκαίαν χάριν ἐπὶ τῷ κοινῷ §7.60.2τῆς πόλεως ἀγαθῷ.
第一には、民衆がこれまでに貴族たちから受けたすべての恩恵を思い出させ、第二には、多くの優れた業績に対して、都市の公共の利益のために、懇願する自分たちへ必要な報いを一つ、民衆が返すよう要求した。
πρὸς δὲ τούτοις ἐπαινῶν μὲν ὁμόνοιαν καὶ εἰρήνην, καὶ ὅσης εὐδαιμονίας ἑκάτερον τούτων αἴτιόν ἐστι ταῖς πόλεσιν ἐπιλεγόμενος, κατηγορῶν δὲ διχοστασίας καὶ πολέμων ἐμφυλίων, ἐξ ὧν πόλεις αὐτάνδρους ἀπέφαινεν ἀνῃρῆσθαι καὶ ἔθνη ὅλα διολωλέναι· παρακαλῶν δὲ μὴ τὰ χείρω αἱρεῖσθαι πρὸ τῶν κρειττόνων ὀργῇ ἐπιτρέψαντας, ἀλλʼ ἐκ λογισμοῦ σώφρονος τὰ μέλλοντα ὁρᾶν, μηδὲ τοῖς κακίστοις τῶν πολιτῶν χρῆσθαι συμβούλοις περὶ τῶν μεγίστων βουλευομένους, ἀλλὰ τοῖς κρατίστοις σφίσιν εἶναι δοκοῦσιν, ὑφʼ ὧν ᾔδεσαν ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους πολλὰ ὠφελημένην τὴν πατρίδα, οἷς οὐκ ἂν δικαιώσωσιν ὡς μεταβεβλημένοις τὴν φύσιν ἀπιστεῖν.
さらにこれらに加えて、一方で彼は協調と平和を称え、これらのそれぞれが都市にいかに大きな幸福をもたらすかを説き、他方で、内紛や内戦を非難し、それらによって都市が住民もろとも滅ぼされ、すべての民族が滅亡したことを示し、また、怒りに身を任せて優れたものの代わりに劣ったものを選択するのではなく、賢明な思慮から未来を見据え、最も重大な事柄について協議するにあたっては市民のうちの最も劣った者たちを顧問とするのではなく、自分たちにとって最も優れていると思われる者たち、すなわち、平和なときにも戦争のときにも祖国を大いに益したことを知っており、その本性が変わってしまったとして疑うことが正当化されないような者たちを顧問とするようにと促した。
§7.60.3ἓν δὲ κεφάλαιον ἦν ἁπάντων τῶν λόγων, μηδεμίαν αὐτοὺς ἐπενεγκεῖν κατὰ τοῦ Μαρκίου ψῆφον, ἀλλὰ μάλιστα μὲν διʼ αὐτὸν ἀφεῖναι τῆς δίκης τὸν ἄνδρα ἀναμιμνησκομένους, οἷος εἰς τὰ κοινὰ ἐγένετο καὶ ὅσους κατώρθωσεν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας τε καὶ ἡγεμονίας πολέμους, καὶ ὡς οὔτε ὅσια οὔτε δίκαια οὔτε προσήκοντα σφίσι ποιήσουσι, λόγων μὲν αὐτῷ μνησικακοῦντες φαύλων, ἔργων δʼ §7.60.4ἀχαριστοῦντες καλῶν.
そしてすべての言葉の要点は、彼らがマルキウスに対して一枚の票も投じないことであり、むしろ、最も好ましくは、その人物自身のために、彼が公共に対してどのような存在であったか、また、公共の自由と支配権のためにいかに多くの戦争を成功に導いたかを思い起こして、彼を裁判から解放することであり、無価値な言葉ゆえに彼を恨み、優れた業績に対して恩を仇で返すようなことは、神聖でも正義でもなく、自分たちにふさわしいことでもないと示すことであった。
εἶναι δὲ καὶ τὸν καιρὸν τῆς ἀφέσεως καλόν, ὅτε γʼ αὐτὸς ἥκει παρέχων τὸ σῶμα τοῖς διαφόροις καὶ στέρξων, ὅ τι ἂν ἐκεῖνοι περὶ αὐτοῦ διαγνῶσιν.
また、彼自身が、対立する者たちに自らの身を委ね、彼らが自分についていかなる判断を下そうとも甘んじて受け入れるつもりでやって来ている以上、解放の機会としても今が最適である。
εἰ δʼ οὐχ οἷοί τέ εἰσι διαλύσασθαι πρὸς ἐκεῖνον, ἀλλὰ χαλεπῶς καὶ ἀπαραιτήτως ἔχουσιν, ἐνθυμηθέντας, ὅτι ἡ βουλὴ δεησομένη περὶ αὐτοῦ πάρεισιν, ἄνδρες οἱ κράτιστοι τῆς πόλεως τριακόσιοι, παθεῖν τι καὶ ἐπικλασθῆναι τὰς γνώμας, καὶ μὴ διʼ ἑνὸς ἐχθροῦ τιμωρίαν τοσούτων δέησιν ἀπώσασθαι φίλων, ἀλλὰ πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν χάριτι δίκην ἀνδρὸς ἑνὸς ὑπεριδεῖν.
しかし、もし彼らが彼と和解することができず、厳しく容赦のない態度を取るにしても、元老院の者たち、すなわち都市の最も優れた300人の男たちが、彼のことを懇願するために列席していることを考慮して、心に動かされるものがあり、その決意を和らげ、一人の敵を処罰するためにこれほど多くの友人の懇願を退けるのではなく、多くの優れた男たちへの好意から、一人の人間の裁判を不問に付すべきである。
ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν τελευταῖον ἐκεῖνον ἐπέθηκε τὸν λόγον, ὅτι ψήφου μὲν ἐπαχθείσης, ἐὰν ἀπολύσωσι τὸν ἄνδρα, διὰ τὸ μηδὲν ἀδικεῖσθαι τὸν δῆμον ὑπʼ αὐτοῦ δόξουσιν ἀφεικέναι· §7.60.5ἐὰν δὲ κωλύσωσιν ἐπιτελεσθῆναι τὴν δίκην τοῖς δεομένοις ὑπὲρ αὐτοῦ φανήσονται κεχαρισμένοι.
彼はこれらおよびこれに類する言葉を語り、最後に次の言葉を付け加えた。 すなわち、もし投票が行われてその男を釈放するならば、民衆は彼から何の害も受けていないからこそ解放したのだと思われるだろうが、もし裁判が完了するのを阻むならば、彼の代わりに懇願している者たちに対して好意を示したと見なされるだろう、ということである。