§7.60.1συγχωρηθέντος δʼ αὐτοῖς καὶ τούτου μόγις ὑπὸ τῶν πατρικίων, ἐπειδὴ τὴν δίκην ἐχρῆν λέγεσθαι, πρῶτος ἀνέβη Μηνύκιος, ἅτερος τῶν ὑπάτων, καὶ ἔλεξεν οὓς ἐπέστειλεν αὐτῷ λόγους ἡ βουλή· πρῶτον μὲν ἁπάσας τὰς εὐεργεσίας ὑπομιμνήσκων, ὅσας ἦν εἰληφὼς ὁ δῆμος παρὰ τῶν πατρικίων, ἔπειτʼ ἀξιῶν ἀντὶ πολλῶν καὶ καλῶν ἔργων μίαν ἀποδοθῆναι παρὰ τοῦ δήμου δεομένοις σφίσιν ἀναγκαίαν χάριν ἐπὶ τῷ κοινῷ §7.60.2τῆς πόλεως ἀγαθῷ.
在贵族们极其勉强地向他们做出这一让步之后,当案件必须开庭审判时,两位执政官之一的米努基乌斯首先登台,宣读了元老院托付给他的话:首先,他提醒平民记住他们从贵族那里获得的所有恩惠;其次,他要求平民回报一件必要的恩德,以作为对诸多丰功伟绩的报答,满足那些为城邦共同利益而向其恳求的贵族们。
πρὸς δὲ τούτοις ἐπαινῶν μὲν ὁμόνοιαν καὶ εἰρήνην, καὶ ὅσης εὐδαιμονίας ἑκάτερον τούτων αἴτιόν ἐστι ταῖς πόλεσιν ἐπιλεγόμενος, κατηγορῶν δὲ διχοστασίας καὶ πολέμων ἐμφυλίων, ἐξ ὧν πόλεις αὐτάνδρους ἀπέφαινεν ἀνῃρῆσθαι καὶ ἔθνη ὅλα διολωλέναι· παρακαλῶν δὲ μὴ τὰ χείρω αἱρεῖσθαι πρὸ τῶν κρειττόνων ὀργῇ ἐπιτρέψαντας, ἀλλʼ ἐκ λογισμοῦ σώφρονος τὰ μέλλοντα ὁρᾶν, μηδὲ τοῖς κακίστοις τῶν πολιτῶν χρῆσθαι συμβούλοις περὶ τῶν μεγίστων βουλευομένους, ἀλλὰ τοῖς κρατίστοις σφίσιν εἶναι δοκοῦσιν, ὑφʼ ὧν ᾔδεσαν ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους πολλὰ ὠφελημένην τὴν πατρίδα, οἷς οὐκ ἂν δικαιώσωσιν ὡς μεταβεβλημένοις τὴν φύσιν ἀπιστεῖν.
除此以外,他一方面赞美和睦与和平,阐明这两者中的每一项能给城邦带来多么巨大的幸福;另一方面谴责内讧与内战,指出城市因之连同居民一同毁灭,整个民族也因之消亡;他劝诫平民不要因任凭愤怒而舍好求坏,而应通过明智的权衡来看清未来,在商讨最重大事务时不要以最差的公民为谋士,而要以在他们看来最优秀的公民为谋士——他们深知祖国在平时和战时都曾深受这些人的恩惠,而且如果平民把这些人视为本性已变而加以不信任,那将是不公正的。
§7.60.3ἓν δὲ κεφάλαιον ἦν ἁπάντων τῶν λόγων, μηδεμίαν αὐτοὺς ἐπενεγκεῖν κατὰ τοῦ Μαρκίου ψῆφον, ἀλλὰ μάλιστα μὲν διʼ αὐτὸν ἀφεῖναι τῆς δίκης τὸν ἄνδρα ἀναμιμνησκομένους, οἷος εἰς τὰ κοινὰ ἐγένετο καὶ ὅσους κατώρθωσεν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας τε καὶ ἡγεμονίας πολέμους, καὶ ὡς οὔτε ὅσια οὔτε δίκαια οὔτε προσήκοντα σφίσι ποιήσουσι, λόγων μὲν αὐτῷ μνησικακοῦντες φαύλων, ἔργων δʼ §7.60.4ἀχαριστοῦντες καλῶν.
而所有这些言论的要旨在于,他们不应对马尔基乌斯投下任何一张选票,而最好是看在他本人的分上释放他,使他免受审判,并记住他曾为公共事务做出了怎样的贡献,以及为公共的自由和统治权成功打赢了多少场战争;如果他们因他无价值的言论而怀恨在心,却对他高尚的行为恩将仇报,那他们所做的既不合神意,也不公正,更不配做平民。
εἶναι δὲ καὶ τὸν καιρὸν τῆς ἀφέσεως καλόν, ὅτε γʼ αὐτὸς ἥκει παρέχων τὸ σῶμα τοῖς διαφόροις καὶ στέρξων, ὅ τι ἂν ἐκεῖνοι περὶ αὐτοῦ διαγνῶσιν.
他还说,现在也是释放他的大好时机,因为他本人已经亲自前来,将自己的身体交由对手,并准备甘心接受他们对他做出的任何判决。
εἰ δʼ οὐχ οἷοί τέ εἰσι διαλύσασθαι πρὸς ἐκεῖνον, ἀλλὰ χαλεπῶς καὶ ἀπαραιτήτως ἔχουσιν, ἐνθυμηθέντας, ὅτι ἡ βουλὴ δεησομένη περὶ αὐτοῦ πάρεισιν, ἄνδρες οἱ κράτιστοι τῆς πόλεως τριακόσιοι, παθεῖν τι καὶ ἐπικλασθῆναι τὰς γνώμας, καὶ μὴ διʼ ἑνὸς ἐχθροῦ τιμωρίαν τοσούτων δέησιν ἀπώσασθαι φίλων, ἀλλὰ πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν χάριτι δίκην ἀνδρὸς ἑνὸς ὑπεριδεῖν.
但如果他们无法与他妥协,而是态度强硬且无法劝解,那么他们应当考虑到元老院的成员——城邦中最优秀的300人——已经到场为他求情,从而深受触动并软化态度,不要为了惩罚一个敌人而拒绝这么多朋友的恳求,而是出于对众多优秀之人的敬意,对这一个人的审判不予追究。
ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν τελευταῖον ἐκεῖνον ἐπέθηκε τὸν λόγον, ὅτι ψήφου μὲν ἐπαχθείσης, ἐὰν ἀπολύσωσι τὸν ἄνδρα, διὰ τὸ μηδὲν ἀδικεῖσθαι τὸν δῆμον ὑπʼ αὐτοῦ δόξουσιν ἀφεικέναι· §7.60.5ἐὰν δὲ κωλύσωσιν ἐπιτελεσθῆναι τὴν δίκην τοῖς δεομένοις ὑπὲρ αὐτοῦ φανήσονται κεχαρισμένοι.
在说了这些以及类似的话之后,他最后提出了这样的论点:如果进行投票,并且他们释放了这个男人,他们将显得是因为平民未受其侵害而释放他的;但如果他们阻止审判的完成,他们将被视为是在对那些为他求情的人施予恩惠。